λεχθέντων δὲ τούτων κἀμοῦ τῷ Λευκίῳ τὸν λόγον παραδιδόντος, ἐπὶ τὰς ἀποδείξεις βαδίζοντος τοῦ δόγματος, Ἀριστοτέλης μειδιάσας μαρτύρομαι εἶπεν ὅτι τὴν πᾶσαν ἀντιλογίαν πεποίησαι πρὸς τοὺς αὐτὴν ὴν μὲν, ἡμίπυρον εἶναι τὴν σελήνην ὑποτιθεμένους, κοινῇ δὲ τῶν σωμάτων τὰ μὲν ἄνω τὰ δὲ κάτω ῥέπειν ἐξ ἑαυτῶν φάσκοντας· εἰ δʼ ἔστι τις ὁ λέγων, κύκλῳ τε κινεῖσθαι κατὰ φύσιν τὰ ἄστρα καὶ πολὺ παρηλλαγμένης οὐσίας εἶναι τῶν τεττάρων, οὐδʼ ἀπὸ τύχης ἦλθεν ἐπὶ μνήμην ἡμῖν, ὥστʼ ἐμέ τε πραγμάτων ἀπηλλάχθαι καὶ σέ, ὦ Λεύκιε καὶ ὁ Λεύκιος ἣκιστα, ὠγαθέ εἶπεν ἀλλὰ τἄλλα, μὲν ἴσως ἄστρα καὶ τὸν ὅλον οὐρανὸν εἴς τινα φύσιν καθαρὰν καὶ εἰλικρινῆ καὶ τῆς κατὰ πάθος ἀπηλλαγμένην μεταβολῆς τιθεμένοις ὑμῖν καὶ κύκλον ἄγουσιν ἀιδίου καὶ ἀτελευτήτου περιφορᾶς οὐκ ἄν τις ἔν γε τῷ νῦν διαμάχοιτο, καίτοι μυρίων οὐσῶν ἀποριῶν. ὅταν δὲ καταβαίνων ὁ λόγος οὕτω θίγῃ τῆς σελήνης, οὐκέτι φυλάττει τὴν ἀπάθειαν ἐν αὐτῇ καὶ τὸ κάλλος ἐκεῖνο τοῦ σώματος ἀλλʼ ἵνα τὰς ἄλλας ἀνωμαλίας καὶ διαφορὰς ἀφῶμεν, αὐτὸ τοῦτο τὸ διαφαινόμενον πρόσωπον πάθει τινὶ τῆς οὐσίας ἢ ἀναμίξει πως ἑτέρας ἐπιγέγονε· πάσχει δέ τι καὶ τὸ μιγνύμενον· ἀποβάλλει γὰρ τὸ εἰλικρινές, βίᾳ τοῦ χείρονος ἀναπιμπλάμενον. αὐτῆς δὲ νώθειαν καὶ τάχους ἀμβλύτητα καὶ τὸ θερμὸν ἀδρανὲς καὶ ἀμαυρόν, ᾧ κατὰ τὸν Ἴωνα μέλας οὐ πεπαίνεται βότρυς, εἰς τί θησόμεθα πλὴν ἀσθένειαν αὐτῆς καὶ πάθος, εἰ πάθους ἀιδίῳ σώματι καὶ ὀλυμπίῳ μέτεστιν; ὅλως γάρ, ὦ φίλε Ἀριστότελες, γῆ μὲν οὖσα πάγκαλόν τι χρῆμα καὶ σεμνὸν ἀναφαίνεται καὶ κεκοσμημένον· ὡς δʼ ἄστρον ἢ φῶς ἤ τι σῶμα θεῖον καὶ οὐράνιον, δέδια μὴ ἄμορφος καὶ ἀπρεπὴς καὶ καταισχύνουσα τὴν καλὴν ἐπωνυμίαν εἴ γε τῶν ἐν οὐρανῷ τοσούτων τὸ πλῆθος ὄντων μόνη φωτὸς ἀλλοτρίου δεομένη περίεισι κατὰ Παρμενίδην αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο ὁ μὲν οὖν ἑταῖρος ἐν, τῇ διατριβῇ τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνὺς ὡς ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν εὐδοκίμησεν· ἐγὼ δὲ ταῦτα μὲν οὐκ ἐρῶ, ἃ παρʼ ὑμῶν· ἢ μεθʼ ὑμῶν ἔμαθον, ἑκὼν δὲ πρὸς τὰ λοιπὰ βαδιοῦμαι. φωτίζεσθαι τοίνυν τὴν σελήνην οὐχ ὡς ὕελον ἢ κρύσταλλον ἐλλάμψει καὶ διαφαύσει τοῦ ἡλίου πιθανόν ἐστιν· οὐδʼ αὖ κατὰ σύλλαμψίν τινα καὶ συναυγασμόν, ὥσπερ αἱ δᾷδες αὐξομένου τοῦ φωτός· οὕτω γὰρ οὐδὲν ἧττον ἐν νουμηνίαις ἢ διχομηνίαις ἔσται πανσέληνος· ἡμῖν, εἰ μὴ στέγει μηδʼ ἀντιφράττει τὸν ἥλιον ἀλλὰ διίησιν ὑπὸ μανότητος ἢ κατὰ σύγκρασιν εἰσλάμπει; καὶ συνεξάπτει περὶ αὐτὴν τὸ φῶς. οὐ γὰρ ἔστιν ἐκκλίσεις οὐδʼ ἀποστροφὰς αὐτῆς, ὥσπερ ὅταν ᾖ διχότομος καὶ ἀμφίκυρτος ἢ μηνοειδής, αἰτιᾶσθαι περὶ τὴν σύνοδον ἀλλὰ κατὰ στάθμην, φησὶ Δημόκριτος, ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον· ὥστʼ αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν. ἡ δὲ πολλοῦ δεῖ τοῦτο ποιεῖν· αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις ἀπεσκέδασεν δὲ οἱ αὐγάς ὥσπερ φησιν Ἐμπεδοκλῆς ἐς γαῖαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης τόσσον, ὅσον τʼ εὖρος γλαυκώπιδος ἔπλετο μήνης, καθάπερ εἰς νύκτα καὶ σκότος οὐκ εἰς ἄστρον ἑτερο τοῦ φωτὸς ἐμπεσόντος. ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται διʼ αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. ἀπολείπεται τοίνυν τὸ τοῦ Ἐμπεδοκλέους, ἀνακλάσει τινὶ τοῦ ἡλίου πρὸς τὴν σελήνην γίγνεσθαι τὸν ἐνταῦθα φωτισμὸν ἀπʼ αὐτῆς;. ὅθεν οὐδὲ θερμὸν οὐδὲ λαμπρὸν ἀφικνεῖται πρὸς ἡμᾶς, ὥσπερ ἦν εἰκός, ἐξάψεως καὶ μίξεως φώτων γεγενημένης. ἀλλʼ οἷον αἵ τε φωναὶ κατὰ τὰς ἀνακλάσεις ἀμαυροτέραν ἀναφαίνουσι τὴν τοῦ φθέγματος αἵ τε πληγαὶ τῶν ἀφαλλομένων βελῶν μαλακώτεραι προσπίπτουσιν· ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν ἀσθενῆ καὶ ἀμυδρὰν ἀνάρροιαν ἴσχει πρὸς ἡμᾶς, διὰ τὴν κλάσιν ἐκλυομένης τῆς δυνάμεως . ὑπολαβὼν δʼ ὁ Σύλλας ἀμέλει ταῦτʼ εἶπεν ἔχει τινὰς πιθανότητας· ὃ, δʼ ἰσχυρότατόν ἐστι τῶν ἀντιπιπτόντων, πότερον ἔτυχέ τινος παραμυθίας ἢ παρῆλθεν ἡμῶν τὸν ἑταῖρον; τί τοῦτο λέγεις ἔφη ὁ Λεύκιος ἢ τὸ πρὸς τὴν διχότομον ἀπορούμενον; πάνυ μὲν οὖν ὁ Σύλλας εἶπεν· ἔχει γάρ τινα λόγον τό, πάσης ἐν ἴσαις γωνίαις γιγνομένης ἀνακλάσεως, ὅταν ἡ σελήνη διχότομος οὖσα μεσουρανῇ, μὴ φέρεσθαι τὸ φῶς ἐπὶ γῆς ἀπʼ αὐτῆς ἀλλʼ ὀλισθάνειν ἐπέκεινα τῆς γῆς· ὁ γὰρ ἥλιος ἐπὶ τοῦ ὁρίζοντος ὢν ἅπτεται τῇ ἀκτῖνι τῆς σελήνης· διὸ καὶ κλασθεῖσα πρὸς ἴσας ἐπὶ θάτερον ἐκπεσεῖται πέρας καὶ οὐκ ἀφήσει δεῦρο τὴν αὐγήν· ἢ διαστροφὴ μεγάλη καὶ παράλλαξις ἔσται τῆς γωνίας, ὅπερ ἀδύνατόν ἐστιν . ἀλλὰ νὴ Δίʼ εἶπεν ὁ Λεύκιος καὶ τοῦτʼ ἐρρήθη καὶ πρός γε Μενέλαον ἀποβλέψας ἐν τῷ διαλέγεσθαι τὸν μαθηματικὸν αἰσχύνομαι μέν ἔφη σοῦ παρόντος, ὦ φίλε Μενέλαε, θέσιν ἀναιρεῖν μαθηματικήν, ὥσπερ θεμέλιον τοῖς κατοπτρικοῖς ὑποκειμένην πράγμασιν· ἀνάγκη δʼ εἰπεῖν ὅτι τὸ πρὸς τὰς ἴσας γίγνεσθαι γωνίας ἀνάκλασιν πᾶσαν, οὔτε φαινόμενον αὐτόθεν οὔθʼ ὁμολογούμενόν ἐστιν· ἀλλὰ διαβάλλεται μὲν· ἐπὶ τῶν κυρτῶν κατόπτρων, ὅταν ἐμφάσεις ποιῇ μείζονας ἑαυτῶν πρὸς ἓν τὸ τῆς ὄψεως σημεῖον, διαβάλλεται δὲ τοῖς διπτύχοις κατόπτροις, ὧν ἐπικλιθέντων πρὸς ἄλληλα καὶ γωνίας ἐντὸς γενομένης, ἑκάτερον τῶν ἐπιπέδων. διττὴν ἔμφασιν ἀποδίδωσι καὶ ποιεῖ τέτταρας εἰκόνας ἀφʼ ἑνὸς προσώπου, δύο μὲν ἀντιστρόφους ἐν τοῖς ἔξωθεν, μέρεσι, δύο δὲ δεξιοφανεῖς ἀμαυρὰς ἐν βάθει τῶν κατόπτρων. ὧν τῆς γενέσεως τὴν αἰτίαν Πλάτων ἀποδίδωσιν. εἴρηκε γὰρ ὅτι, τοῦ κατόπτρου ἔνθεν καὶ ἔνθεν ὕψος λαβόντος, ὑπαλλάττουσιν αἱ ὄψεις τὴν ἀνάκλασιν ἀπὸ τῶν ἑτέρων ἐπὶ θάτερα μεταπίπτουσαν. εἴπερ οὖν τῶν ὄψεων αἱ μὲν εὐθὺς πρὸς ἡμᾶς ἀνατρέχουσιν, αἱ δʼ ἐπὶ θάτερα μέρη τῶν κατόπτρων ὀλισθάνουσαι πάλιν ἐκεῖθεν ἀναφέρονται πρὸς ἡμᾶς, οὐ δυνατὸν ἐστιν ἐν ἴσαις γωνίαις γίγνεσθαι πάσας ἀνακλάσεις, ὅσας ὁμόσε χωρ οῦντες ἀξιοῦσιν αὑτοῖς τοῖς ἀπὸ τῆς σελήνης. ἐπὶ γῆν φερομένοις ῥεύμασι τὴν ἰσότητα τῶν γωνιῶν ἀναιρεῖν, πολλῷ τοῦτʼ ἐκείνου πιθανώτερον εἶναι νομίζοντες. οὐ μὴν ἀλλʼ εἰ δεῖ τοῦτο χαρίζεσθαι τῇ πολλὰ δὴ. φίλῃ γεωμετρίᾳ καὶ δοῦναι, πρῶτον μὲν ἀπὸ τῶν ἠκριβωμένων ταῖς λειότησι συμπίπτειν ἐσόπτρων εἰκός ἐστιν· ἡ δὲ σελήνη πολλὰς ἀνωμαλίας ἔχει καὶ τραχύτητας, ὥστε τὰς αὐγὰς ἀπὸ σώματος μεγάλου προσφερομένας ὕψεσιν ἀξιολόγοις, ἀντιλάμψεις καὶ διαδόσεις ἀπʼ ἀλλήλων λαμβάνουσιν, ἀνακλᾶσθαί τε παντοδαπῶς καὶ περιπλέκεσθαι καὶ συνάπτειν αὐτὴν ἑαυτῇ τὴν, ἀνταύγειαν, οἷον ἀπὸ πολλῶν φερομένην πρὸς ἡμᾶς κατόπτρων. ἔπειτα κἂν πρὸς αὐτῇ τῇ σελήνῃ τὰς ἀντανακλάσεις ἐν ἴσαις γωνίαις ποιῶμεν, οὐκ ἀδύνατον φερομένας ἐν διαστήματι τοσούτῳ τὰς αὐγὰς κλάσεις ἴσχειν καὶ περιολισθήσεις, ὡς συγχεῖσθαι καὶ λάμπειν τὸ φῶς. ἔνιοι δὲ καὶ δεικνύουσι γράφοντες, ὅτι πολλὰ τῶν φώτων αὐγὴν ἀφίησι κατὰ γραμμὴν ὑπὸ τὴν κεκλιμένην ὑποταθεῖσαν· σκευωρεῖσθαι δʼ ἅμα λέγοντι, διάγραμμα, καὶ ταῦτα πρὸς πολλούς, οὐκ ἐνῆν. τὸ δʼ ὅλον ἔφη θαυμάζω πῶς τὴν διχότομον ἐφʼ ἡμᾶς κινοῦσιν, ἐμπίπτουσαν μετὰ τῆς ἀμφικύρτου καὶ τῆς μηνοειδοῦς. εἰ γὰρ αἰθέριον ὄγκον ἢ πύρινον ὄντα τὸν τῆς σελήνης ἐφώτιζεν ὁ ἥλιος, οὐκ ἂν ἀπέλειπεν αὐτῆς σκιερὸν ἀεὶ καὶ ἀλαμπὲς ἡμισφαίριον πρὸς αἴσθησιν, ἀλλʼ εἰ καὶ κατὰ μικρὸν ἔψαυε περιιών, ὅλην ἀναπίμπλασθαι καὶ διʼ ὅλης τρέπεσθαι τῷ φωτὶ πανταχόσε χωροῦντι διʼ εὐπετείας ἦν προσῆκον. ὅπου γὰρ οἶνος ὕδατος θιγὼν κατὰ πέρας, καὶ σταγὼν αἵματος εἰς ὑγρὸν ἐμπεσόντος, ἀνέχρωσε πᾶν ἅμα φοινιχθέν· αὐτὸν δὲ τὸν ἀέρα λέγουσιν οὐκ ἀπορροαῖς τισὶν οὐδʼ ἀκτῖσι μεμιγμέναις ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἀπὸ τοῦ φωτὸς ἐξηλιοῦσθαι· πῶς ἄστρον ἄστρον καὶ φῶς φωτὸς ἁψάμενον οἴονται μὴ κεράννυσθαι, μηδὲ σύγχυσιν ποιεῖν διʼ ὅλου καὶ μεταβολὴν ἀλλʼ ἐκεῖνα φωτίζειν μόνον, ὧν ἅπτεται κατὰ τὴν ἐπιφάνειαν; ὃν γὰρ ὁ ἥλιος περιιὼν κύκλον ἄγει καὶ περιστρέφει περὶ τὴν σελήνην, νῦν μὲν ἐπιπίπτοντα τῷ διορίζοντι τὸ ὁρατὸν αὐτῆς καὶ τὸ ἀόρατον, νῦν δʼ ἀνιστάμενον πρὸς ὀρθὰς, ὥστε τέμνειν ἐκείνου ὑπʼ ἐκείνου τε τέμνεσθαι, καὶ ἄλλαις κλίσεσι καὶ σχέσεσι τοῦ λαμπροῦ πρὸς τὸ σκιερὸν ἀμφικύρτους καὶ μηνοειδεῖς ἀποδιδόντα μορφὰς ἐν αὐτῇ, παντὸς μᾶλλον ἐπιδείκνυσιν · οὐ σύγκρασιν ἀλλʼ ἐπαφήν, οὐδὲ σύλλαμψιν ἀλλὰ περίλαμψιν αὐτῆς ὄντα; τὸν φωτισμόν. ἐπεὶ δʼ οὐκ αὐτὴ φωτίζεται μόνον ἀλλὰ καὶ δεῦρο τῆς αὐγῆς ἀναπέμπει τὸ εἴδωλον, ἔτι καὶ μᾶλλον ἰσχυρίσασθαι τῷ λόγῳ περὶ τῆς οὐσίας δίδωσιν. αἱ γὰρ ἀνακλάσεις γίγνονται πρὸς οὐδὲν ἀραιὸν οὐδὲ λεπτομερές, οὐδʼ ἔστι φῶς ἀπὸ φωτὸς ἢ πῦρ ἀπὸ πυρὸς ἀφαλλόμενον νοῆσαι ῥᾴδιον· ἀλλὰ δεῖ τὸ ποιῆσον ἀντιτυπίαν τινὰ καὶ κλάσιν ἐμβριθὲς εἶναι καὶ πυκνόν, ἵνα πρὸς αὐτὸ πληγὴ καὶ ἀπʼ αὐτοῦ φορὰ γένηται. τὸν γοῦν αὐτὸν ἥλιον ὁ μὲν ἀὴρ διίησιν οὐ παρέχων ἀνακοπὰς οὐδʼ ἀντερείδων, ἀπὸ δὲ ξύλων καὶ λίθων καὶ ἱματίων εἰς φῶς τιθεμένων πολλὰς ἀντιλάμψεις καὶ περιλάμψεις ἀποδίδωσιν. οὕτω δὲ καὶ τὴν γῆν· ὁρῶμεν ὑπʼ αὐτοῦ φωτιζομένην· οὐ γὰρ εἰς βάθος ὥσπερ ὕδωρ οὐδὲ διʼ ὅλης ὥσπερ ἀὴρ διίησι τὴν αὐγήν· ἀλλʼ οἷος τὴν σελήνην περιστείχει κύκλος αὐτοῦ καὶ ὅσον ὑποτέμνεται μέρος ἐκείνης, τοιοῦτος ἕτερος; περίεισι τὴν γῆν καὶ τοσοῦτον φωτίζων ἀεὶ καὶ ἀπολείπων ἕτερον ἀφώτιστον· ἡμισφαιρίου γὰρ ὀλίγῳ δοκεῖ μεῖζον εἶναι τὸ περιλαμπόμενον ἑκατέρας. δότε δή μοι γεωμετρικῶς εἰπεῖν πρὸς ἀναλογίαν, ὡς εἰ, τριῶν ὄντων οἷς τὸ ἀφʼ ἡλίου φῶς πλησιάζει, γῆς σελήνης; ἀέρος, ὁρῶμεν οὐχ ὡς ὁ ἀὴρ μᾶλλον ἢ ὡς ἡ γῆ φωτιζομένην τὴν σελήνην, ἀνάγκη φύσιν ἔχειν ὁμοίαν ἃ ταὐτὰ πάσχειν ὑπὸ ταὐτοῦ πέφυκεν. ἐπεὶ δὲ πάντες ἐπῄνεσαν τὸν Λεύκιον, εὖ γʼ ἔφην ὅτι καλῷ λόγῳ καλὴν ἀναλογίαν προσέθηκας· οὐ γὰρ ἀποστερητέον σε τῶν ἰδίων κἀκεῖνος ἐπιμειδιάσας οὐκοῦν ἔφη καὶ δεύτερον ἀναλογίᾳ προσχρηστέον, ὅπως μὴ τῷ ταὐτὰ πάσχειν ὑπὸ ταὑτοῦ μόνον ἀλλὰ καὶ τῷ ταὐτὰ ποιεῖν ταὐτὸν ἀποδείξωμεν τῇ γῇ τὴν σελήνην προσεοικυῖαν. ὅτι μὲν γὰρ οὐδὲν οὕτως τῶν περὶ τὸν ἥλιον γιγνομένων ὅμοιόν ἐστιν, ὡς ἔκλειψις ἡλίου δύσει, δότε μοι, ταύτης ἔναγχος τῆς συνόδου μνησθέντες, ἣ πολλὰ μὲν ἄστρα πολλαχόθεν τοῦ οὐρανοῦ διέφηνεν εὐθὺς ἐκ μεσημβρίας ἀρξαμένη, κρᾶσιν δʼ οἵαν τὸ λυκαυγὲς τῷ ἀέρι παρέσχεν· εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον, ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένους ἄστρον φανερώτατον κλεπτόμενον καί μέσῳ ἄματι νύκτα γινομένην καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου σκότου ἀτραπὸν φάσκοντας· ἐπὶ πᾶσι δὲ τὸν Ὅμηρον νυκτὶ καὶ ζόφῳ τὰ πρόσωπα κατέχεσθαι τῶν ἀνθρώπων λέγοντα καὶ τὸν ἣλιον ἐξαπολωλέναι τοῦ οὐρανοῦ περὶ τὴν σελήνην καὶ τοῦτο γίγνεσθαι πέφυκε τοῦ μὲν φθίνοντος μηνὸς τοῦ δʼ ἱσταμένοιο . τὰ λοιπὰ δʼ οἶμαι ταῖς μαθηματικαῖς ἀκριβείαις εἰς τὸν ἐξῆχθαι καὶ βέβαιον, ὡς ἥ γε νύξ ἐστι σκιὰ γῆς, ἡ δʼ ἔκλειψις τοῦ ἡλίου σκιὰ σελήνης, ὅταν ἡ ὄψις ἐν αὐτῇ γένηται. δυόμενος γὰρ ὑπὸ τῆς γῆς ἀντιφράττεται πρὸς τὴν ὄψιν, ἐκλιπὼν δʼ ὑπὸ τῆς σελήνης· ἀμφότεραι δʼ εἰσὶν ἐπισκοτήσεις, ἀλλʼ ἡ μὲν δυτικὴ τῆς γῆς ἡ δʼ ἐκλειπτικὴ τῆς σελήνης, τῇ σκιᾷ καταλαμβανούσης τὴν ὄψιν. ἐκ δὲ τούτων εὐθεώρητον τὸ γιγνόμενον. εἰ γὰρ ὅμοιον τὸ πάθος, ὅμοια τὰ ποιοῦντα· τῷ γὰρ αὐτῷ ταὐτὰ συμβαίνειν ὑπὸ τῶν αὐτῶν ἀναγκαῖόν ἐστιν. εἰ δʼ οὐχ οὕτω τὸ περὶ τὰς ἐκλείψεις σκότος βύθιόν ἐστιν οὐδʼ ὁμοίως τῇ νυκτὶ πιέζει τὸν ἀέρα, μὴ θαυμάζωμεν· οὐσία μὲν γὰρ ἡ αὐτὴ τοῦ τὴν νύκτα ποιοῦντος καὶ τοῦ τὴν ἔκλειψιν σώματος, μέγεθος δʼ οὐκ ἴσον· ἀλλʼ Αἰγυπτίους μὲν ἑβδομηκοστόδυον οἶμαι φάναι μόριον εἶναι τὴν σελήνην, Ἀναξαγόραν δʼ ὅση Πελοπόννησος. Ἀρίσταρχος δὲ τὴν διάμετρον τῆς γῆς πρὸς τὴν διάμετρον τῆς σελήνης λόγον ἔχουσαν ἀποδείκνυσιν, ὃς ἐλάττων μὲν ἢ ἑξήκοντα πρὸς δεκαεννέα, μείζων δʼ ἢ ὡς ἑκατὸν ὀκτὼ πρὸς τεσσαράκοντα τρίʼ ἐστίν. ὅθεν ἡ μὲν γῆ παντάπασι τῆς ὄψεως τὸν ἣλιον ἀφαιρεῖται διὰ μέγεθος· μεγάλη γὰρ ἡ ἐπιπρόσθησις καὶ χρόνον ἔχουσα τὸν τῆς νυκτός· ἡ δὲ σελήνη κἂν ὅλον ποτὲ κρύψῃ τὸν ἣλιον, οὐκ ἔχει χρόνον οὐδὲ πλάτος ἡ ἔκλειψις, ἀλλὰ περιφαίνεταί τις αὐγὴ περὶ τὴν ἴτυν, οὐκ ἐῶσα βαθεῖαν γενέσθαι τὴν σκιὰν καὶ ἄκρατον. Ἀριστοτέλης δʼ ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν σελήνην ἐκλείπουσαν ἢ τὸν ἣλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν· ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ . ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτω τόδε τὸ πάθος ἔκλειψίς ἐστιν ἡλίου σύνοδος σκιᾶς σελήνης, ἧς τὴν ἔκλειψιν ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξαι πρὸς τὸν ἥλιον· ὁμολογῶν δὲ σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς, οὐκ οἶδʼ ὅ τι λέγειν ἑαυτῷ καταλέλοιπεν ἄστρου δὲ σκιὰν ἀδύνατον γενέσθαι· τὸ γὰρ ἀφώτιστον σκιὰ λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν ἀλλʼ ἀναιρεῖν πέφυκεν. ἀλλὰ τί δή ἔφη μετὰ τοῦτο τῶν τεκμηρίων ἐλέχθη; κἀγώ τὴν αὐτήν ἔφην ἐλάμβανεν ἡ σελήνη ἔκλειψιν . ὀρθῶς εἶπεν ὑπέμνησας ἀλλὰ δὴ πότερον ὡς πεπεισμένων ὑμῶν καὶ τιθέντων ἐκλείπειν τὴν σελήνην ὑπὸ τοῦ σκιάσματος ἁλισκομένην ἤδη τρέπωμαι πρὸς τὸν λόγον, ἢ βούλεσθε μελέτην ποιήσωμαι καὶ ἀπόδειξιν ὑμῖν τῶν ἐπιχειρημάτων ἕκαστον ἀπαριθμήσας ; νὴ Δίʼ εἶπεν ὁ Θέων τούτοις καὶ ἐμμελέτησον· ἐγὼ δὲ καὶ, πειθοῦς τινος δέομαι, ταύτῃ μόνον ἀκηκοὼς, ὡς ἐπὶ μίαν εὐθεῖαν τῶν τριῶν σωμάτων γιγνομένων, γῆς καὶ ἡλίου καὶ σελήνης, αἱ ἐκλείψεις συντυγχάνουσιν ἡ γὰρ γῆ τῆς σελήνης ἢ πάλιν ἡ σελήνη τῆς γῆς ἀφαιρεῖται τὸν ἣλιον· ἐκλείπει γὰρ οὗτος μὲν σελήνης σελήνη δὲ γῆς ἐν μέσῳ τῶν τριῶν ἱσταμένης· ὧν γίγνεται τὸ μὲν ἐν συνόδῳ τὸ δʼ ἐν διχομηνίᾳ καὶ ὁ Λεύκιος ἔφη σχεδὸν μέντοι τῶν λεγομένων κυριώτατα ταῦτʼ ἐστί· πρόσλαβε δὲ πρῶτον, εἰ βούλει, τὸν ἀπὸ τοῦ σχήματος τῆς σκιᾶς λόγον· ἔστι γὰρ κῶνος, ἅτε καὶ μεγάλου πυρὸς; ἢ φωτὸς σφαιροειδοῦς ἐλάττονα σφαιροειδῆ δὲ περιβάλλοντος ὄγκον· ὅθεν ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης αἱ περιγραφαὶ τῶν μελαινομένων πρὸς τὰ λαμπρὰ τὰς ἀποτομὰς περιφερεῖς ἴσχουσιν· ἃς γὰρ ἂν στρογγύλῳ στρογγύλῳ προσμῖξαν ἢ δέξηται τομὰς ἢ παράσχῃ, πανταχόσε χωροῦσαι διʼ ὁμοιότητα γίγνονται κυκλοτερεῖς; δεύτερον οἶμαί σε γιγνώσκειν, ὅτι σελήνης; μὲν ἐκλείπει πρῶτα μέρη τὰ πρὸς ἀπηλιώτην, ἡλίου δὲ τὰ πρὸς δύσιν, κινεῖται δʼ ἡ μὲν σκιὰ τῆς γῆς ἐπὶ τὴν ἑσπέραν ἀπὸ τῶν ἀνατολῶν, ἥλιος δὲ καὶ σελήνη τοὐναντίον ἐπὶ τὰς ἀνατολάς. ταῦτα γὰρ ἰδεῖν τε παρέχει τῇ αἰσθήσει τὰ φαινόμενα κἀκ λόγων οὐ πάνυ τι μακρῶν μαθεῖν ἔστιν· ἐκ δὲ τούτων ἡ αἰτία βεβαιοῦται τῆς ἐκλείψεως. ἐπεὶ γὰρ ἥλιος μὲν ἐκλείπει καταλαμβανόμενος, σελήνη δʼ ἀπαντῶσα τῷ ποιοῦντι τὴν ἔκλειψιν, εἰκότως μᾶλλον δʼ ἀναγκαίως ὁ μὲν ὄπισθεν ἁλίσκεται πρῶτον ἡ δʼ ἔμπροσθεν ἄρχεται γὰρ ἐκεῖθεν ἡ ἐπιπρόσθησις, ὅθεν πρῶτον ἐπιβάλλει τὸ ἐπιπροσθοῦν ἐπιβάλλει δʼ ἐκείνῳ μὲν ἀφʼ ἑσπέρας ἡ σελήνη πρὸς αὐτὸν ἁμιλλωμένη, ταύτῃ δʼ ἀπὸ τῶν ἀνατολῶν, ὡς πρὸς τοὐναντίον ὑποφερομένη. τρίτον τοίνυν ἔτι τὸ τοῦ χρόνου λάβε καὶ τὸ τοῦ μεγέθους τῶν ἐκλείψεων αὐτῆς. ὑψηλὴ μὲν ἐκλείπουσα καὶ ἀπόγειος ὀλίγον ἀποκρύπτεται χρόνον, πρόσγειος δὲ καὶ ταπεινὴ αὐτὸ τοῦτο παθοῦσα σφόδρα πιέζεται καὶ βραδέως ἐκ τῆς σκιᾶς ἄπεισι· καίτοι ταπεινὴ μὲν οὖσα τοῖς μεγίστοις χρῆται κινήμασιν, ὑψηλὴ δὲ τοῖς ἐλαχίστοις. ἀλλὰ τὸ αἴτιον ἐν τῇ σκιᾷ τῆς διαφορᾶς ἔστιν· εὐρυτάτη γὰρ οὖσα περὶ τὴν βάσιν, ὥσπερ οἱ κῶνοι, συστελλομένη τε κατὰ μικρὸν εἰς ὀξὺ τῇ κορυφῇ καὶ λεπτὸν ἀπολήγει πέρας. ὅθεν ἡ σελήνη ταπεινὴ μὲν ἐμπεσοῦσα τοῖς μεγίστοις λαμβάνεται κύκλοις ὑπʼ αὐτῆς καὶ διαπερᾷ τὸ βύθιον καὶ σκοτωδέστατον ἄνω δʼ οἷον ἐν τενάγει διὰ λεπτότητα τοῦ σκιεροῦ χρανθεῖσα ταχέως ἀπαλλάττεται. παρίημι δʼ ὅσα χωρὶς ἰδίᾳ πρὸς τὰς βάσεις καὶ τὰς διαφορήσεις ἐλέχθη· καὶ γὰρ ἐκεῖναι μέχρι γε τοῦ ἐνδεχομένου προσίενται τὴν αἰτίαν· ἀλλʼ ἐπανάγω πρὸς τὸν ὑποκείμενον λόγον ἀρχὴν ἔχοντα τὴν αἴσθησιν. ὁρῶμεν γὰρ ὅτι πῦρ ἐκ τόπου σκιεροῦ διαφαίνεται καὶ διαλάμπει μᾶλλον εἴτε παχύτητι τοῦ σκοτώδους ἀέρος, οὐ δεχομένου τὰς ἀπορρεύσεις καὶ διαχύσεις ἀλλὰ συνέχοντος ἐν ταὐτῷ τὴν οὐσίαν καὶ σφίγγοντος· εἴτε τῆς αἰσθήσεως; τοῦτο πάθος ἐστίν, ὡς τὰ θερμὰ παρὰ τὰ ψυχρὰ θερμότερα καὶ τὰς ἡδονὰς παρὰ τοὺς πόνους σφοδροτέρας, οὕτω τὰ λαμπρὰ φαίνεσθαι παρὰ τὰ σκοτεινὰ φανερά, τοῖς διαφόροις πάθεσιν ἀντεπιτείνοντα τὴν φαντασίαν. ἔοικε δὲ πιθανώτερον εἶναι τὸ πρότερον· ἐν γὰρ ἡλίῳ πᾶσα πυρὸς φύσις οὐ μόνον τὸ λαμπρὸν ἀπόλλυσιν, ἀλλὰ τῷ εἴκειν γίγνεται δύσεργος καὶ ἀμβλυτέρα· σκίδνησι γὰρ ἡ θερμότης; καὶ διαχεῖ τὴν δύναμιν. εἴπερ οὖν ἡ σελήνη πυρὸς εἴληχε βληχροῦ καὶ ἀδρανοῦς, ἄστρον οὖσα θολερώτερον, ὥσπερ αὐτοὶ λέγουσιν, οὐδὲν ὧν πάσχουσα φαίνεται νῦν, ἀλλὰ τἀναντία πάντα πάσχειν αὐτὴν προσῆκόν ἐστι, φαίνεσθαι μὲν ὅτε κρύπτεται, κρύπτεσθαι δʼ ὁπηνίκα φαίνεται· τουτέστι κρύπτεσθαι μὲν τὸν ἄλλον χρόνον ὑπὸ τοῦ περιέχοντος αἰθέρος ἀμαυρουμένην, ἐκλάμπειν δὲ καὶ γίγνεσθαι καταφανῆ δἰ ἓξ μηνῶν καὶ πάλιν διὰ πέντε τῇ σκιᾷ τῆς γῆς ὑποδυομένην. αἱ γὰρ πέντε καὶ ἑξήκοντα καὶ τετρακόσιαι περίοδοι τῶν ἐκλειπτικῶν πανσελήνων τὰς τέσσαρας καὶ τετρακοσίας ἑξαμήνους ἔχουσι τὰς δʼ ἄλλας πενταμήνους. ἔδει τοίνυν διὰ τοσούτων χρόνων φαίνεσθαι τὴν σελήνην ἐν τῇ σκιᾷ λαμπρυνομένην· ἡ δʼ ἐν τῇ σκιᾷ μὲν ἐκλείπει καὶ ἀπόλλυσι τὸ φῶς, ἀναλαμβάνει δʼ αὖθις, ὅταν ἐκφύγῃ τὴν σκιάν, καὶ φαίνεταί γε πολλάκις ἡμέρας, ὡς πάντα μᾶλλον ἢ πύρινον οὖσα σῶμα καὶ ἀστεροειδές.