ἔπειτα πανταχοῦ μέν ἐστιν ἀὴρ ἴσος, οὐ πανταχοῦ δὲ χειμὼν ὅμοιος οὐδὲ ψῦχος. ἀλλὰ ταῦτα μὲν τὰ μέρη ψυχρὰ καὶ κάθυγρα, ταῦτα δὲ ξηρὰ καὶ θερμὰ τῆς οἰκουμένης οὐ κατὰ τύχην, ἀλλὰ τῷ μίαν οὐσίαν ψυχρότητος καὶ ὑγρότητος εἶναι. Λιβύης μὲν γὰρ ἔνθερμος πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀναθυμιάσεις Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς. ὑγροῖς τὴν γένεσιν εἶχε. βέλτιον οὖν Ὅμηρος εἰπὼν αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό, τὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν. ἔτι τοίνυν ἡ μὲν αἴσθησις πολλάκις ἡμᾶς ἐξαπατᾷ, ὅταν ἱματίων ἢ ἐρίων ψυχρῶν θιγγάνωμεν, οἰομένους ὑγρῶν θιγγάνειν διὰ τὸ κοινὴν ἀμφοτέροις οὐσίαν ὑπάρχειν καὶ τὰς φύσεις σύνεγγυς εἶναι καὶ οἰκείας. ἐν δὲ τοῖς δυσχειμέροις κλίμασι πολλὰ ῥηγνύει τὸ ψῦχος ἀγγεῖα καὶ χαλκᾶ καὶ κεραμεᾶ· κενὸν δʼ οὐδὲν ἀλλὰ πάντα πλήρη, βιαζομένου τῇ ψυχρότητι τοῦ ὕδατος. καίτοι φησὶ Θεόφραστος τὸν ἀέρα ῥηγνύειν τὰ ἀγγεῖα τῷ ὑγρῷ καθάπερ ἥλῳ χρώμενον· ὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον ἢ ἀληθῶς εἰρημένον ἐστίν· ἔδει γὰρ τὰ πίττης γέμοντα μᾶλλον ῥήγνυσθαι ὑπὸ τοῦ ἀέρος καὶ τὰ γάλακτος.. ἀλλʼ ἔοικε τὸ ὕδωρ ἐξ ἑαυτοῦ ψυχρὸν εἶναι καὶ πρώτως· ἀντίκειται γὰρ τῇ ψυχρότητι πρὸς τὴν θερμότητα τοῦ πυρός, ὥσπερ τῇ ὑγρότητι πρὸς τὴν ξηρότητα καὶ τῇ βαρύτητι πρὸς τὴν κουφότητα. καὶ ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι· καὶ διαιρετικόν, τὸ δʼ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον καὶ πῆττον· ᾗ καὶ παρέσχεν Ἐμπεδοκλῆς ὑπόνοιαν, ὡς τὸ μὲν πῦρ νεῖκος οὐλόμενον σχεδύνην δὲ φιλότητα τὸ ὑγρὸν ἑκάστοτε προσαγορεύων ἐπεὶ, τροφὴ μὲν· πυρὸς τὸ μεταβάλλον εἰς πῦρ, μεταβάλλει δὲ τὸ συγγενὲς; καὶ οἰκεῖον, τὸ δʼ ἐναντίον δυσμετάβλητον, ὡς τὸ ὕδωρ καὶ αὐτὸ μὲν ὡς ἔπος εἰπεῖν ἄκαυστόν ἐστιν, ὕλην δὲ καὶ πόαν νοτερὰν καὶ ξύλα βεβρεγμένα δυσκαῆ παρέχει, καὶ φλόγα ζοφερὰν καὶ ἀμβλεῖαν ὑπὸ χλωρότητος ἀναδίδωσι τῷ ψυχρῷ μαχόμενον πρὸς τὸ θερμὸν ὡς φύσει πολέμιον. σκόπει δὲ καὶ ταῦτα παραβάλλων ἐκείνοις ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεγόντων, καὶ πρὸς αὐτούς τι βουλόμενος εἰπεῖν οὕτω μὲν ἄν ἔφη καὶ τὴν γῆν ψυχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε πλεῖστον,ʼ ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ. ἄτοπον ἀπορρίψας τὸν λόγον ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν, ποιησάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται. τί δὲ τοῦτʼ ἐστί; τὸ σκοτεινὸν ὄντα πρώτως εἶναι καὶ ψυχρὸν πρώτως. εἰ γὰρ δύο λαβὼν οὗτος ἀντιθέσεις δυνάμεων οἴεται τῇ ἑτέρᾳ καὶ τὴν ἑτέραν ἐξ ἀνάγκης; ἕπεσθαι, μυρίαι δήπουθὲν εἰσιν ἀντιτάξεις καὶ ἀντιπάθειαι πρὸς τὸν αἰθέρα τῆς γῆς,· αἷς καὶ ταύτην ἄν τις ἀκολουθεῖν ἀξιώσειεν. οὐ γὰρ ὡς βαρεῖα πρὸς κοῦφον καὶ καταρρεπὴς πρὸς ἀνωφερὲς ἀντίκειται μόνον, οὐδʼ ὡς πυκνὴ πρὸς ἀραιὸν οὐδʼ ὡς βραδεῖα καὶ στάσιμος πρὸς ὀξύρροπον καὶ κινητικόν, ἀλλʼ ὡς βαρυτάτη. πρὸς κουφότατον καὶ πυκνοτάτη πρὸς ἀραιότατον, καὶ τέλος ὡς ἀκίνητος ἐξ ἑαυτῆς πρὸς αὐτοκίνητον καὶ τὴν μέσην χώραν ἐπέχουσα πρὸς· ἀεὶ κυκλοφορούμενον. οὐκ ἄτοπον οὖν τηλικαύταις καὶ τοσαύταις ἀντιτάξεσι καὶ τὴν τῆς ψυχρότητος καὶ θερμότητος ἕπεσθαι. ναί, ἀλλὰ τὸ πῦρ καὶ λαμπρόν ἐστιν. οὔτι μὴν σκοτεινὸν ἡ γῆ; σκοτεινότατον μὲν οὖν ἁπάντων καὶ ἀφεγγέστατον. ἀέρι μέν τοι μετοχὴ φωτός ἐστι πρώτῳ, καὶ τάχιστα τρέπεται καὶ ἀναπλησθεὶς διανέμει πανταχοῦ τὴν λαμπρότητα, σῶμα παρέχων τῆς αὐγῆς ἑαυτόν· ὁ γὰρ ἥλιος ἀνίσχων, ὥς τις εἶπε τῶν διθυραμβοποιῶν, εὐθὺς ἀνέπλησεν ἀεροβατᾶν μέγαν οἶκον ἀνέμων· ἐκ τούτου δὲ καὶ λίμνῃ καὶ θαλάττῃ μοῖραν αὐγῆς κατιὼν ἐνίησι καὶ βυθοὶ ποταμῶν διαγελῶσιν, ὅσον ἀέρος ἐξικνεῖται πρὸς αὐτούς. μόνη δʼ ἡ γῆ τῶν σωμάτων ἀεὶ ἀφώτιστός ἐστι καὶ ἄτρωτος ὑφʼ ἡλίου καὶ σελήνης τῷ φωτίζοντι, θάλπεται δʼ ὑπʼ αὐτῶν καὶ παρέχει χλιαίνειν ἐπʼ ὀλίγον βάθος ἐνδυομένῳ τῷ θερμῷ· τὸ δὲ λαμπρὸν οὐ παρίησιν ὑπὸ στερεότητος ἀλλʼ ἐπιπολῆς περιφωτίζεται; τὰ δʼ ἐντὸς ὄρφνη καὶ χάος καὶ Ἅιδης ὀνομάζεται καὶ τὸ ἔρεβος τοῦτʼ ἦν ἄρα,ʼ τὸ χθόνιον καὶ ἔγγαιον σκότος. τὴν δὲ νύκτα ποιηταὶ μὲν ἐκ γῆς γεγονέναι μυθολογοῦσι, μαθηματικοὶ δὲ γῆς σκιὰν οὖσαν ἀποδεικνύουσιν, ἀντιφραττούσης πρὸς τὸν ἥλιον· ὁ γὰρ ἀὴρ ἀναπίμπλαται σκότους ὑπὸ γῆς ὡς φωτὸς ὑφʼ ἡλίου· καὶ τὸ ἀφώτιστον αὐτοῦ μῆκός ἐστι νυκτός, ὅσον ἡ σκιὰ τῆς γῆς ἐπινέμεται. διὸ τῷ μὲν ἐκτὸς ἀέρι καὶ νυκτὸς οὔσης ἄνθρωποί τε χρῶνται καὶ θηρία πολλὰ νομὰς ποιούμενα διὰ σκότους, ἁμωσγέπως ἴχνη φωτὸς καὶ ἀπορροὰς αὐγῆς ἐνδιεσπαρμένας· ἔχοντος ὁ δʼ οἰκουρὸς; καὶ ὑπωρόφιος, ἅτε δὴ τῆς γῆς πανταχόθεν περιεχούσης, κομιδῇ τυφλός ἐστι καὶ ἀφώτιστος. ἀλλὰ μὴν καὶ δέρματα καὶ κέρατα ζῴων ὅλα μὲν οὐ διίησιν αὐγὴν ὑπὸ στερεότητος, ὅταν δὲ πρισθῇ καὶ καταξεσθῇ, γίγνεται διαφανῆ, παραμιχθέντος αὐτοῖς τοῦ ἀέρος. οἶμαι δὲ καὶ μέλαιναν ἑκάστοτε τὴν γῆν ὑπὸ τῶν ποιητῶν καλεῖσθαι διὰ τὸ σκοτῶδες καὶ τὸ ἀφώτιστον ὥστε καὶ τὴν πολυτίμητον ἀντίθεσιν τοῦ σκοτεινοῦ πρὸς τὸ λαμπρὸν ἐπὶ τῆς γῆς μᾶλλον ἢ τοῦ ἀέρος ὑπάρχειν. ἀλλʼ αὕτη μὲν ἀπήρτηται τοῦ ζητουμένου πολλὰ γὰρ δέδεικται ψυχρὰ τῶν λαμπρῶν ὄντα καὶ θερμὰ τῶν ἀμαυρῶν καὶ σκοτεινῶν. ἐκεῖναι δὲ συγγενέστεραι δυνάμεις ψυχρότητός εἰσι, τὸ ἐμβριθὲς τὸ πυκνὸν τὸ μόνιμον τὸ ἀμετάβλητον ὧν ἀέρι μὲν οὐδεμιᾶς, γῇ δὲ μᾶλλον ἢ ὕδατι πασῶν μέτεστι. καὶ μὴν ἐν τοῖς μάλιστα τὸ ψυχρὸν αἰσθητῶς σκληρόν ἐστι καὶ σκληροποιὸν. καὶ ἀντίτυπον. ἰχθῦς μὲν γὰρ ἱστορεῖ Θεόφραστος ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφεθῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑελῶν ἢ κεραμεῶν σωμάτων., ἐν δὲ Δελφοῖς αὐτὸς ἢκουες ὅτι τῶν εἰς τὸν Παρνασὸν ἀναβάντων βοηθῆσαι ταῖς Θυιάσιν, ἀπειλημμέναις ὑπὸ πνεύματος χαλεποῦ καὶ χιόνος, οὕτως ἐγένοντο διὰ τὸν πάγον σκληραὶ καὶ ξυλώδεις αἱ χλαμύδες, ὡς καὶ θραύεσθαι διατεινομένας καὶ ῥήγνυσθαι. ποιεῖ δὲ καὶ νεῦρα δυσκαμπῆ καὶ γλῶτταν ἄναυδον ἀκινησίᾳ καὶ σκληρότητι τὸ ἄγαν ψῦχος, ἐκπηγνύον τὰ καὶ μαλακὰ τοῦ σώματος. ὧν βλεπομένων, σκόπει τὸ γιγνόμενον οὕτω. πᾶσα δήπου δύναμις, ἂν περιγένηται, πέφυκε μεταβάλλειν καὶ τρέπειν εἰς ἑαυτὴν τὸ νικώμενον τὸ μὲν γὰρ ὑπὸ θερμοῦ κρατηθὲν ἐκπυροῦται, τὸ ὑπὸ πνεύματος ἐξαεροῦται, τὸ δʼ εἰς ὕδωρ ἐμπεσόν, ἂν μὴ διαφύγῃ,- καθυγραίνεται, συνδιαχεόμενον. ἀνάγκη δὴ καὶ τὰ ψυχόμενα κομιδῇ μεταβάλλειν εἰς τὸ πρώτως ψυχρόν ἔστι δʼ ὑπερβολὴ ψύξεως πῆξις, πῆξις δʼ εἰς ἀγνωσίαν τελευτᾷ καὶ λίθωσιν, ὅταν, παντάπασι τοῦ ψυχροῦ κρατήσαντος, ἐκπαγῇ μὲν τὸ ὑγρὸν ἐκθλιβῇ δὲ τὸ θερμόν. ὅθεν ἡ μὲν ἐν βάθει γῆ πάγος ἐστὶν ὡς εἰπεῖν καὶ κρύσταλλος ἅπασα τὸ γὰρ ψυχρὸν ἄκρατον οἰκουρεῖ καὶ ἀμάλακτον ἀπεωσμένον ἐκεῖ τοῦ αἰθέρος ἀπωτάτω ταυτὶ δὲ· τὰ ἐμφανῆ, κρημνοὺς καὶ σκοπέλους καὶ πέτρας, Ἐμπεδοκλῆς μὲν ὑπὸ τοῦ πυρὸς οἴεται τοῦ ἐν βάθει τῆς γῆς ἑστάναι καὶ ἀνέχεσθαι διερειδόμενα φλεγμαίνοντος· ἐμφαίνεται δὲ μᾶλλον, ὅσων τὸ θερμὸν ἐξεθλίβη καὶ διέπτατο, πάντα ταῦτα παντάπασιν ὑπὸ τῆς ψυχρότητος παγῆναι διὸ καὶ πάγοι καλοῦνται. καὶ τὰ ἄκρα πολλῶν ἐπιμελανθέντων, τὸ θερμὸν ἐξέπεσε, πυρικαύστοις ἰδεῖν προσέοικε πήγνυσι γὰρ τὸ ψυχρὸν τὰ μὲν μᾶλλον τὰ δʼ ἧττον, μάλιστα δʼ οἷς πρώτως ἐνυπάρχειν πέφυκεν. ὥσπερ γάρ, εἰ θερμοῦ τὸ κουφίζειν, θερμότατόν ἐστι τὸ κουφότατον· εἰ δʼ ὑγροῦ τὸ μαλάσσειν, ὑγρότατον τὸ μαλακώτατον· οὕτως, εἰ ψυχροῦ τὸ πηγνύειν, ἀνάγκη ψυχρότατον εἶναι τὸ μάλιστα πεπηγός, οἷον ἡ γῆ τὸ δὲ ψυχρότατον φύσει δήπου καὶ πρώτως ψυχρὸν ὥστε φύσει καὶ· πρώτως ψυχρὸν ἡ γῆ. τοῦτο δʼ ἀμέλει καὶ τῇ αἰσθήσει δῆλόν ἐστι καὶ γὰρ πηλὸς ὕδατοσψυχρότερος καὶ τὸ πῦρ γῆν ἐπιφοροῦντες ἀφανίζουσιν οἱ· δὲ χαλκεῖς τῷ πυρουμένῳ καὶ ἀνατηκομένῳ σιδήρῳ μάρμαρον καὶ λατύπην παραπάσσουσι, τὴν πολλὴν ῥύσιν ἐφιστάντες καὶ καταψύχοντες· ψύχει δὲ καὶ τὰ τῶν ἀθλητῶν κόνις σώματα καὶ κατασβέννυσι τοὺς ἱδρῶτας. ἡ δὲ καθʼ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία τί βούλεται, χειμῶνος μὲν ἀπωτάτω φεύγουσα τῆς γῆς εἰς τὰ μετέωρα καὶ ἀπόγεια, θέρους δὲ πάλιν ἀντεχομένη τῶν κάτω καὶ ὑποδυομένη καὶ διώκουσα προσφόρους καταφυγάς, τιθεμένη τὴν δίαιταν ἐν ἀγκάλαις γῆς ἀγαπητῶς; ἆρʼ οὐχὶ ταῦτα ποιοῦμεν ἐπὶ τὴν γῆν ὑπὸ ψυχρότητος ὁδηγούμενοι τῇ αἰσθήσει καὶ τὸ πρώτως φύσει ψυχρὸν ἐπιγινώσκοντες; αἱ γοῦν παράλιοι χειμῶνος δίαιται τρόπον τινὰ γῆς φυγαί εἰσιν, ὡς ἀνυστὸν ἀπολειπόντων διὰ κρύος αὐτήν, τὸν δʼ ἔναλον ἀέρα καὶ πελάγιον θερμὸν ὄντα περιβαλλομένων εἶτʼ αὖθις ἐν θέρει τὸν γηγενῆ καὶ χερσαῖον ὑπὸ καύματος ποθοῦμεν, οὐκ αὐτὸν ὄντα ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα καὶ βεβαμμένον ὑπὸ τῆς ἐν γῇ δυνάμεως ὥσπερ βαφῇ σίδηρον. καὶ γὰρ. τῶν ῥυτῶν ὑδάτων τὰ πετραῖα καὶ ὀρεινὰ ψυχρότατα καὶ τῶν φρεατιαίων τὰ κοιλότατα· τούτοις μὲν γὰρ οὐκέτι μίγνυται διὰ βάθους ἔξωθεν ὁ ἀήρ, ἐκεῖνα δʼ ἐκπίπτει διὰ τῆς γῆς ἀμίκτου καὶ καθαρᾶς, ὡς τὸ περὶ Ταίναρον, ὃ δὴ Στυγὸς ὕδωρ καλοῦσιν, ἐκ πέτρας γλίσχρως συλλειβόμενον οὕτω ψυχρόν ἐστιν, ὥστε μηδὲν ἀγγεῖον ἄλλο μόνην δʼ ὁπλὴν ὄνου στέγειν· τὰ δʼ ἄλλα διακόπτει καὶ ῥήγνυσιν.