<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg126.perseus-grc2" type="edition" xml:lang="grc"><div n="26" subtype="section" type="textpart"><p rend="indent">ἔτι δʼ ἐμοῦ σχεδὸν λέγοντος, ὁ Σύλλας
ὑπολαβών <q>ἐπίσχες</q> εἶπεν <q>ὦ Λαμπρία, καὶ παραβαλοῦ
<milestone n="5" unit="tlnum"/>
τὸ θυρίον τοῦ λόγου, μὴ λάθῃς τὸν μῦθον
ὥσπερ εἰς γῆν ἐξοκείλας καὶ συγχέῃς τὸ δρᾶμα τοὐμὸν
<milestone n="941a" unit="stephpage" xml:id="stephpage-941a"/> ἑτέραν ἔχον σκηνὴν καὶ διάθεσιν, ἐγὼ μὲν οὖν ὑποκριτής εἰμι, πρότερον δʼ αὐτοῦ φράσω τὸν ποιητὴν ὑμῖν εἰ μή τι κωλύει καθʼ Ὅμηρον
ἀρξάμενος
<milestone n="10" unit="tlnum"/>
<quote rend="blockquote">Ὠγυγίη  τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται</quote> 
δρόμον ἡμερῶν πέντε Βρεττανίας ἀπέχουσα πλέοντι
πρὸς; ἑσπέραν· ἕτεραι δὲ τρεῖς ἴσον ἐκείνης ἀφεστῶσαι καὶ ἀλλήλων πρόκεινται μάλιστα κατὰ δυσμὰς; ἡλίου
<milestone n="15" unit="tlnum"/> θερινάς· ὧν ἐν μιᾷ τὸν Κρόνον οἱ βάρβαροι καθεῖρχθαι μυθολογοῦσιν ὑπὸ τοῦ Διός, τὸν δʼ ὡς υἱὸν ἔχοντα φρουρὸν τῶν τε νήσων ἐκείνων καὶ τῆς θαλάττης, ἣν Κρόνιον πέλαγος ὀνομάζουσι, πέραν
<milestone n="941b" unit="stephpage" xml:id="stephpage-941b"/>
κατῳκίσθαι τὴν δὲ μεγάλην ἤπειρον, ὑφʼ ἧς ἡ μεγάλη
<milestone n="20" unit="tlnum"/> περιέχεται κύκλῳ θάλαττα, τῶν μὲν ἄλλων ἔλαττον ἀπέχειν, τῆς δʼ  Ὠγυγίας
περὶ πεντακισχιλίους σταδίους κωπήρεσι πλοίοις κομιζομένῳ· βραδύπορον γὰρ εἶναι καὶ πηλῶδες ὑπὸ πλήθους ῥευμάτων τὸ πέλαγος· τὰ δὲ· ῥεύματα τὴν μεγάλην ἐξιέναι γῆν
<milestone n="25" unit="tlnum"/>
καὶ γίγνεσθαι προσχώσεις ἀπʼ αὐτῶν καὶ βαρεῖαν
<pb xml:id="v.5.p.460"/> εἶναι καὶ γεώδη τὴν θάλατταν, ᾗ καὶ πεπηγέναι δόξαν ἔσχε. τῆς δʼ ἠπείρου τὰ πρὸς τῇ θαλάττῃ κατοικεῖν Ἕλληνας περὶ κόλπον οὐκ ἐλάττονα τῆς Μαιώτιδος, οὗ τὸ στόμα τῷ στόματι τοῦ Κασπίου
<milestone n="5" unit="tlnum"/>
<milestone n="941c" unit="stephpage" xml:id="stephpage-941c"/> πελάγους μάλιστα κατʼ εὐθεῖαν κεῖσθαι· λαλεῖν δὲ καὶ νομίζειν ἐκείνους ἠπειρώτας μὲν αὑτοὺς νησιώτας δὲ τοὺς ταύτην τὴν γῆν κατοικοῦντας, ὡς καὶ κύκλῳ περίρρυτον οὖσαν ὑπὸ τῆς θαλάσσης· οἴεσθαι δὲ τοῖς Κρόνου λαοῖς ἀναμιχθέντας ὕστερον τοὺς μεθʼ
<milestone n="10" unit="tlnum"/>Ἡρακλέους παραγενομένους καὶ ὑπολειφθέντας ἤδη σβεννύμενον τὸ Ἑλληνικὸν ἐκεῖ καὶ κρατούμενον γλώττῃ τε βαρβαρικῇ καὶ νόμοις καὶ διαίταις οἷον ἀναζωπυρῆσαι πάλιν ἰσχυρὸν καὶ πολὺ γενόμενον διὸ τιμὰς ἔχειν πρώτας τὸν Ἡρακλέα, δευτέρας δὲ
<milestone n="15" unit="tlnum"/>
τὸν Κρόνον. ὅταν οὖν ὁ τοῦ Κρόνου ἀστήρ, ὃν
Φαίνοντα μὲν ἡμεῖς, ἐκείνους δὲ Νυκτοῦρον ἔφη καλεῖν, εἰς Ταῦρον παραγένηται διʼ ἐτῶν τριάκοντα, παρασκευασαμένους ἐν χρόνῳ πολλῷ τὰ περὶ τὴν
<milestone n="941d" unit="stephpage" xml:id="stephpage-941d"/> θυσίαν καὶ τὸν ἀπόπλουν ἐκπέμπειν κλήρῳ λαχόντας
<milestone n="20" unit="tlnum"/>
ἐν πλοίοις τοσούτοις θεραπείαν τε πολλὴν καὶ παρασκευὴν ἀναγκαίαν μέλλουσι πλεῖν πέλαγος τοσοῦτον εἰρεσίᾳ καὶ χρόνον ἐπὶ ξένης βιοτεύειν πολὺν ἐμβαλλομένους· ἀναχθέντας οὖν χρῆσθαι τύχαις, ὡς εἰκός, ἄλλους ἄλλαις· τοὺς δὲ διασωθέντας
<milestone n="25" unit="tlnum"/>
ἐκ τῆς θαλάττης πρῶτον μὲν ἐπὶ τὰς
<pb xml:id="v.5.p.461"/> προκειμένας νήσους οἰκουμένας δʼ ὑφʼ Ἑλλήνων κατίσχειν
καὶ τὸν ἥλιον ὁρᾶν κρυπτόμενον ὥρας μιᾶς ἔλαττον
ἐφʼ ἡμέρας τριάκοντα καὶ νύκτα τοῦτʼ εἶναι, σκότος ἔχουσαν ἐλαφρὸν καὶ λυκαυγὲς ἀπὸ δυσμῶν
<milestone n="5" unit="tlnum"/>
περιλαμπόμενον ἐκεῖ διατρίψαντας ἡμέρας ἐνενήκοντα,
<milestone n="941e" unit="stephpage" xml:id="stephpage-941e"/> μετὰ τιμῆς καὶ φιλοφροσύνης ἱεροὺς νομιζομένους καὶ προσαγορευομένους, ὑπὸ πνευμάτων ἢδη
περαιοῦσθαι· μηδʼ ἄλλους τινὰς ἐνοικεῖν ἢ σφᾶς τʼ, αὐτοὺς καὶ τοὺς πρὸ αὐτῶν ἀποπεμφθέντας· ἐξεῖναι
<milestone n="10" unit="tlnum"/> μὲν γὰρ ἀποπλεῖν οἴκαδε τοὺς τῷ θεῷ τὰ τρὶς δέκʼ
ἔτη συλλατρεύσαντας, αἱρεῖσθαι δὲ τοὺς πλείστους ἐπιεικῶς αὐτόθι κατοικεῖν, τοὺς μὲν ὑπὸ συνηθείας,
τοὺς δʼ ὅτι πόνου δίχα καὶ πραγμάτων ἄφθονα πάρεστι πάντα, πρὸς θυσίαις καὶ χορηγίαις ἢ περὶ λόγους
<milestone n="15" unit="tlnum"/>
<milestone n="941f" unit="stephpage" xml:id="stephpage-941f"/>
τινὰς ἀεὶ καὶ φιλοσοφίαν διατρίβουσι. θαυμαστὴν γὰρ εἶναι τῆς τε νήσου τὴν φύσιν καὶ τὴν πραότητα τοῦ περιέχοντος ἀέρος, ἐνίοις δὲ καὶ τὸ θεῖον ἐμποδὼν γίγνεσθαι διανοηθεῖσιν ἀποπλεῖν
ὥσπερ συνήθεσι καὶ φίλοις ἐπιδεικνύμενον οὐκ
<milestone n="20" unit="tlnum"/> ὄναρ γὰρ μόνον οὐδὲ διὰ συμβόλων, ἀλλὰ καὶ φανερῶς ἐντυγχάνειν πολλοὺς ὄψεσι δαιμόνων καὶ
φωναῖς. αὐτὸν μὲν γὰρ τὸν Κρόνον ἐν ἄντρῳ βαθεῖ περιέχεσθαι πέτρας χρυσοειδοῦς καθεύδοντα, τὸν γὰρ ὕπνον αὐτῷ μεμηχανῆσθαι δεσμὸν ὑπὸ τοῦ
<milestone n="25" unit="tlnum"/>Διός, ὄρνιθας; δὲ τῆς πέτρας κατὰ κορυφὴν
<pb xml:id="v.5.p.462"/>
εἰσπετομένους ἀμβροσίαν ἐπιφέρειν αὐτῷ, καὶ τὴν νῆσον εὐωδίᾳ κατέχεσθαι πᾶσαν, ὥσπερ ἐκ πηγῆς σκιδναμένῃ
<milestone n="942a" unit="stephpage" xml:id="stephpage-942a"/> τῆς πέτρας· τοὺς δὲ δαίμονας ἐκείνους περιέπειν καὶ θεραπεύειν τὸν Κρόνον, ἑταίρους αὐτῷ
<milestone n="5" unit="tlnum"/> γενομένους, ὅτε δὴ θεῶν καὶ ἀνθρώπων ἐβασίλευε καὶ πολλὰ μὲν ἀφʼ ἑαυτῶν μαντικοὺς ὄντας προλέγειν,
τὰ δὲ μέγιστα καὶ περὶ τῶν μεγίστων ὡς ὀνείρατα τοῦ Κρόνου κατιόντας ἐξαγγέλλειν  ὅσα γὰρ
ὁ Ζεύς προδιανοεῖται, ταῦτʼ ὀνειροπολεῖν τὸν Κρόνον·
<milestone n="10" unit="tlnum"/>
εἶναι δʼ ἀνάστασιν τὰ τιτανικὰ πάθη καὶ κινήματα τῆς ψυχῆς ἐν αὐτῷ παντάπασιν ὁ ὕπνος καὶ γένηται τὸ βασιλικὸν καὶ θεῖον αὐτὸ καθʼ ἑαυτὸ
<milestone n="942b" unit="stephpage" xml:id="stephpage-942b"/> καθαρὸν καὶ ἀκήρατον. ἐνταῦθα δὴ κομισθείς, ὡς
ἔλεγεν, ὁ ξένος καὶ θεραπεύων τὸν θεὸν ἐπὶ σχολῆς,
<milestone n="15" unit="tlnum"/>
ἀστρολογίας μὲν ἐφʼ ὅσον γεωμετρήσαντι πορρωτάτω προελθεῖν δυνατόν ἐστιν ἐμπειρίαν ἔσχε,
φιλοσοφίας δὲ τῆς ἄλλης τῷ φυσικῷ χρώμενος.
ἐπιθυμίαν δέ τινα καὶ πόθον ἔχων γενέσθαι τῆς μεγάλης νήσου θεατής· οὕτω γὰρ ὡς ἔοικε τὴν
<milestone n="20" unit="tlnum"/> παρʼ ἡμῖν οἰκουμένην ὀνομάζουσιν ἐπειδὴ τὰ τριάκοντʼ ἔτη διῆλθεν, ἀφικομένων τῶν διαδόχων οἴκοθεν, ἀσπασάμενος τοὺς φίλους ἐξέπλευσε, τὰ μὲν ἄλλα κατεσκευασμένος εὐσταλῶς ἐφόδιον δὲ
<pb xml:id="v.5.p.463"/> συχνὸν ἐν χρυσοῖς ἐκπώμασι κομίζων. ἃ μὲν οὖν
ἔπαθε καὶ ὅσους ἀνθρώπους
διῆλθεν, ἱεροῖς τε
<milestone n="942c" unit="stephpage" xml:id="stephpage-942c"/> γράμμασιν ἐντυγχάνων ἔν τε τελεταῖς πάσαις τελούμενος,
οὐ μιᾶς ἡμέρας ἔργον ἐστὶ διελθεῖν, ὡς ἐκεῖνος
<milestone n="5" unit="tlnum"/> ἡμῖν ἀπήγγελλεν, εὖ μάλα καὶ καθʼ ἕκαστον ἀπομνημονεύων ὅσα δʼ οἰκεῖα τῆς ἐνεστώσης διατριβῆς ἐστιν, ἀκούσατε. πλεῖστον γὰρ ἐν Καρχηδόνι χρόνον διέτριψεν, ἅτε δὴ παρʼ ἡμῖν μεγάλας
ἔχοντος καί τινας, ὅθʼ ἡ προτέρα πόλις ἀπώλλυτο,
<milestone n="10" unit="tlnum"/>
διφθέρας ἱερὰς ὑπεκκομισθείσας κρύφα καὶ διαλαθούσας πολὺν χρόνον ἐν γῇ κειμένας ἐξευρὼν τῶν τε φαινομένων θεῶν ἔφη χρῆναι καί μοι παρεκελεύετο τιμᾶν διαφερόντως τὴν Σελήνην, ὡς τοῦ βίου κυριωτάτην οὖσαν <gap reason="lost" rend="**"/> ἐχομένην.</q> </p></div><div n="27" subtype="section" type="textpart"><p rend="indent"><milestone n="15" unit="tlnum"/>
    θαυμάζοντος δʼ ἐμοῦ ταῦτα καὶ δεομένου
<milestone n="942d" unit="stephpage" xml:id="stephpage-942d"/> σαφέστερον ἀκοῦσαι, <q>πολλά</q> εἶπεν <q>ὦ Σύλλα, περὶ θεῶν οὐ πάντα δὲ καλῶς λέγεται παρʼ Ἕλλησιν.
οἷον εὐθὺς ὀρθῶς Δήμητρα καὶ Κόρην ὀνομάζοντες
οὐκ ὀρθῶς ὁμοῦ καὶ περὶ τὸν αὐτὸν ἀμφοτέρας
<milestone n="20" unit="tlnum"/> εἶναι τόπον νομίζουσιν ἡ μὲν γὰρ ἐν γῇ καὶ κυρία
τῶν περὶ γῆν ἐστιν ἡ δʼ ἐν σελήνῃ καὶ τῶν περὶ σελήνην. κόρη δὲ καὶ Φερσεφόνη κέκληται τὸ μὲν
ὡς φωσφόρος οὖσα,. κόρη δʼ ὅτι καὶ τοῦ ὄμματος,
ἐν ᾧ τὸ εἴδωλον ἀντιλάμπει τοῦ βλέποντος,, ὥσπερ
<pb xml:id="v.5.p.464"/>
τὸ ἡλίου φέγγος ἐνορᾶται τῇ σελήνῃ, κόρην προσαγορεύομεν. τοῖς τε περὶ τὴν πλάνην καὶ τὴν ζήτησιν
<milestone n="942e" unit="stephpage" xml:id="stephpage-942e"/> αὐτῶν λεγομένοις ἔνεστι <gap reason="lost" rend="**"/> ἀληθές· ἀλλήλων γὰρ ἐφίενται χωρὶς οὖσαι καὶ συμπλέκονται περὶ
<milestone n="5" unit="tlnum"/> τὴν σκιὰν πολλάκις· τὸ δὲ νῦν μὲν ἐν οὐρανῷ καὶ
φωτί, νῦν δʼ ἐν σκότῳ καὶ νυκτὶ γενέσθαι περὶ τὴν Κόρην, ψεῦδος μὲν οὐκ ἔστιν, ὁ δὲ χρόνος τῷ ἀριθμῷ πλάνην παρέσχηκεν. οὐ γὰρ ἓξ μῆνας ἀλλὰ παρʼ ἓξ μῆνας ὁρῶμεν αὐτὴν ὑπὸ τῆς γῆς, ὥσπερ
<milestone n="10" unit="tlnum"/>
<milestone n="942f" unit="stephpage" xml:id="stephpage-942f"/> ὑπὸ τῆς μητρός, τῇ σκιᾷ λαμβανομένην, ὀλιγάκις δὲ τοῦτο διὰ πέντε μηνῶν πάσχουσαν· ἐπεὶ τὸν γʼ
Ἅιδην ἀπολιπεῖν ἀδύνατόν ἐστιν αὐτήν, τοῦ Ἅιδου
πέρας οὖσαν, ὥσπερ καὶ Ὅμηρος ἐπικρυψάμενος οὐ
φαύλως τοῦτʼ εἶπεν
<milestone n="15" unit="tlnum"/>
<quote rend="blockquote">ἀλλʼ εἰς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης·</quote> 
ὅπου γὰρ ἡ σκιὰ τῆς γῆς ἐπινεμομένη παύεται, τοῦτο τέρμα τῆς γῆς ἔθετο καὶ πέρας· εἰς δὲ τοῦτο φαῦλος μὲν οὐδεὶς οὐδʼ ἀκάθαρτος ἄνεισιν, οἱ δὲ χρηστοὶ μετὰ τὴν τελευτὴν κομισθέντες αὐτόθι,
<milestone n="20" unit="tlnum"/> ῥᾷστον μὲν οὕτω βίον, οὐ μὴν μακάριον οὐδὲ θεῖον ἔχοντες, ἄχρι τοῦ δευτέρου θανάτου διατελοῦσι.</q> </p></div><div n="28" subtype="section" type="textpart"><p rend="indent"><q>τίς  δʼ οὗτός ἐστιν, ὦ Σύλλα;</q><q>μὴ περὶ
<milestone n="943a" unit="stephpage" xml:id="stephpage-943a"/> τούτων ἔρῃ, μέλλω γὰρ αὐτὸς διηγεῖσθαι. τὸν
<pb xml:id="v.5.p.465"/> ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυεῖν
δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται· μόριον
γὰρ εἶναί πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν
ἧττον ἐκείνων· ἁμαρτάνοντες, οἷς ἡ ψυχὴ δοκεῖ
<milestone n="5" unit="tlnum"/>
μόριον εἶναι τοῦ σώματος· νοῦς γὰρ ψυχῆς ὅσῳ
ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον. ποιεῖ
δʼ ἡ μὲν ψυχῆς καὶ σώματος μῖξις τὸ ἄλογον καὶ
τὸ παθητικόν, ἡ δὲ νοῦ καὶ ψυχῆς σύνοδος λόγον,
ὧν τὸ μὲν ἡδονῆς ἀρχὴ καὶ πόνου τὸ δʼ ἀρετῆς
<milestone n="10" unit="tlnum"/> καὶ κακίας. τριῶν δὲ τούτων συμπαγέντων, τὸ μὲν σῶμ̓ ἡ γῆ τὴν δὲ ψυχὴν ἡ σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν <gap reason="lost" rend="**"/> ὥσπερ
αὖ τῇ σελήνῃ τὸ φέγγος. ὃν δʼ ἀποθνήσκομεν θάνατον,
<milestone n="943b" unit="stephpage" xml:id="stephpage-943b"/>
ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν ἄνθρωπον ὁ
<milestone n="15" unit="tlnum"/>
δʼ ἓν ἐκ δυεῖν, καὶ ὁ μέν ἐστιν ἐν τῇ τῆς Δήμητρος
<gap reason="lost" rend="**"/> ἐν αὐτῇ τελεῖν, καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους ὠνόμαζον τὸ παλαιόν· ὁ δʼ ἐν τῇ σελήνῃ
τῆς Φερσεφόνης, καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς δʼ οὐράνιος· λύει δʼ αὕτη
<milestone n="20" unit="tlnum"/> μὲν ταχὺ καὶ μετὰ βίας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος,
ἡ δὲ Φερσεφόνη πράως καὶ χρόνῳ πολλῷ
<pb xml:id="v.5.p.466"/> τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μονογενὴς
κέκληται· μόνον γὰρ γίγνεται τὸ βέλτιστον τἀνθρώπου
διακρινόμενον αὐτῆς. συντυγχάνει δʼ οὕτως
<milestone n="943c" unit="stephpage" xml:id="stephpage-943c"/> κατὰ φύσιν ἑκάτερον· πᾶσαν ψυχήν, ἄνουν τε καὶ
<milestone n="5" unit="tlnum"/> σὺν νῷ, σώματος ἐκπεσοῦσαν εἱμαρμένον ἐστὶν ἐν
τῷ· μεταξὺ γῆς καὶ σελήνης χωρίῳ πλανηθῆναι
χρόνον οὐκ ἴσον ἀλλʼ  αἱ μὲν ἄδικοι καὶ ἀκόλαστοι δίκας τῶν ἀδικημάτων τίνουσι· τὰς δʼ ἐπιεικεῖς,
ὅσον ἀφαγνεῦσαι καὶ ἀποπνεῦσαι τοὺς ἀπὸ τοῦ σώματος
<milestone n="10" unit="tlnum"/>
ὥσπερ ἀτμοῦ πονηροῦ μιασμούς, ἐν τῷ πραοτάτῳ τοῦ ἀέρος, ὃν λειμῶνας Ἅιδου καλοῦσι, δεῖ
γίγνεσθαι χρόνον τινὰ τεταγμένον· εἶθʼ οἷον ἐξ
ἀποδημίας ἀνακομιζόμεναι φυγαδικῆς εἰς πατρίδα, γεύονται χαρᾶς, οἵαν οἱ τελούμενοι μάλιστα θορύβῳ
<milestone n="15" unit="tlnum"/>
<milestone n="943d" unit="stephpage" xml:id="stephpage-943d"/> καὶ πτοήσει συγκεκραμένην μετʼ ἐλπίδος ἡδείας ἔχουσι·
πολλὰς γὰρ ἐξωθεῖ καὶ ἀποκυματίζει γλιχομένας ἤδη τῆς σελήνης, ἐνίας δὲ καὶ τῶν ἐκεῖ περικάτω τρεπομένας
οἷον εἰς βυθὸν αὖθις ὁρῶσι καταδυομένας,
αἱ δʼ ἄνω γενόμεναι καὶ βεβαίως ἱδρυθεῖσαι πρῶτον
<milestone n="20" unit="tlnum"/> μέν, ὥσπερ οἱ νικηφόροι, περιίασιν ἀναδούμεναι στεφάνοις πτερῶν εὐσταθείας λεγομένοις, ὅτι τῆς ψυχῆς τὸ ἄλογον καὶ τὸ παθητικὸν εὐήνιον ἐπιεικῶς
τῷ λόγῳ καὶ κεκοσμημένον ἐν τῷ βίῳ παρέσχοντο.
<pb xml:id="v.5.p.467"/>
δεύτερον, ἀκτῖνι τὴν ὄψιν ἐοικυῖαι, πυρὶ δὲ τὴν ψυχὴν ἄνω κουφιζομένην, ὥσπερ ἐνταῦθα, τῷ περὶ
<milestone n="943e" unit="stephpage" xml:id="stephpage-943e"/> τὴν σελήνην αἰθέρι, καὶ τόνον ἀπʼ αὐτοῦ καὶ δύναμιν,
οἷον τὰ στομούμενα βαφὴν, ἴσχουσι· τὸ γὰρ
<milestone n="5" unit="tlnum"/>
ἀραιὸν ἔτι καὶ διακεχυμένον ῥώννυται καὶ γίγνεται σταθερὸν καὶ διαυγές, ὥσθʼ ὑπὸ τῆς τυχούσης ἀναθυμιάσεως τρέφεσθαι· καὶ καλῶς Ἡράκλειτος εἶπεν ὅτι <q>αἱ ψυχαὶ ὀσμῶνται καθʼ Ἅιδην.</q> </q></p></div><div n="29" subtype="section" type="textpart"><p rend="indent">ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ
<milestone n="10" unit="tlnum"/>
μέγεθος καὶ τὸ κάλλος; καὶ τὴν φύσιν οὐχ ἁπλῆν
οὐδʼ ἄμικτον, ἀλλʼ οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν· ὡς γὰρ ἡ γῆ πνεύματι μεμιγμένη καὶ ὑγρῷ μαλακὴ γέγονε καὶ τὸ αἷμα τῇ σαρκὶ παρέχει τὴν
αἴσθησιν ἐγκεκραμένον, οὕτω τῷ αἰθέρι λέγουσι
<milestone n="15" unit="tlnum"/> τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον
εἶναι καὶ γόνιμον, ἅμα δʼ ἰσόρροπον ἔχειν
<milestone n="943f" unit="stephpage" xml:id="stephpage-943f"/> τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος. καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι
<milestone n="20" unit="tlnum"/> παντάπασι τῆς· κατὰ τόπον κινήσεως. ταῦτα δὲ καὶ
Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν
ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν <gap reason="lost" rend="**"/> μεταξὺ φύσεων ἀναλογίᾳ δοθεισῶν
<milestone n="25" unit="tlnum"/>
ἀποφηνάμενος· οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικνεῖσθαι,
ᾧ μή τι γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ
<pb xml:id="v.5.p.468"/> Ξενοκράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι
<milestone n="944a" unit="stephpage" xml:id="stephpage-944a"/> καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην
ἐκ τοῦ δευτέρου, πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν
δὲ γῆν ἐξ ὕδατος καὶ ἀέρος καὶ τοῦ τρίτου τῶν
<milestone n="5" unit="tlnum"/> πυκνῶν ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθʼ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν. καὶ ταῦτα μὲν περὶ οὐσίας σελήνης. εὖρος δὲ καὶ μέγεθος
οὐχ ὅσον οἱ γεωμέτραι λέγουσιν, ἀλλὰ μεῖζον πολλάκις
ἐστί καταμετρεῖ δὲ τὴν σκιὰν τῆς γῆς ὀλιγάκις τοῖς ἑαυτῆς μεγέθεσιν οὐχ ὑπὸ. σμικρότητος,
<milestone n="10" unit="tlnum"/> ἀλλὰ θερμότητος, ᾗ ἐπείγει τὴν κίνησιν ὅπως ταχὺ διεκπερᾷ τὸν σκοτώδη τόπον ὑπεκφέρουσα τὰς τῶν ἀγαθῶν ψυχὰς σπευδούσας καὶ βοώσας οὐκέτι γὰρ
ἐξακούουσιν ἐν τῇ σκιᾷ γενόμεναι τῆς περὶ τὸν
<milestone n="944b" unit="stephpage" xml:id="stephpage-944b"/> οὐρανὸν ἁρμονίας· ἅμα δὲ καὶ κάτωθεν αἱ τῶν
<milestone n="15" unit="tlnum"/> κολαζομένων ψυχαὶ τηνικαῦτα διὰ τῆς σκιᾶς ὀδυρόμεναι καὶ ἀλαλάζουσαι προσφέρονται· διὸ καὶ κροτεῖν
ἐν ταῖς ἐκλείψεσιν εἰώθασιν οἱ πλεῖστοι χαλκώματα καὶ ψόφον ποιεῖν καὶ πάταγον ἐπὶ τὰς
ψυχάς· ἐκφοβεῖ δʼ αὐτὰς καὶ τὸ καλούμενον πρόσωπον,
<milestone n="20" unit="tlnum"/> ὅταν ἐγγὺς γένωνται, βλοσυρόν τι καὶ φρικῶδες ὁρώμενον. ἔστι δʼ οὐ τοιοῦτον, ἀλλʼ ὥσπερ
ἡ παρʼ ἡμῖν ἔχει γῆ κόλπους βαθεῖς καὶ μεγάλους,
ἕνα μὲν ἐνταῦθα διὰ στηλῶν Ἡρακλείων ἀναχεόμενον
<milestone n="944c" unit="stephpage" xml:id="stephpage-944c"/> εἴσω πρὸς ἡμᾶς, ἔξω δὲ τὸν Κάσπιον καὶ
<pb xml:id="v.5.p.469"/> τοὺς περὶ τὴν Ἐρυθρὰν θάλατταν, οὕτω βάθη ταῦτα τῆς σελήνης ἐστὶ καὶ κοιλώματα· καλοῦσι δʼ αὐτῶν
τὸ μὲν μέγιστον Ἑκάτης μυχόν, ὅπου καὶ δίκας διδόασιν αἱ ψυχαὶ καὶ λαμβάνουσιν ὧν ἂν, ἢδη
<milestone n="5" unit="tlnum"/> γεγενημέναι δαίμονες ἢ πάθωσιν ἢ δράσωσι· τὰ δὲ δύο μακρά· περαιοῦνται γὰρ αἱ ψυχαὶ διʼ αὐτῶν,
νῦν μὲν εἰς τὰ πρὸς οὐρανὸν τῆς σελήνης, νῦν δὲ πάλιν εἰς τὰ πρὸς γῆν ὀνομάζεσθαι δὲ τὰ μὲν πρὸς οὐρανὸν τῆς σελήνης Ἠλύσιον πεδίον, τὰ δʼ
<milestone n="10" unit="tlnum"/>
ἐνταῦθα Φερσεφόνης ἀντίχθονος.
</p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent"><q>οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπʼ αὐτῆς οἱ δαίμονες, ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι,
<milestone n="944d" unit="stephpage" xml:id="stephpage-944d"/> καὶ ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελετῶν κολασταί τε γίνονται καὶ
<milestone n="15" unit="tlnum"/>
φύλακες ἀδικημάτων καὶ σωτῆρες ἔν τε πολέμοις 
καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν. ὅ τι δʼ ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλʼ ὑπʼ ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ, δἰκην τίνουσιν· ὠθοῦνται γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις.
<milestone n="20" unit="tlnum"/>
ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες ἔφασαν αὐτοὺς εἶναι · καὶ πρότερον
ἐν τῇ Κρήτῃ τοὺς Ἰδαίους Δακτύλους, ἔν τε
<milestone n="944e" unit="stephpage" xml:id="stephpage-944e"/>Φρυγίᾳ τοὺς Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους
<milestone n="25" unit="tlnum"/>
ἄλλους πολλαχόθι τῆς οἰκουμένης· ὧν ἱερὰ καὶ
<pb xml:id="v.5.p.470"/> τιμαὶ καὶ προσηγορίαι διαμένουσιν ἔτι· ἀπολείπουσι
δʼ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων. τυγχάνουσι δʼ οἱ μὲν πρότερον
οἱ δʼ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς
<milestone n="5" unit="tlnum"/> ψυχῆς· ἀποκρίνεται δʼ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, διʼ ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δʼ ἄλλως, ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίγνεσθαι ὀρεγομένην
<milestone n="10" unit="tlnum"/>
<milestone n="944f" unit="stephpage" xml:id="stephpage-944f"/> ἀπʼ αὐτοῦ τὸ γονιμώτατον. λείπεται δʼ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τὸ
<quote rend="blockquote">ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται·</quote>
<milestone n="15" unit="tlnum"/> οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν, ἀλλʼ ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος
ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθʼ Ἅιδου
<milestone n="20" unit="tlnum"/>
<quote rend="blockquote"><l>τὸν  δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
</l><l>εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιν.</l></quote> 
αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ
<pb xml:id="v.5.p.471"/>
φόβος οὐδʼ ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδʼ
<milestone n="945a" unit="stephpage" xml:id="stephpage-945a"/> ὑγρότητες, ἀλλʼ ᾧ διανοούμεθα καὶ φρονοῦμεν· ἥ
τε ψυχὴ τυπουμένη μὲν · ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ
τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται
<milestone n="5" unit="tlnum"/>
τὸ εἶδος· ὥστε κἂν πολὺν χρόνον χωρὶς ἑκατέρου γένηται, διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον,
εἴδωλον ὀρθῶς ὀνομάζεται. τούτων δʼ ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν· ἀναλύονται γὰρ
εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν
<milestone n="10" unit="tlnum"/> νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα
καὶ φιλόσοφον στέρξασαι βίον· ἀφεθεῖσαι γὰρ
ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐδὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται· τῶν δὲ φιλοτίμων καὶ
<milestone n="945b" unit="stephpage" xml:id="stephpage-945b"/> πρακτικῶν ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν
<milestone n="15" unit="tlnum"/>
αἱ  μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ
Ἐνδυμίωνος· ἐπεὶ δʼ αὐτὰς τὸ ἄστατον καὶ τὸ
εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς
ἄλλην γένεσιν, οὐκ ἐᾷ <gap reason="lost" rend="**"/> ἀλλʼ ἀνακαλεῖται καὶ
<milestone n="20" unit="tlnum"/> καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδʼ ἥσυχον οὐδʼ
ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες
ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Τυφὼν ἐξ ἐκείνων ἄρα
<milestone n="25" unit="tlnum"/> τῶν ψυχῶν ἦσαν, ἐρημίᾳ λόγου καὶ τύφῳ πλανηθέντι
<pb xml:id="v.5.p.472"/>
<milestone n="945c" unit="stephpage" xml:id="stephpage-945c"/> τῷ παθητικῷ χρησαμένων. χρόνῳ δὲ κἀκείνας κατεδέξατο
εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς· ἡ δὲ γῆ
<milestone n="5" unit="tlnum"/> τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον
, ἢ ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι
καὶ συντίθησι καὶ διαιρεῖ κατʼ ἄλλην καὶ ἄλλην
<milestone n="10" unit="tlnum"/> δύναμιν, ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις
δʼ ἣ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν
Ἄτροπος περὶ τὸν ἣλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν· ἐσχάτη δὲ συνεφάπτεται
<milestone n="15" unit="tlnum"/> περὶ γῆν ἡ Λάχεσις, ᾗ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν
ὑπʼ ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ
<milestone n="945d" unit="stephpage" xml:id="stephpage-945d"/> μικτὸν δὲ καὶ μέσον ἡ ψυχὴ  καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ
<milestone n="20" unit="tlnum"/> τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον, ὃν. ἔχει γῆ πρὸς σελήνην.</q></p><p rend="indent"><label>15.</label><q>ταῦτʼ</q> εἶπεν ὁ Σύλλας <q>ἐγὼ μὲν ἤκουσα τοῦ ξένου διεξιόντος ἐκείνῳ δʼ οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θεράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν·
<milestone n="25" unit="tlnum"/> ὑμῖν δʼ, ὦ Λαμπρία, χρῆσθαι τῷ λόγῳ πάρεστιν βούλεσθε.</q> </p></div></div></body></text></TEI>