εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου, συνεξέδραμον ἅμα πως τῷ λόγῳ ὅ τε Φαρνάκης καὶ ὁ Ἀπολλωνίδης εἶτα, τοῦ Ἀπολλωνίδου παρέντος, ὁ Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον ἢ πῦρ οὖσαν· οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἣτις ἴδιός ἐστιν αὐτῆς. ὁ δʼ Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς ἀεὶ γὰρ οὕτως ὀνομάζειν τοὺς μαθηματικοὺς; τὸν ἀλαμπῆ τόπον σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν. ἐγὼ δὲ τοῦτο μὲν ἔφην πρὸς τοὔνομα μᾶλλον ἐριστικῶς ἢ πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνισταμένου· τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλʼ ἀφεγγὲς χωρίον, ὅμως ἀναγκαῖον ἐν αὐτῷ τὴν σελήνην γενομένην . καὶ ὅλως ἔφην εὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν σκιάν, ὅπου ἡ σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ διήκουσα πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖ. πρὸς; σὲ δέ, ὦ Φαρνάκη, τρέψομαι· τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο καὶ διακαὲς χρῶμα τῆς σελήνης, ὃ φῂς ἴδιον αὐτῆς εἶναι, σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος· οὐδὲν γὰρ ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδʼ ἴχνος ἐμμένειν οὐδʼ ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα, δεξάμενον διὰ βάθους τὴν πύρωσιν καὶ σῷζον· ὥς που καὶ Ὅμηρος εἴρηκεν αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ ἀνθρακιὴν στορέσασα ὁ γὰρ ἄνθραξ ἔοικεν οὐ πῦρ ἀλλὰ σῶμα πεπυρωμένον εἶναι καὶ πεπονθὸς ὑπὸ πυρός, στερεῷ καὶ ῥίζαν ἔχοντι προσμένοντος ὄγκῳ καὶ προσδιατρίβοντος· αἱ δὲ φλόγες ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα τροφῆς; καὶ ὕλης, ταχὺ διʼ ἀσθένειαν ἀναλυομένης· ὥστʼ οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες. ἀλλʼ οὐκ ἔστιν, ὦ φίλε Φαρνάκη· πολλὰς γὰρ ἐκλείπουσα χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ μαθηματικοὶ κατὰ χρόνον· καὶ ὥραν ἀφορίζοντες ἂν ἀφʼ ἑσπέρας ἐκλείπῃ, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης ὥρας καὶ ἡμισείας· ἂν δὲ μέσῃ, τοῦτο δὴ τὸ ἐπιφοινίσσον ἵησι καὶ πυρωπόν· ἀπὸ δʼ ἑβδόμης ὥρας καὶ ἡμισείας ἀνίσταται τὸ ἐρύθημα· καὶ τέλος ἤδη πρὸς ἕω λαμβάνει χρόαν κυανοειδῆ καὶ χαροπήν, ἀφʼ ἧς δὴ καὶ μάλιστα γλαυκῶπιν αὐτὴν οἱ ποιηταὶ καὶ Ἐμπεδοκλῆς ἀνακαλοῦνται. τοσαύτας οὖν χρόας ἐν τῇ σκιᾷ τὴν σελήνην λαμβάνουσαν ὁρῶντες οὐκ ὀρθῶς ἐπὶ μόνον καταφέρονται τὸ ἀνθρακῶδες, ὃ μάλιστα φήσαι τις ἂν ἀλλότριον αὐτῆς εἶναι καὶ μᾶλλον ὑπόμιγμα καὶ λεῖμμα τοῦ φωτὸς διὰ τῆς σκιᾶς περιλάμποντος· ἴδιον δὲ τὸ μέλαν καὶ γεῶδες. ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι λίμναις τε καὶ ποταμοῖς δεχομένοις ἣλιον ἐπίσκια χωρία γειτνιῶντα συγχρῴζεται καὶ περιλάμπεται, διὰ τὰς ἀνακλάσεις ἀποδιδόντα πολλοὺς καὶ διαφόρους ἀπαυγασμούς, τί θαυμαστὸν εἰ ῥεῦμα πολὺ σκιᾶς· ἐμβάλλον ὥσπερ εἰς πέλαγος οὐράνιον οὐ σταθεροῦ φωτὸς οὐδʼ ἠρεμοῦντος ἀλλὰ μυρίοις ἄστροις ἐλαυνομένου μίξεις τε παντοδαπὰς καὶ μεταβολὰς λαμβάνοντος, ἄλλην ἄλλοτε χρόαν ἐκματτόμενον ἀπὸ τῆς σελήνης ἐνταῦθʼ ἀποδίδωσιν; ἄστρον. μὲν γὰρ ἢ πῦρ οὐκ ἂν ἐν σκιᾷ διαφανείη μέλαν ἢ γλαυκὸν ἢ κυανοειδές· ὄρεσι δὲ καὶ πεδίοις καὶ θαλάσσαις πολλαὶ μὲν ἀφʼ ἡλίου μορφαὶ χρωμάτων ἐπιτρέχουσι καὶ σκιαῖς καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπάγει βαφὰς τὸ λαμπρόν· ὧν τὰ μὲν τῆς θαλάττης ἐπικεχείρηκεν ἁμωσγέπως ἐξονομάζειν Ὅμηρος ἰοειδέα καλῶν καὶ οἴνοπα πόντον, αὖθις δέ πορφύρεον κῦμα γλαυκήν τʼ ἄλλως θάλασσαν καὶ λευκὴν γαλήνην τὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτʼ ἄλλως ἐπιφαινομένων χρωμάτων παρῆκεν, ὡς ἀπείρους τὸ πλῆθος οὔσας. τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ τὴν θάλασσαν μίαν ἔχειν ἐπιφάνειαν, ἀλλʼ ἐοικέναι μάλιστα τῇ γῇ τὴν φύσιν, ἣν ἐμυθολόγει Σωκράτης ὁ παλαιός, εἴτε δὴ ταύτην αἰνιττόμενος εἴτε δὴ ἄλλην τινὰ διηγούμενος οὐ γὰρ ἄπιστον οὐδὲ θαυμαστόν, εἰ μηδὲν ἔχουσα διεφθορὸς ἐν ἑαυτῇ μηδʼ ἰλυῶδες, ἀλλὰ φῶς τε καρπουμένη καθαρὸν ἐξ οὐρανοῦ καὶ θερμότητος οὐ διακαοῦς οὐδὲ μανικοῦ πυρὸς ἀλλὰ νοτεροῦ καὶ ἀβλαβοῦς καὶ κατὰ φύσιν ἔχοντος οὖσα πλήρης, κάλλη τε θαυμαστὰ κέκτηται τόπων ὄρη τε φλογοειδῆ καὶ ζώνας ἁλουργοὺς ἔχει χρυσόν τε καὶ ἄργυρον οὐκ ἐν βάθει διεσπαρμένον, ἀλλὰ πρὸς τοῖς πεδίοις ἐξανθοῦντα πολὺν ἢ πρὸς ὕψεσι λείοις περιφερόμενον· εἰ δὲ τούτων ὄψις ἀφικνεῖται διὰ τῆς σκιᾶς ἄλλοτʼ ἄλλη πρὸς ἡμᾶς ἐξαλλαγῇ καὶ διαφορᾷ τινι τοῦ περιέχοντος, τό γε μὴν τίμιον οὐκ ἀπόλλυσι τῆς δόξης οὐδὲ τὸ θεῖον ἡ σελήνη, ἥτις ἱερὰ πρὸς ἀνθρώπων νομιζομένη μᾶλλον ἢ πῦρ θολερόν, ὥσπερ οἱ Στωικοὶ λέγουσι, καὶ τρυγῶδες. πῦρ μέν γε παρὰ Μήδοις καὶ Ἀσσυρίοις βαρβαρικὰς ἔχει τιμάς, οἳ φόβῳ τὰ βλάπτοντα θεραπεύουσι πρὸ τῶν σεμνῶν ἀφοσιούμενοι· τὸ δὲ γῆς ὄνομα παντί που φίλον Ἕλληνι καὶ τίμιον, καὶ πατρῷον ἡμῖν ὥσπερ ἄλλον τινὰ θεὸν σέβεσθαι. πολλοῦ δὲ δέομεν ἄνθρωποι τὴν σελήνην, γῆν οὖσαν ὀλυμπίαν, ἄψυχον ἡγεῖσθαι σῶμα καὶ ἄνουν καὶ ἄμοιρον ὧν θεοῖς ἀπάρχεσθαι προσήκει, νόμῳ τε τῶν ἀγαθῶν ἀμοιβὰς τίνοντας καὶ κατὰ φύσιν σεβομένους τὸ κρεῖττον ἀρετῇ καὶ δυνάμει καὶ τιμιώτερον. ὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέμενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς, ὥσπερ ἡ παρʼ ἡμῖν ἔχει γῆ κόλπους τινὰς μεγάλους, οὕτως ἐκείνην ἀνεπτύχθαι βάθεσι μεγάλοις καὶ ῥήξεσιν ὕδωρ ἢ ζοφερὸν ἀέρα περιέχουσιν, ὧν ἐντὸς οὐ καθίησιν οὐδʼ ἐπιψαύει τὸ τοῦ ἡλίου φῶς, ἀλλʼ ἐκλείπει καὶ διεσπασμένην ἐνταῦθα τὴν ἀνάκλασιν ἀποδίδωσιν. ὑπολαβὼν δʼ ὁ Ἀπολλωνίδης εἶτʼ, ὦ πρὸς αὐτῆς ἔφη τῆς Σελήνης, δυνατὸν εἶναι δοκεῖ ὑμῖν ῥηγμάτων τινῶν ἢ φαράγγων εἶναι σκιὰς κἀκεῖθεν ἀφικνεῖσθαι δεῦρο πρὸς τὴν ὄψιν, ἢ τὸ συμβαῖνον οὐ λογίζεσθε κἀγὼ τουτὶ εἴπω; ἀκούοιτε δὲ καίπερ οὐκ ἀγνοοῦντες. ἡ μὲν διάμετρος τῆς σελήνης δυοκαίδεκα δακτύλους ἔχει τὸ φαινόμενον ἐν τοῖς μέσοις ἀποστήμασι μέγεθος. τῶν δὲ μελάνων καὶ σκιερῶν ἕκαστον ἡμιδακτυλίου φαίνεται μεῖζον, ὥστε τῆς διαμέτρου μεῖζον ἢ εἰκοστοτέταρτον εἶναι. καὶ μήν, εἰ μόνων ὑποθοίμεθα τὴν περίμετρον τῆς σελήνης τρισμυρίων σταδίων μυρίων δὲ τὴν διάμετρον, κατὰ τὸ ὑποκείμενον οὐκ ἔλαττον ἂν εἴη πεντακοσίων σταδίων ἐν αὐτῇ τῶν σκιερῶν ἕκαστον. ὅρα δὴ πρῶτον, ἂν δυνατὸν τῇ σελήνῃ τηλικαῦτα βάθη καὶ τηλικαύτας εἶναι τραχύτητας, ὥστε σκιὰν ποιεῖν τοσαύτην ἔπειτα πῶς οὖσαι τηλικαῦται τὸ μέγεθος ὑφʼ ἡμῶν οὐχ ὁρῶνται κἀγὼ μειδιάσας πρὸς αὐτὸν εὖγʼ ἔφην ὅτι τοιαύτην ἐξεύρηκας ἀπόδειξιν, ὦ Ἀπολλωνίδη, διʼ ἧς κἀμὲ καὶ σαυτὸν ἀποδείξεις τῶν Ἀλωαδῶν ἐκείνων εἶναι μείζονας οὐκ ἐν ἅπαντι μέντοι χρόνῳ τῆς ἡμέρας ἀλλὰ πρωῒ μάλιστα καὶ δείλης, εἰ οἴει, τὰς σκιὰς ἡμῶν τοῦ ἡλίου ποιοῦντος ἠλιβάτους, τὸν καλὸν τοῦτʼ αἰσθήσει παρέχειν συλλογισμόν, ὡς, εἰ μέγα τὸ σκιαζόμενον, ὑπερμέγεθες τὸ σκιάζον. ἐν Λήμνῳ μὲν οὐδέτερος ἡμῶν εὖ οἶδʼ ὅτι γέγονε, τουτὶ μέντοι τὸ τεθρυλημένον ἰαμβεῖον ἀμφότεροι πολλάκις ἀκηκόαμεν Ἄθως καλύψει πλευρὰ Λημνίας βοός· ἐπιβάλλει γὰρ ἡ σκιὰ τοῦ ὄρους, ὡς ἔοικε, χαλκῷ τινι βοιδίῳ, μῆκος ἀποτείνουσα διὰ τῆς θαλάττης οὐκ ἔλαττον ἑπτακοσίων σταδίων, τὸ κατασκιάζον ὕψος εἶναι διὰ τὴν αἰτίαν ὅτι πολλαπλασίους αἱ τοῦ φωτὸς ἀποστάσεις τῶν σωμάτων τὰς σκιὰς ποιοῦσι. δεῦρο δὴ θεῶ καὶ τῆς σελήνης, ὅτε πάμμηνός ἐστι καὶ μάλιστα τὴν ἰδέαν ἔναρθρον τοῦ προσώπου βαθύτητι τῆς σκιᾶς ἀποδίδωσι, τὸ μέγιστον ἀπέχοντα διάστημα τὸν ἥλιον ἡ γὰρ ἀπόστασις τοῦ φωτὸς αὕτη τὴν σκιὰν μεγάλην, οὐ τὰ μεγέθη τῶν ὑπὲρ τὴν σελήνην ἀνωμαλιῶν, πεποίηκε. καὶ μὴν οὐδὲ τῶν ὀρῶν τὰς ὑπεροχὰς ἐῶσι μεθʼ ἡμέραν αἱ περιαυγαὶ τοῦ ἡλίου καθορᾶσθαι, τὰ μέντοι βαθέα καὶ κοῖλα φαίνεται καὶ σκιώδη πόρρωθεν. οὐδὲν οὖν ἄτοπον, εἰ· καὶ τῆς σελήνης τὴν ἀντίληψιν καὶ τὸν ἐπιφωτισμὸν οὐκ ἔστι καθορᾶν ἀκριβῶς, αἱ δὲ τῶν σκιερῶν παραθέσεις παρὰ τὰ λαμπρὰ τῇ διαφορᾷ τὴν ὄψιν οὐ λανθάνουσιν. ἀλλʼ ἐκεῖνο μᾶλλον ἔφην ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφʼ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄψις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τὴν τʼ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἣλιον αὐτόν, ἀφʼ οὗ τὸ φῶς τῷ ὕδατι προσπίπτον ἀνακέκλασται. τούτων δʼ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθʼ ἡμέραν, ὅταν ἀνάκλασις ἀπʼ αὐτοῦ γένηται· μὴ φαινομένου δὲ τούτου, κατʼ ἄλλον οἴονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσθαι τὸν φωτισμόν· εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. τί οὖν ἔφη πρὸς αὐτοὺς λεκτέον ὁ Ἀπολλωνίδης; κοινὰ γὰρ ἔοικε καὶ πρὸς ἡμᾶς εἶναι τὰ τῆς ἀνακλάσεως. ἀμέλει τρόπον τινά ἔφην ἐγώ κοινά, τρόπον δʼ ἄλλον οὐδὲ κοινά· πρῶτον δʼ ὅρα τὰ τῆς εἰκόνος ὡς ἄνω ποταμῶν καὶ τραπέμπαλιν λαμβάνουσιν. ἐπὶ γῆς γάρ ἐστι καὶ κάτω τὸ ὕδωρ, ὑπὲρ γῆς δὲ σελήνη καὶ μετέωρος ὅθεν ἀντίστροφον αἱ κεκλασμέναι τὸ σχῆμα τῆς γωνίας ποιοῦσι, τῆς μὲν ἄνω πρὸς τῇ σελήνῃ τῆς δὲ κάτω πρὸς τῇ γῇ τὴν κορυφὴν ἐχούσης· μὴ ἅπασαν οὖν ἰδέαν κατόπτρων μηδʼ ἐκ πάσης ἀποστάσεως ὁμοίαν ἀνάκλασιν ποιεῖν ἀξιούτωσαν, ἐπεὶ μάχονται πρὸς τὴν ἐνάργειαν. οἱ δὲ σῶμα μὴ λεπτὸν μηδὲ λεῖον, ὥσπερ ἐστὶ τὸ ὕδωρ, ἀποφαίνοντες τὴν σελήνην, ἀλλʼ ἐμβριθὲς καὶ γεῶδες, οὐκ οἶδʼ ὅπως ἀπαιτοῦνται τοῦ ἡλίου τὴν ἔμφασιν ἐν αὐτῇ πρὸς τὴν ὄψιν οὐδὲ γὰρ τὸ γάλα τοὺς τοιούτους ἐσοπτρισμοὺς ἀποδίδωσιν οὐδὲ ποιεῖ τῆς ὄψεως ἀνακλάσεις διὰ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν μορίων· πόθεν γε τὴν σελήνην δυνατόν ἐστιν ἀναπέμπειν ἀφʼ ἑαυτῆς τὴν ὄψιν, ὥσπερ ἀναπέμπει τὰ λειότερα τῶν ἐσόπτρων; καίτοι καὶ ταῦτα δήπουθεν, ἐὰν ἀμυχή τις ἢ ῥύπος ἢ τραχύτης καταλάβῃ τὸ σημεῖον, ἀφʼ οὗ πέφυκεν ἡ ὄψις ἀνακλᾶσθαι, τυφλοῦται καὶ βλέπεται μὲν αὐτά, τὴν δʼ ἀνταύγειαν οὐκ ἀποδίδωσιν. ὁ δʼ ἀξιῶν ἢ καὶ τὴν ὄψιν ἡμῶν ἐπὶ τὸν ἥλιον ἢ μηδὲ τὸν ἥλιον ἐφʼ ἡμᾶς ἀνακλᾶν ἀφʼ ἑαυτῆς τὴν σελήνην ἡδύς ἐστι. τὸν ὀφθαλμὸν ἥλιον ἀξιῶν εἶναι φῶς δὲ τὴν ὄψιν οὐρανὸν δὲ τὸν ἄνθρωπον. τοῦ μὲν γὰρ ἡλίου διʼ εὐτονίαν καὶ λαμπρότητα πρὸς τῇ σελήνῃ γιγνομένην μετὰ πληγῆς τὴν ἀνάκλασιν φέρεσθαι πρὸς ἡμᾶς εἰκός ἐστιν· ἡ δʼ ὄψις ἀσθενὴς οὖσα καὶ λεπτὴ καὶ ὀλιγοστή, τί θαυμαστὸν εἰ μήτε πληγὴν ἀνακρουστικὴν ποιεῖ μήτʼ ἀφαλλομένη τηρεῖ τὴν συνέχειαν ἀλλὰ θρύπτεται καὶ ἀπολείπει, πλῆθος οὐκ ἔχουσα φωτὸς ὥστε μὴ διασπᾶσθαι περὶ τὰς ἀνωμαλίας καὶ τραχύτητας; ἀπὸ μὲν γὰρ ὕδατος καὶ τῶν ἄλλων ἐσόπτρων ἰσχύουσαν ἔτι τῆς ἀρχῆς ἐγγὺς οὖσαν ἐπὶ τὸν ἥλιον ἅλλεσθαι τὴν ἀνάκλασιν οὐκ ἀδύνατόν ἐστιν· ἀπὸ δὲ τῆς σελήνης, κἂν γίγνωνταί τινες ὀλισθήσεις αὐτῆς, ἀσθενεῖς ἔσονται καὶ ἀμυδραὶ καὶ προαπολείπουσαι διὰ τὸ μῆκος τῆς ἀποστάσεως, καὶ γὰρ ἄλλως τὰ μὲν κοῖλα τῶν ἐσόπτρων εὐτονωτέραν ποιεῖ τῆς προηγουμένης αὐγῆς τὴν ἀνακλωμένην, ὥστε καὶ φλόγας ἀναπέμπειν πολλάκις· τὰ δὲ κυρτὰ καὶ τὰ σφαιροειδῆ τῷ μὴ πανταχόθεν ἀντερείδειν ἀσθενῆ καὶ ἀμαυράν. ὁρᾶτε δήπουθεν, ὅταν ἴριδες δύο φανῶσι, νέφους νέφος ἐμπεριέχοντος, ἀμαυράν ποιοῦσαν καὶ ἀσαφῆ τὰ χρώματα τὴν περιέχουσαν τὸ γὰρ ἐκτὸς νέφος ἀπωτέρω τῆς ὄψεως κείμενον οὐκ εὔτονον οὐδʼ ἰσχυρὰν τὴν ἀνάκλασιν ἀποδίδωσι. καὶ τί δεῖ πλείονα λέγειν; ὅπου γὰρ τὸ τοῦ ἡλίου φῶς ἀνακλώμενον ἀπὸ τῆς σελήνης τὴν μὲν θερμότητα πᾶσαν ἀποβάλλει, τῆς δὲ λαμπρότητος αὐτοῦ λεπτὸν ἀφικνεῖται μόλις πρὸς ἡμᾶς καὶ ἀδρανὲς λείψανον· ἦπου τῆς ὄψεως τὸν ἴσον φερομένης δίαυλον ἐνδέχεται μόριον ὁτιοῦν λείψανον ἐξικέσθαι πρὸς τὸν ἣλιον ἀπὸ τῆς σελήνης; ἐγὼ μὲν οὐκ οἶμαι. σκοπεῖτε δʼ εἶπον καὶ ὑμεῖς· εἰ ταὐτὰ πρὸς τὸ ὕδωρ καὶ τὴν σελήνην ἔπασχεν ἡ ὄψις, ἔδει καὶ γῆς καὶ φυτῶν καὶ ἀνθρώπων καὶ ἄστρων ἐμφάσεις ποιεῖν τὴν πανσέληνον, οἵας τὰ λοιπὰ ποιεῖται τῶν ἐσόπτρων· εἰ δʼ οὐ γίγνονται πρὸς ταῦτα τῆς ὄψεως ἀνακλάσεις διʼ ἀσθένειαν αὐτῆς ἢ τραχύτητα τῆς σελήνης, μηδὲ πρὸς τὸν ἣλιον ἀπαιτῶμεν. ἡμεῖς μὲν οὖν ἔφην ὅσα μὴ διαπέφευγε τὴν μνήμην τῶν ἐκεῖ λεχθέντων, ἀπηγγέλκαμεν ὥρα δὲ καὶ Σύλλαν παρακαλεῖν, μᾶλλον δʼ ἀπαιτεῖν τὴν διήγησιν, οἷον ἐπὶ ῥητοῖς ἀκροατὴν γεγενημένον· νʼ ὥστε, εἰ δοκεῖ, καταπαύσαντες τὸν περίπατον, καὶ καθίσαντες ἐπὶ τῶν βάθρων ἑδραῖον αὐτῷ παράσχωμεν ἀκροατήριον. ἔδοξε δὴ ταῦτα, καὶ καθισάντων ἡμῶν, ὁ Θέων ἐγώ τοι, ὦ Λαμπρία εἶπεν ἐπιθυμῶ μὲν οὐδενὸς ἧττον ὑμῶν ἀκοῦσαι τὰ λεχθησόμενα, πρότερον δʼ ἂν ἡδέως ἀκούσαιμι περὶ τῶν οἰκεῖν λεγομένων ἐπὶ τῆς σελήνης, οὐκ εἰ κατοικοῦσί τινες ἀλλʼ εἰ δυνατὸν ἐκεῖ κατοικεῖν· εἰ γὰρ οὐ δυνατόν, ἄλογον καὶ τὸ γῆν εἶναι τὴν σελήνην δόξει γὰρ πρὸς οὐδὲν ἀλλὰ μάτην γεγονέναι μήτε καρποὺς ἐκφέρουσα μήτε ἀνθρώποις τισὶν ἕδραν παρέχουσα καὶ γένεσιν καὶ δίαιταν ὧν ἕνεκα καὶ ταύτην γεγονέναι φαμὲν κατὰ Πλάτωνα τροφὸν ἡμετέραν ἡμέρας τε καὶ νυκτὸς ἀτρεκῆ φύλακα καὶ δημιουργόν. ὁρᾷς δʼ ὅτι πολλὰ λέγεται καὶ σὺν γέλωτι καὶ μετὰ σπουδῆς περὶ τούτων. τοῖς μὲν γὰρ ὑπὸ τὴν σελήνην οἰκοῦσιν ὥσπερ Ταντάλοις ὑπὲρ κεφαλῆς ἐκκρέμασθαί φασι, τοὺς δʼ οἰκοῦντας αὖ πάλιν ἐπʼ αὐτῆς ὥσπερ Ἰξίονας ἐνδεδεμένους, ῥύμῃ τόση καίτοι μίαν οὐ κινεῖται κίνησιν, ἀλλʼ, ὥς που καὶ λέγεται, Τριοδῖτίς ἐστιν, ἅμα μῆκος ἐπὶ τοῦ ζῳδιακοῦ καὶ πλάτος ἐπιφερομένη καὶ βάθος· ὧν τὴν μὲν περιδρομὴν τὴν δʼ ἕλικα τὴν δʼ οὐκ οἶδα πῶς ἀνωμαλίαν ὀνομάζουσιν οἱ μαθηματικοί, καίπερ οὐδὲν ἀνώμαλον οὐδὲ τεταραγμένον ταῖς ἀποκαταστάσεσιν ὁρῶντες ἔχουσαν. οὔκουν εἰ λέων τις ἔπεσεν ὑπὸ ῥύμης εἰς Πελοπόννησον, ἄξιόν ἐστι θαυμάζειν· ἀλλʼ ὅπως οὐ μυρίʼ ὁρῶμεν ἀεὶ πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὺς βίων ἐκεῖθεν οἷον ἐκκυβιστώντων Καὶ περιτρεπόντων. καὶ μὴν γελοῖον περὶ μονῆς τῶν ἐκεῖ διαπορεῖν, εἰ μὴ γένεσιν μηδὲ σύστασιν ἔχειν δύνανται. ὅπου γὰρ Αἰγύπτιοι καὶ Τρωγλοδῦται, οἷς ἡμέρας μιᾶς ἀκαρὲς ἵσταται κατὰ κορυφὴν ὁ ἥλιος ἐν τροπαῖς εἶτʼ ἄπεισιν, ὀλίγον ἀπέχουσι τοῦ κατακεκαῦσθαι ξηρότητι τοῦ περιέχοντος· ἦπου τοὺς ἐπὶ τῆς σελήνης εἰκός ἐστι δώδεκα θερείας ὑπομένειν ἔτους ἑκάστου, κατὰ μῆνα τοῦ ἡλίου πρὸς κάθετον αὐτοῖς ἐφισταμένου καὶ στηρίζοντος, ὅταν πανσέληνος; πνεύματά γε μὴν καὶ νέφη καὶ ὄμβρους, ὧν χωρὶς οὔτε γένεσις φυτῶν ἔστιν οὔτε σωτηρία γενομένοις, ἀμήχανον ἐκεῖ διανοηθῆναι συνιστάμενα διὰ θερμότητα καὶ λεπτότητα τοῦ περιέχοντος· οὐδὲ· γὰρ ἐνταῦθα τῶν ὀρῶν τὰ ὑψηλὰ δέχεται τοὺς ἀγρίους καὶ ἐναντίους χειμῶνας· ἀλλʼ ἤδη καὶ σάλον ἔχων ὑπὸ κουφότητος ὁ ἀὴρ ἐκφεύγει τὴν σύστασιν ταύτην καὶ πύκνωσιν εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῷ Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένῳ τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας, ἀμβροσίαν ἀνιεῖσαν αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς. τὴν μὲν γὰρ Ἰνδικὴν ῥίζαν, ἥν φησι Μεγασθένης τοὺς μήτʼ ἐσθίοντας μήτε πίνοντας ἀλλʼ εὐστόμους ὄντας ὑποτύφειν καὶ θυμιᾶν καὶ τρέφεσθαι τῇ ὀσμῇ, πόθεν ἄν τις ἐκεῖ φυομένην λάβοι, μὴ βρεχομένης τῆς σελήνης; ταῦτα τοῦ Θέωνος εἰπόντος, κάλλιστὰ γʼ ἔφην καὶ ἄριστα τῇ παιδιᾷ τοῦ λόγου τὰς ὀφρῦς ἡμῶν ἔλυσας, διʼ ἃ καὶ θάρσος ἡμῖν ἐγγίγνεται πρὸς τὴν ἀπόκρισιν, μὴ πάνυ πικρὰν μηδʼ αὐστηρὰν εὐθύνην προσδοκῶσι· καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν οὐδὲν οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν, εὐθὺς οὖν τὸ πρῶτον οὐκ ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν ἄνθρωποι τὴν σελήνην, μάτην γεγονέναι καὶ πρὸς μηδέν. οὐδὲ γὰρ τήνδε τὴν γῆν διʼ ὅλης ἐνεργὸν οὐδὲ προσοικουμένην ὁρῶμεν, ἀλλὰ μικρὸν αὐτῆς μέρος, ὥσπερ ἄκροις τισὶν ἢ χερρονήσοις ἀνέχουσιν ἐκ βυθοῦ γόνιμόν ἐστι ζῴων καὶ φυτῶν, τῶν δʼ ἄλλων τὰ μὲν ἔρημα καὶ ἄκαρπα χειμῶσι καὶ αὐχμοῖς, τὰ δὲ πλεῖστα κατὰ τῆς μεγάλης δέδυκε θαλάσσης. ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν. ἀλλὰ πολλοῦ δεῖ μάτην ταῦτα γεγονέναι· καὶ γὰρ ἀναθυμιάσεις ἡ θάλασσα μαλακὰς ἀνίησι καὶ τῶν πνευμάτων τὰ ἥδιστα, θέρους ἀκμάζοντος, ἐκ τῆς ἀοικήτου καὶ κατεψυγμένης αἱ χιόνες ἀτρέμα διατηκόμεναι χαλῶσι καὶ διασπείρουσιν ἡμέρας τε καὶ νυκτὸς ἕστηκεν ἀτρεκὴς ἐν μέσῳ φύλαξ κατὰ Πλάτωνα καὶ δημιουργός. οὐδὲν οὖν κωλύει καὶ τὴν σελήνην ζῴων μὲν ἔρημον εἶναι, παρέχειν δʼ ἀνακλάσεις τε τῷ φωτὶ περὶ αὐτὴν διαχεομένῳ καὶ συρροὴν ταῖς τῶν ἀστέρων αὐγαῖς ἐν αὐτῇ καὶ σύγκρασιν, ᾗ συνεκπέττει τε τὰς ἀπὸ τῆς γῆς ἀναθυμιάσεις, ἅμα τε καὶ τοῦ ἡλίου τὸ ἔμπυρον ἄγαν καὶ σκληρὸν ἀνίησι. καὶ πού τι καὶ παλαιᾷ φήμῃ διδόντες Ἄρτεμιν αὐτὴν νομισθῆναι φήσομεν ὡς παρθένον καὶ ἄγονον, ἄλλως δὲ βοηθητικὴν καὶ ὠφέλιμον. ἔπειτα τῶν γʼ εἰρημένων οὐδέν, ὦ φίλε Θέων, ἀδύνατον δείκνυσι τὴν λεγομένην ἐπʼ αὐτῆς οἴκησιν· ἥ τε γὰρ δίνη πολλὴν ἔχουσα πραότητα καὶ γαλήνην ἐπιλεαίνει τὸν ἀέρα καὶ διανέμει συγκατακοσμούμενον, ὥστε μηδὲν εἶναι δέος ἐκπεσεῖν καὶ ἀποσφαλῆναι τοὺς ἐκεῖ βεβιωκότας· ἥ τε μεταλλαγὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ ἀστρολόγοι, κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες αὐτὴν οἱ μὲν ἀτρεμοῦσαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθυποφερομένην· αὗται γὰρ αἱ τῶν κύκλων ἐπιβάσεις καὶ περιαγωγαὶ καὶ σχέσεις πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς τὰ φαινόμενα τῆς κινήσεως ὕψη καὶ βάθη καὶ τὰς κατὰ πλάτος παραλλάξεις ἅμα ταῖς κατὰ μῆκος αὐτῆς περιόδοις ἐμμελέστατα συμπεραίνουσι. τὴν δὲ πολλὴν θερμότητα καὶ συνεχῆ πύρωσιν ὑφʼ ἡλίου παύσῃ φοβούμενος, ἂν πρῶτον μὲν ἀντιθῇς ταῖς ἕνδεκα θεριναῖς συνόδοις τὰς πανσελήνους· εἴσῃ δὲ τὸ συνεχὲς τῆς μεταβολῆς ταῖς ὑπερβολαῖς χρόνον οὐκ ἐχούσαις πολὺν ἐμποιεῖν κρᾶσιν οἰκείαν καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρεῖν, ἀμέσου δὲ τούτων, ὡς εἰκός, ὥραν ἔαρι προσφορωτάτην ἔχουσιν. ἔπειτα πρὸς μὲν ἡμᾶς καθίησι δἰ ἀέρος θολεροῦ καὶ συνεπερείδοντος; θερμότητα ταῖς ἀναθυμιάσεσι τρεφομένην· ἐκεῖ δὲ λεπτὸς ὢν καὶ διαυγὴς ὁ ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκκαυμα καὶ σῶμα μηδὲν ἔχουσαν. ὕλην δὲ καὶ καρποὺς αὐτοῦ μὲν ὄμβροι τρέφουσιν, ἑτέρωθι δέ, ὥσπερ ἄνω περὶ Θήβας παρʼ ὑμῖν καὶ Συήνην, οὐκ ὄμβριον ὕδωρ ἀλλὰ γηγενὲς ἡ γῆ πίνουσα καὶ χρωμένη πνεύμασι καὶ δρόσοις οὐκ ἂν ἐθελήσειεν, οἶμαι, τῇ πλεῖστον ὑομένῃ πολυκαρπία συμφέρεσθαι διʼ ἀρετήν τινα καὶ κρᾶσιν. τὰ δʼ αὐτὰ φυτὰ τῷ γένει παρʼ ἡμῖν μέν, ἐὰν σφόδρα πιεσθῇ χειμῶσιν, ἐκφέρει πολὺν καὶ καλὸν καρπόν ἐν δὲ Λιβύῃ καὶ παρʼ ὑμῖν· ἐν Αἰγύπτῳ δύσριγα κομιδῇ καὶ δειλὰ πρὸς χειμῶνάς; ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρωγλοδύτιδος, ἣ καθήκει πρὸς τὸν ὠκεανόν ἀφόρου διὰ ξηρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν τῇ παρακειμένῃ καὶ περικεχυμένῃ θαλάττῃ θαυμαστὰ μεγέθη φυτῶν τρέφεται καὶ κατὰ βυθοῦ τέθηλεν· ὧν τὰ μὲν ἐλαίας τὰ δὲ δάφνας τὰ δʼ Ἴσιδος τρίχας καλοῦσιν. οἱ δʼ ἀνακαμψέρωτες οὗτοι προσαγορευόμενοι, τῆς γῆς ἐξαιρεθέντες, οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις ἀλλὰ βλαστάνουσιν. σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ μελίνη· τὸ δὲ θύμον ἢ τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ πίονα σπαρῇ χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν, αὐχμῷ δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν· εἰ δʼ ὥς φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα τῶν Ἀραβικῶν, ἀλλʼ ἐξαμαυροῦται διαινόμενα καὶ φθείρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίγνονται περὶ τὴν σελήνην ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηδὲν ὑετῶν δεόμεναι μηδὲ χιόνων ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐφυῶς ἔχουσαι; πῶς δʼ οὐκ εἰκὸς; ἀνιέναι τε πνεύματα θαλπόμενα τῇ σελήνῃ καὶ τῷ σάλῳ τῆς περιφορᾶς αὔρας τε παρομαρτεῖν ἀτρέμα, καὶ δρόσους καὶ ὑγρότητας ἐλαφρὰς περιχεούσας, καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν, αὐτὴν δὲ τῇ κράσει μὴ πυρώδη μηδʼ αὐχμηρὰν ἀλλὰ μαλακὴν καὶ ὑδροποιὸν εἶναι; ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικνεῖται πάθος ἀπʼ αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν. δέδοικα δʼ ἡσυχάζοντα Φαρνάκην αὖθις ἐρεθίζειν καὶ κινεῖν, ὠκεανοῦ τε πλημμύρας ὡς λέγουσιν αὐτοὶ καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι, παρατιθέμενος. διὸ πρὸς σὲ τρέψομαι μᾶλλον, ὦ φίλε Θέων λέγεις γὰρ ὑμῖν, ἐξηγούμενος ταυτὶ τὰ Ἀλκμᾶνος Διὸς θυγάτηρ Ἔρσα τρέφει καὶ δίας Σελάνας, ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σελήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει γάρ, ὦ ἑταῖρε, πρὸς τὸν ἣλιον ἀντιπαθῆ φύσιν ἔχειν· εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος, αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν ἀλλὰ καὶ τὴν ἀπʼ ἐκείνου θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν αὐτῇ καὶ συμμιγνυμένην. οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι τῶν περὶ τὴν φύσιν ἀνωμαλιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλείονας πρὸς ἄλληλα τῶν ζῴων ἢ πρὸς τὰ μὴ ζῷα διαφορὰς καὶ ἀνομοιότητας εὑρεῖν. καὶ εὔστομοι μὲν ἄνθρωποι καὶ ὀσμαῖς τρεφόμενοι μὴ ἔστωσαν, οἳ μηδʼ εἶναί μοι δοκοῦσιν· ἣν δʼ Ἀμμώνιος ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ᾐνίξατο μὲν Ἡσίοδος εἰπών οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ ἔργῳ δʼ ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μικρῷ παντάπασιν ἡ φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συνέχει τὸ ζῷον, ἂν ὅσον ἐλαίας μέγεθος λάβῃ, μηδεμιᾶς ἔτι τροφῆς δεόμενον. τοὺς δʼ ἐπὶ τῆς σελήνης, εἴπερ εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν τυχόντων τρέφεσθαι πιθανόν ἐστι· καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἣλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλʼ οὔτε ταῦτα συνορῶμεν οὔτε ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός ἐστιν αὐτοῖς· ὥσπερ οὖν εἰ, τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδʼ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῷα πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δʼ ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν, ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος· κἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι σμερδαλέʼ, εὐρώεντα, τά τε στυγέουσι θεοί περ καὶ τόσσον ἔνερθʼ Ἀίδεω, ὅσον οὐρανὸς ἔστʼ ἀπὸ γαίης, ταῦτα φήσουσιν ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον ἀπῳκίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.