καὶ ὁ Φαρνάκης, ἔτι μου λέγοντος, τοῦτʼ ἐκεῖνο πάλιν εἶπεν· ἐφʼ ἡμᾶς ἀφῖκται τὸ περίακτον ἐκ τῆς Ἀκαδημείας, ἐν τῷ πρὸς ἑτέρους λέγειν διατρίβοντας ἑκάστοτε μὴ παρέχειν ἔλεγχον ὧν αὐτοὶ λέγουσιν, ἀλλʼ ἀπολογουμένοις ἀεὶ χρῆσθαι μὴ κατηγοροῦσιν, ἂν ἐντυγχάνωσιν ἐμὲ δʼ οὖν οὐκ ἐξάξεσθε τήμερον εἰς τὸ διδόναι λόγον ὧν ἐπικαλεῖτε τοῖς Στωικοῖς, πρὶν εὐθύνας λαβεῖν παρʼ ὑμῶν, ἄνω τὰ κάτω τοῦ κόσμου ποιούντων καὶ ὁ Λεύκιος γελάσας μόνον εἶπεν ὦ τάν, μὴ κρίσιν ἡμῖν ἀσεβείας ἐπαγγείλῃς, ὥσπερ Ἀρίσταρχον ᾤετο δεῖν Κλεάνθης τὸν Σάμιον ἀσεβείας προσκαλεῖσθαι τοὺς Ἕλληνας, ὡς κινοῦντα τοῦ κόσμου τὴν ἑστίαν, ὅτι τὰ φαινόμενα σῴζειν ἁνὴρ ἐπειρᾶτο, μένειν τὸν οὐρανὸν ὑποτιθέμενος, ἐξελίττεσθαι δὲ κατὰ λοξοῦ κύκλου τὴν γῆν, ἅμα καὶ περὶ τὸν αὑτῆς ἄξονα δινουμένην. ἡμεῖς μὲν οὖν οὐδὲν αὐτοὶ παρʼ αὑτῶν λέγομεν, οἱ δὲ γῆν ὑποτιθέμενοι τὴν σελήνην, ὦ βέλτιστε, τί μᾶλλον ὑμῶν ἄνω τὰ κάτω ποιοῦσι, τὴν γῆν ἱδρυόντων ἐνταῦθα μετέωρον ἐν τῷ ἀέρι, πολλῷ τινι μείζονα τῆς σελήνης οὖσαν, ὡς ἐν τοῖς ἐκλειπτικοῖς πάθεσιν οἱ μαθηματικοὶ καὶ ταῖς διὰ τοῦ σκιάσματος παρόδοις τῆς ἐποχῆς τὸ μέγεθος ἀναμετροῦσιν; ἥ τε γὰρ σκιὰ τῆς γῆς ἐλάττων ὑπὸ μείζονος τοῦ φωτίζοντος ἀνατείνει καὶ τῆς σκιᾶς αὐτῆς λεπτὸν ὂν τὸ ἄνω καὶ στενὸν οὐδʼ Ὅμηρον, ὥς φασιν, ἔλαθεν, ἀλλὰ τὴν νύκτα θοήν ὀξύτητι τῆς σκιᾶς προσηγόρευσεν ὑπὸ τούτου δʼ ὅμως ἁλισκομένη ταῖς ἐκλείψεσιν ἡ σελήνη τρισὶ μόλις τοῖς αὑτῆς μεγέθεσιν ἀπαλλάττεται. σκόπει δὴ πόσων, γῆ σεληνῶν ἐστιν, εἰ σκιὰν ἀφίησιν, ᾗ βραχυτάτη, πλάτος τρισέληνον. ἀλλʼ ὅμως ὑπὲρ τῆς σελήνης μὴ πέσῃ δεδοίκατε· περὶ δὲ τῆς γῆς ἴσως Αἰσχύλος ὑμᾶς πέπεικεν, ὡς ὁ Ἄτλας ἕστηκε, κίονʼ οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον εἰ τῇ μὲν σελήνῃ κοῦφος ἀὴρ ὑποτρέχει καὶ στερεὸν ὄγκον οὐκ ἐχέγγυος ἐνεγκεῖν, τὴν δὲ γῆν κατὰ Πίνδαρον ἀδαμαντοπέδιλοι κίονες περιέχουσι· καὶ διὰ τοῦτο Φαρνάκης αὐτὸς μὲν ἐν ἀδείᾳ τοῦ πεσεῖν τὴν γῆν ἐστιν, οἰκτίρει δὲ τοὺς ὑποκειμένους τῇ μεταφορᾷ τῆς σελήνης Αἰθίοπας ἢ Ταπροβηνούς, μὴ βάρος αὐτοῖς ἐμπέσῃ τοσοῦτον. καίτοι τῇ μὲν σελήνῃ βοήθεια πρὸς τὸ. μὴ πεσεῖν ἡ κίνησις αὐτὴ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει τὴν κύκλῳ περιδίνησιν ἄγει γὰρ ἕκαστον ἡ κατὰ φύσιν κίνησις, ἂν ὑπʼ ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι· τὴν δὲ γῆν, ἑτέρας κινήσεως ἄμοιρον οὖσαν, εἰκὸς ἦν. μόνῳ τῷ βαρύνοντι κινεῖν · βαρυτέρα δʼ ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλʼ ἔτι μᾶλλον, ἅτε δὴ διὰ θερμότητα καὶ πύρωσιν ἐλαφρᾶς γεγενημένης. ὅλως δʼ ἔοικεν ἐξ ὧν λέγεις ἡ σελήνη, μᾶλλον, εἰ πῦρ ἐστι, γῆς δεῖσθαι καὶ ὕλης, ἐν ᾗ βέβηκε καὶ προσπέφυκε καὶ συνέχει καὶ ζωπυρεῖ τὴν δύναμιν· οὐ γὰρ ἔστι πῦρ χωρὶς ὕλης διανοηθῆναι σῳζόμενον· γῆν δέ φατε ὑμεῖς ἄνευ βάσεως καὶ ῥίζης διαμένειν. πάνυ μὲν οὖν εἶπεν ὁ Φαρνάκης τὸν μέσον τόπον ἔχουσαν, ὥσπερ αὐτῇ οἰκεῖον καὶ κατὰ φυσιν· οὗτος γάρ ἐστι, περὶ· ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δʼ ἄνω χώρα πᾶσα, κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναρριφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δʼ ἀφίησιν, πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον. πρὸς τοῦτʼ ἐγὼ τῷ Λευκίῳ χρόνον ἐγγενέσθαι βουλόμενος ἀναμιμνησκομένῳ, τὸν Θέωνα καλέσας τίς ἔφην ὦ Θέων, εἴρηκε τῶν τραγικῶν ὡς ἰατροὶ πικρὰν πικροῖς κλύζουσι φαρμάκοις χολήν; ἀποκριναμένου δὲ τοῦ Θέωνος ὅτι Σοφοκλῆς, καὶ δοτέον εἶπον ὑπʼ ἀνάγκης ἐκείνοις· φιλοσόφων δʼ οὐκ ἀκουστέον, ἂν τὰ παράδοξα παραδόξοις ἀμύνεσθαι βούλωνται καὶ μαχόμενοι πρὸς τὰ θαυμάσια τῶν δογμάτων ἀτοπώτερα καὶ θαυμασιώτερα πλάττωσιν, ὥσπερ οὗτοι τὴν ἐπὶ τὸ μέσον φορὰν εἰσάγουσιν. ᾗ τί παράδοξον οὐκ ἔνεστιν; οὐχὶ τὴν γῆν σφαῖραν εἶναι, τηλικαῦτα βάθη καὶ ὕψη καὶ ἀνωμαλίας ἔχουσαν; οὐκ ἀντίποδας οἰκεῖν, ὥσπερ θρῖπας ἢ γαλεώτας τραπέντα ἄνω τὰ κάτω τῇ γῇ προσισχομένους; ἡμᾶς δʼ αὐτοὺς μὴ πρὸς ὀρθὰς βεβηκότας ἀλλὰ πλαγίους ἐπιμένειν ἀπονεύοντας ὥσπερ οἱ μεθύοντες; οὐ μύδρους χιλιοταλάντους διὰ βάθους τῆς γῆς φερομένους, ὅταν ἐξίκωνται πρὸς τὸ μέσον, ἵστασθαι, μηδενὸς ἀπαντῶντος μηδʼ ὑπερείδοντος· εἰ δὲ ῥύμῃ κάτω φερόμενοι τὸ μέσον ὑπερβάλλοιεν, αὖθις ὀπίσω στρέφεσθαι καὶ ἀνακάμπτειν ἀπʼ αὐτῶν; οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς, γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον; οὐ ῥεῦμα λάβρον ὕδατος κάτω φερόμενον εἰ πρὸς τὸ μέσον ἔλθοι σημεῖον, ὅπερ αὐτοὶ λέγουσιν; ἀσώματον, ἵστασθαι περικρεμαννύμενον ἢ κύκλῳ περιπολεῖν, ἄπαυστον αἰώραν καὶ ἀκατάπαυστον αἰωρούμενον; οὐδὲ γὰρ ψευδῶς ἔνια τούτων βιάσαιτο ἄν τις αὑτὸν εἰς τὸ δυνατὸν τῇ ἐπινοίᾳ καταστῆσαι. τοῦτο γάρ ἐστι τὰ ἄνω κάτω καὶ πάντα τραπέμπαλιν εἶναι, τῶν ἄχρι τοῦ μέσου κάτω τῶν δʼ ὑπὸ τὸ μέσον αὖ πάλιν ἄνω γιγνομένων· ὥστʼ, εἴ τις συμπαθείᾳ τῆς γῆς τὸ μέσον αὐτῆς ἔχων σταίη περὶ τὸν ὀμφαλόν, ἅμα καὶ τὴν κεφαλὴν ἄνω καὶ τοὺς πόδας ἄνω ἔχειν τὸν αὐτόν· κἂν μὲν διασκάπτῃ τις τὸν ἐπέκεινα τόπον, ἀνακύπτον αὐτοῦ τὸ εἶναι καὶ κάτω ἄνωθεν ἕλκεσθαι τὸν ἀνασκαπτόμενον εἰ δὲ δὴ τούτῳ τις ἀντιβεβηκὼς νοοῖτο, τοὺς ἀμφοτέρων ἅμα πόδας ἄνω γίγνεσθαι καὶ λέγεσθαι. τοιούτων μέντοι καὶ τοσούτων παραδοξολογιῶν οὐ μὰ Δία πήραν, ἀλλὰ θαυματοποιοῦ τινος ἀποσκευὴν καὶ πυλαίαν κατανωτισάμενοι καὶ παρέλκοντες ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γʼ εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη, αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον ἔσται τῶν ῥεπόντων οὐ τῇ γῇ μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυΐας τοῖς ἀπωσμένοις αὐτῆς εἶτα πάλιν καταφερομένοις. ὡς γὰρ ὁ ἥλιος εἰς ἑαυτὸν ἐπιστρέφει τὰ μέρη ἐξ ὧν συνέστηκε, καὶ ἡ γῆ τὸν λίθον ὥσπερ ἴδιον καὶ προσήκοντα δέχεται καὶ φέρει πρὸς ἐκεῖνον· ὅθεν ἑνοῦται τῷ χρόνῳ καὶ συμφύεται πρὸς; αὐτὴν τῶν τοιούτων ἕκαστον. εἰ δέ τι τυγχάνει σῶμα τῇ γῇ μὴ προσνενεμημένον ἀπʼ ἀρχῆς μηδʼ ἀπεσπασμένον, ἀλλά που καθʼ αὑτὸ σύστασιν ἔσχεν ἰδίαν καὶ φύσιν, ὡς φαῖεν ἂν ἐκεῖνοι τὴν σελήνην, τί κωλύει χωρὶς εἶναι καὶ μένειν περὶ αὑτό, τοῖς αὑτοῦ πεπιεσμένον μέρεσι καὶ συμπεπεδημένον; οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. ὁ δὲ πάντα τὰ γεώδη καὶ βαρέα συνελαύνων εἰς μίαν χώραν καὶ μέρη ποιῶν ἑνὸς σώματος, οὐχ ὁρῶ διὰ τί τοῖς κούφοις τὴν αὐτὴν ἀνάγκην οὐκ ἀνταποδίδωσιν, ἀλλʼ ἐᾷ χωρὶς εἶναι συστάσεις πυρὸς τοσαύτας καὶ οὐ πάντας εἰς ταὐτὸ συνάγων τοὺς ἀστέρας σαφῶς οἴεται δεῖν καὶ σῶμα κοινὸν εἶναι τῶν ἀνωφερῶν καὶ φλογοειδῶν ἁπάντων. ἀλλʼ ἥλιον μὲν ἀπλέτους μυριάδας ἀπέχειν τῆς ἄνω περιφορᾶς φατε εἶπον ὦ φίλε Ἀπολλωνίδη, καὶ φωσφόρον ἐπʼ αὐτῷ καὶ στίλβοντα καὶ τοὺς ἄλλους πλάνητας ὑφιεμένους τε τῶν ἀπλανῶν καὶ πρὸς ἀλλήλους ἐν διαστάσεσι μεγάλαις φέρεσθαι· τοῖς δὲ βαρέσι καὶ γεώδεσιν οὐδεμίαν οἴεσθε τὸν κόσμον εὐρυχωρίαν παρέχειν ἐν ἑαυτῷ καὶ διάστασιν ὁρᾶτε ὅτι γελοῖόν ἐστιν, εἰ γῆν οὐ φήσομεν εἶναι τὴν σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν, ἄστρον δὲ φήσομεν, ὁρῶντες ἀπωσμένην τῆς ἄνω περιφορᾶς μυριάσι σταδίων τοσαύταις καὶ ὥσπερ εἰς βυθόν τινα καταδεδυκυῖαν τῶν μὲν γʼ ἄστρων κατωτέρω τοσοῦτὸν ἐστιν, ὅσον οὐκ ἄν τις εἴποι μέτρον, ἀλλʼ ἐπιλείπουσιν ὑμᾶς τοὺς μαθηματικοὺς ἐκλογιζομένους οἱ ἀριθμοί, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον ἅρματος ὥσπερ ἂν ἴχνος ἑλίσσεται φησὶν Ἐμπεδοκλῆς ἥ τε περὶ ἄκραν οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς; ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷ παμμέγεθες εἶναι τὸ φωτίζον· ἀλλʼ οὕτως ἔοικεν ἐν χρῷ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὥστʼ ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπʼ αὐτῆς, μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τόπον, ὃς γῆς κλῆρός ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην. σκόπει δὲ τοὺς ἄλλους ἀφεὶς ἀπλανεῖς καὶ πλάνητας, ἃ δείκνυσιν Ἀρίσταρχος; ἐν τῷ Περὶ μεγεθῶν καὶ ἀποστημάτων ὅτι τὸ τοῦ ἡλίου ἀπόστημα τοῦ ἀποστήματος τῆς σελήνης ὃ ἀφέστηκεν ἡμῶν πλέον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δʼ ἢ εἰκοσαπλάσιόν ἐστι καίτοι ὁ τὴν σελήνην ἐπὶ μήκιστον αἴρων ἀπέχειν φησὶν ἡμῶν ἓξ καὶ πεντηκονταπλάσιον τῆς,· ἐκ τοῦ κέντρου τῆς γῆς· αὕτη δʼ ἐστὶ τεσσάρων μυριάδων καὶ κατὰ τοὺς μέσως ἀναμετροῦντας· καὶ ἀπὸ ταύτης συλλογιζομένοις ἀπέχει ὁ ἥλιος τῆς σελήνης πλέον ἢτετρακισχιλίας τριάκοντα μυριάδας οὕτως ἀπῴκισται τοῦ ἡλίου διὰ βάρος καὶ τοσοῦτο τῇ γῇ προσκεχώρηκεν, ὥστε, εἰ τοῖς τόποις τὰς οὐσίας διαιρετέον, ἡ γῆς μοῖρα καὶ ὥρα προσκαλεῖται σελήνην καὶ τοῖς περὶ γῆν πράγμασι καὶ σώμασιν ἐπίδικὸς ἐστι κατʼ ἀγχιστείαν καὶ γειτνίασιν. καὶ οὐδὲν, οἶμαι, πλημμελοῦμεν, ὅτι τοῖς ἄνω προσαγορευομένοις βάθος τοσοῦτο καὶ διάστημα διδόντες ἀπολείπομὲν τινα καὶ τῷ κάτω περιδρομὴν καὶ πλάτος, ὅσον ἐστὶν ἀπὸ γῆς ἐπὶ σελήνην οὔτε γὰρ ὁ τὴν ἄκραν ἐπιφάνειαν τοῦ οὐρανοῦ μόνην ἄνω τἄλλα δὲ κάτω προσαγορεύων ἅπαντα μέτριός ἐστιν, οὔθʼ ὁ τῇ γῇ μᾶλλον δʼ ὁ τῷ κέντρῳ τὸ κάτω περιγράφων ἀνεκτός· ἀλλὰ καὶ κινητικο ταύτῃ διάστημα τὸ δέον ἐπιχωροῦντος τοῦ κόσμου· διὰ μέγεθος. πρὸς δὲ τὸν ἀξιοῦντα πᾶν εὐθὺς ἄνω καὶ μετέωρον εἶναι τὸ ἀπὸ τῆς γῆς ἕτερος ἀντηχεῖ πάλιν εὐθὺς εἶναι κάτω τὸ ἀπὸ τῆς ἀπλανοῦς περιφορᾶς.