καὶ μὴν ἁπάντων γε τῶν γιγνομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ. βιαιότατον ἡ πῆξις οὖσα πάθος μέν ἐστιν ὕδατος; ἔργον δʼ ἀέρος·ʼ αὐτὸ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος διὸ καὶ λέλεκται εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει. τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας· ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δʼ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν. ἔτι τοίνυν τὰ μὲν ἀποσπασθέντα τῆς πηγῆς ὕδατα μᾶλλον πήγνυται μᾶλλον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοῦ ἐλάττονος. ἂν. δέ τις ψυχρὸν ἐκ φρέατος ὕδωρ λαβὼν ἐν ἀγγείῳ καὶ καθεὶς αὖθις εἰς τὸ φρέαρ ὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλʼ ἐν τῷ ἀέρι κρέμασθαι, περιμείνῃ χρόνον οὐ πολύν, ἔσται ψυχρότερον τὸ ὕδωρ· μάλοστα δηλοῦται τὸ μὴ, τοῦ ὕδατος εἶναι τὴν πρώτην αἰτίαν τῆς ψυχρότητος ἀλλὰ τοῦ ἀέρος.· τῶν γε μὴν μεγάλων ποταμῶν οὐδεὶς πήγνυται διὰ βάθους· οὐ γὰρ καθίησιν εἰς ὅλον ὁ ἀήρ,. ἀλλʼ ὅσα τῇ ψυχρότητι περιλαμβάνει ψαύων καὶ πλησιάζων, ταῦθʼ ἵστησιν· ὅθεν οἱ βάρβαροι διαβαίνουσι πεζῇ, προβαλόντες ἀλώπεκας· ἄν γὰρ μὴ πολὺς ἀλλʼ ἐπιπόλαιος ὁ πάγος ᾖ, αἰσθανόμεναι τῷ ψόφῳ τοῦ ὑπορρέοντος ὕδατος ἀναστρέφουσιν ἔνιοι δὲ καὶ θηρεύουσιν ἰχθῦς, ὕδατι θερμῷ τοῦ πάγου παραλύοντες καὶ χαλῶντες; τό γε τὴν ὁρμιὰν δεξόμενον. οὕτως οὐδὲν ὑπὸ τοῦ ψυχροῦ τὸ ἐν βάθει πέπονθε. καίτοι τῶν ἄνω τοσαύτη γίγνεται μεταβολὴ διὰ τὴν πῆξιν, ὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμενον, ὡς ἱστοροῦσιν οἱ νῦν μετὰ τοῦ Καίσαρος ἐπὶ τοῦ Ἴστρου διαχειμάσαντες. οὐ μὴν ἀλλὰ καὶ τὸ περὶ. ἡμᾶς συμβαῖνον ἱκανὴν μαρτυρίαν δίδωσι μετὰ γὰρ τὰ λουτρὰ καὶ τὰς ἐξιδρώσεις περιψυχόμεθα μᾶλλον, τοῖς σώμασιν ἀνειμένοις καὶ διακεχυμένοις πολλὴν ψυχρότητα μετὰ τοῦ ἀέρος καταδεχόμενοι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τὸ ὕδωρ πάσχει· ψύχεται γάρ, ἂν προθερμανθῇ, μᾶλλον, εὐπαθέστερον τῷ ἀέρι γενόμενον ὁπότε τὰ ζέοντα τῶν ὑδάτων ἀναρύτοντες καὶ μετεωρίζοντες οὐδὲν ἄλλο δήπου ποιοῦσιν ἢ πρὸς ἀέρα πολὺν ἀνακεραννύουσιν. ὁ μὲν οὖν τῷ ἀέρι τὴν πρώτην ἀποδιδοὺς τῆς ψυχρότητος δύναμιν, ὦ Φαβωρῖνε, λόγος ἐν τοιαύταις ἐστὶ πιθανότησιν. ὁ δὲ τῷ ὕδατι λαμβάνει μὲν καὶ αὐτὸς ἀρχὰς ὁμοίως, οὕτω πως τοῦ Ἐμπεδοκλέους λέγοντος ἠέλιον μὲν λαμπρὸν ὅρα καὶ θερμὸν ἁπάντῃ, ὄμβρον δʼ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε τῷ γὰρ θερμῷ τὸ ψυχρὸν ὡς τῷ λαμπρῷ τὸ μέλαν ἀντιτάξας συλλογίσασθαι δέδωκεν, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τὸ μέλαν καὶ τὸ ψυχρόν, ὡς τῆς αὐτῆς τὸ λαμπρὸν καὶ τὸ θερμόν. ὅτι δʼ οὐ τοῦ ἀέρος τὸ μέλαν ἀλλὰ τοῦ ὕδατός ἐστιν, ἡ αἴσθησις ἐπιμαρτυρεῖ, τῷ μὲν ἀέρι μηδενὸς ὡς ἁπλῶς εἰπεῖν μελαινομένου τῷ δʼ ὕδατι πάντων.. ἂν γὰρ τὸ λευκότατον ἐμβάλῃς ἔριον εἰς ὕδωρ ἢ ἱμάτιον, ἀναφαίνεται μέλαν καὶ διαμένει, μέχρι ἂν ὑπὸ θερμότητος ἐξικμασθῇ τὸ ὑγρὸν ἤ τισι στρέβλαις καὶ βάρεσιν ἐκπιεσθῇ τῆς τε γῆς ὕδατι ῥαινομένης, διαμελαίνουσιν οἱ καταλαμβανόμενοι ταῖς σταγόσι τόποι, τῶν ἄλλων ὁμοίων μενόντων. αὐτοῦ μὲν οὖν τοῦ ὕδατος σκοτεινότατον ὑπὸ πλήθους φαίνεται τὸ βαθύτατον, οἷς δʼ ἀὴρ πλησιάζει, ταῦτα περιλάμπεται καὶ διαγελᾷ. τῶν δʼ ἄλλων ὑγρῶν διαφανὲς μάλιστα τοὔλαιόν ἐστι, πλείστῳ χρώμενον ἀέρι τούτου τεκμήριον κουφότης, διʼ ἣν ἐπιπολάζει πᾶσιν ὑπὸ τοῦ ἀέρος ἄνω φερόμενον, ποιεῖ δὲ καὶ τὴν γαλήνην ἐν τῇ θαλάττῃ τοῖς κύμασιν ἐπιρραινόμενον, οὐ διὰ τὴν λειότητα τῶν ἀνέμων ἀπολισθαινόντων, ὡς Ἀριστοτέλης ἔλεγεν· ἀλλὰ παντὶ μὲν ὑγρῷ τὸ κῦμα διαχεῖται πληττόμενον, ἰδίως δὲ τοὔλαιον αὐγὴν καὶ καταφάνειαν ἐν βυθῷ παρέχει, διαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν· οὐ γὰρ μόνον ἐπιπολῆς τοῖς διανυκτερεύουσιν ἀλλὰ καὶ κάτω τοῖς σπογγοθήραις διαφυσώμενον ἐκ τοῦ στόματος ἐν τῇ θαλάττῃ φέγγος ἐνδίδωσιν. οὐ μᾶλλον οὖν τῷ ἀέρι τοῦ μέλανος ἢ τῷ ὕδατι μέτεστιν, ἧττον. δὲ τοῦ· ψυχροῦ. τὸ γοῦν ἔλαιον, ἀέρος πλείστου τῶν ὑγρῶν μετέχον, ἣκιστα ψυχρόν ἐστι καὶ πήγνυται μαλακῶς· ὁ γὰρ ἀὴρ ἐγκεκραμένος οὐκ ἐᾷ σκληρὰν γενέσθαι τὴν πῆξιν βελόνας δὲ καὶ πόρπας σιδηρᾶς καὶ τὰ λεπτὰ τῶν ἔργων οὐχ ὕδατι βάπτουσιν ἀλλʼ ἐλαίῳ, τὴν ἄγαν ψυχρότητα φοβούμενοι τοῦ· ὕδατος ὡς διαστρέφουσαν. ἀπὸ τούτων γὰρ δικαιότερὸν ἐστιν ἐξετάζεσθαι τὸν λόγον οὐκ ἀπὸ τῶν χρωμάτων ἐπεὶ καὶ χιὼν καὶ χάλαζα καὶ κρύσταλλος ἅμα λαμπρότατα γίγνεται καὶ ψυχρότατα καὶ πάλιν πίττα θερμότερόν ἐστι μέλιτος καὶ σκοτωδέστερον. ὅμως δὲ θαυμάζω τῶν ἀξιούντων τὸν ἀέρα, ψυχρὸν εἶναι διὰ τὸ καὶ σκοτεινόν, εἰ μὴ συνορῶσιν ἑτέρους ἀξιοῦντας θερμὸν εἶναι διὰ τὸ καὶ κοῦφον. οὐ γὰρ οὕτω τῷ ψυχρῷ τὸ σκοτεινὸν ὡς τὸ βαρὺ καὶ στάσιμον οἰκεῖόν ἐστι καὶ συγγενὲς· πολλὰ γὰρ ἄμοιρα θερμότητος ὄντα μετέχει λαμπηδόνος, ἐλαφρὸν δὲ καὶ κοῦφον καὶ ἀνωφερὲς οὐδέν ἐστι τῶν ψυχρῶν.ʼ ἀλλὰ καὶ τὰ νέφη, μέχρι μὲν ἀέρος μᾶλλον προσήκει, μετεωρίζεται μεταβαλόντα δʼ εἰς ὑγρὸν εὐθὺς ὀλισθάνει καὶ τὸ κοῦφον οὐχ ἧττον ἢ τὸ θερμὸν ἀποβάλλει, ψυχρότητος ἐγγιγνομένης καὶ τοὐναντίον ὅταν θερμότης ἐπέλθῃ, πάλιν, ἀναστρέφει τὴν κίνησιν, ἅμα τῷ μεταβαλεῖν εἰς ἀέρα τῆς οὐσίας ἄνω φερομένης. καὶ μὴν οὐδὲ τὸ τῆς φθορᾶς ἀληθές ἐστιν· οὐ γὰρ εἰς τοὐναντίον ἀλλʼ ὑπὸ τοῦ ἐναντίου φθείρεται τῶν ἀπολλυμένων ἕκαστον, ὥσπερ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος εἰς τὸν ἀέρα. τὸ γὰρ ὕδωρ ὁ μὲν Αἰσχύλος εἰ καὶ τραγικῶς ἀλλʼ ἀληθῶς εἶπε παύσυβριν δίκην πυρός· Ὅμηρος δὲ τῷ ποταμῷ τὸν Ἥφαιστον καὶ τῷ Ποσειδῶνι τὸν Ἀπόλλωνα κατὰ, τὴν μάχην φυσικῶς μᾶλλον ἢ μυθικῶς ἀντέταξεν. ὁ δ̓ Ἀρχίλοχος ἐπὶ τῆς τἀναντία φρονούσης οὐ κακῶς εἶπε τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρί, τἠτέρῃ δὲ πῦρ. ἐν δὲ Πέρσαις τῶν ἱκετευμάτων μέγιστον ἦν καὶ ἀπαραίτητον, εἰ πῦρ λαβὼν ἱκετεύων καὶ ἐν ποταμῷ βεβηκὼς ἀπειλοίη μὴ τυχὼν τὸ πῦρ, εἰς τὸ ὕδωρ ἀφήσειν· ἐτύγχανε μὲν γὰρ ὧν ἐδεῖτο, τυχὼν δʼ ἐκολάζετο διὰ τὴν ἀπειλὴν ὡς παρὰ νόμον καὶ κατὰ τῆς φύσεως γενομένην. καὶ τοῦτο δὴ· τὸ πρόχειρον ἅπασι πῦρ ὕδατι μιγνύναι τὸ παροιμιαζόμενον ἐν τοῖς ἀδυνάτοις, μαρτυρεῖν ἔοικεν ὅτι τῷ πυρὶ τὸ ὕδωρ πολέμιόν ἐστι καὶ ὑπὸ τούτου φθείρεται καὶ κολάζεται σβεννύμενον, οὐχ ὑπὸ τοῦ ἀέρος τίον ὡς ὑπολαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ δέχεται μεταβάλλοντος· εἰ γὰρ αἰτία εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον ἐναντίον ἐστί, τί μᾶλλον τῷ ἀέρι τὸ πῦρ ἢ τὸ ὕδωρ ἐναντίον φανεῖται; μεταβάλλει γὰρ εἰς ὕδωρ συνιστάμενος; εἰς δὲ πῦρ διακρινόμενος· ὥσπερ αὖ πάλιν τὸ ὕδωρ διακρίσει μὲν εἰς ἀέρα φθείρεται συγκρίσει δʼ εἰς γῆν, ὡς μὲν ἐγὼ νομίζω διʼ οἰκειότητα τὴν πρὸς, ἀμφότερα καὶ συγγένειαν, οὐχ ὡς ἐναντίον ἑκατέρῳ καὶ πολέμιον. ἐκεῖνοι δέ, ὁποτέρως ἂν εἴπωσι, τὸ ἐπιχείρημα διαφθείρουσι. πήγνυσθαί γε μὴν ὑπὸ τοῦ ἀέρος; φάναι τὸ ὕδωρ ἀλογώτατόν ἐστιν, αὐτὸν τὸν ἀέρα μηδαμοῦ πηγνύμενον ὁρῶντας. νέφη γὰρ καὶ ὁμίχλαι καὶ κνηκίδες οὐ πήξεις εἰσὶν ἀλλὰ συστάσεις καὶ παχύτητες ἀέρος διεροῦ καὶ ἀτμώδους ὁ δʼ ἄνικμος καὶ ξηρὸς οὐδʼ ἄχρι ταύτης τὴν κατάψυξιν ἐνδέχεται τῆς μεταβολῆς. ἔστι γὰρ ἃ τῶν ὀρῶν οὐ λαμβάνει 1 νέφος; οὐδὲ δρόσον οὐδʼ ὁμίχλην, εἰς καθαρὸν ἀέρα καὶ ἄμοιρον ὑγρότητος ἐξικνούμενα τοῖς ἄκροις ᾧ μάλιστα δῆλόν ἐστιν ὡς αἱ κάτω πυκνώσεις καὶ συστάσεις τῷ ἀέρι συμμεμιγμένον ὑγρὸν καὶ ψυχρὸν ἐνδιδοῦσι. τὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον. τὰ γὰρ ἄνω παγέντα τὴν ἀναθυμίασιν οὐ διίησιν, ἀλλʼ ἐγκαθειργνυμένη καὶ ἀποστρεφομένη θερμότητα παρέχει τοῖς διὰ βάθους ὑγροῖς· ἀπόδειξις δὲ τούτου τὸ λυομένου τοῦ πάγου πάλιν ἀτμὸν πολὺν ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι; διὸ καὶ τὰ τῶν ζῴων σώματα χειμῶνός ἐστι θερμότερα τῷ συνέχειν τὸ θερμὸν ἐν ἑαυτοῖς ὑπὸ τῆς ἔξωθεν ψυχρότητος εἴσω συνελαυνόμενον. αἱ δʼ ἀναρύσεις καὶ μετεωρίσεις οὐ μόνον τὸ θερμὸν ἐξαιροῦσι τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ψυχρόν· ὅθεν ἥκιστα τὰς χιόνας καὶ τὸ συνθλιβόμενον ὑγρὸν ἀπʼ αὐτῶν οἱ σφόδρα ψυχροῦ δεόμενοι κινοῦσιν· ἐκστατικὸν γὰρ ἀμφοῖν ἡ κίνησις. ὅτι δʼ οὐκ ἀέρος ἐστὶν ἀλλʼ ὕδατος ἡ τοιαύτη δύναμις, οὕτως ἄν τις ἐξ ὑπαρχῆς ἐπέλθοι. πρῶτον μὲν οὐκ εἰκός ἐστιν ἀέρα, τῷ αἰθέρι γειτνιῶντα καὶ ψαύοντα τῆς περιφορᾶς καὶ ψαυόμενον οὐσίας πυρώδους, τὴν ἐναντίαν ἔχειν δύναμιν οὔτε γὰρ ἄλλως δυνατὸν ἁπτόμενα καὶ συνεχῆ τοῖς πέρασιν ὄντα δύο σώματα μὴ πάσχειν ὑπʼ ἀλλήλων, εἰ δὲ πάσχειν, μὴ ἀναπίμπλασθαι τῆς τοῦ κρείττονος δυνάμεως τὸ ἧττον οὔτε τὴν φύσιν ἔχει λόγον ἐφεξῆς τῷ φθείροντι τάξαι τὸ φθειρόμενον, ὥσπερ οὐ κοινωνίας οὖσαν οὐδʼ ἁρμονίας ἀλλὰ πολέμου καὶ μάχης δημιουργόν. χρῆται μὲν γὰρ ἐναντίοις εἰς τὰ ὅλα πράγμασι χρῆται δʼ οὐκ ἀκράτοις οὐδʼ ἀντιτύποις, ἀλλʼ ἐναλλάξ τινα θέσιν καὶ τάξιν οὐκ ἀναιρετικὴν ἀλλὰ κοινωνικὴν διʼ ἑτέρων καὶ συνεργὸν ἐν μέσῳ παρεμπλεκομένην ἔχουσι καὶ ταύτην εἴληφεν ὁ ἀήρ, ὑποκεχυμένος τῷ πυρὶ πρὸ τοῦ ὕδατος καὶ διαδιδοὺς; ἐπʼ ἀμφότερα καὶ συνάγων, οὔτε θερμὸς ὢν αὐτὸς οὔτε ψυχρὸς ἀλλὰ ψυχροῦ καὶ θερμοῦ μετακέρασμα καὶ κοινώνημα; μιγνυμένων ἐν αὐτῷ μῖξιν ἀβλαβῆ καὶ μαλακῶς ἀνιεῖσαν καὶ δεχομένην τὰς ἐναντίας ἀκρότητας.