ὅλως δὲ πῶς λέγεται καὶ τίνος ἡ γῆ μέση κεῖται; τὸ γὰρ πᾶν ἄπειρόν ἐστι; τῷ δʼ ἀπείρῳ μήτε ἀρχὴν ἔχοντι μήτε πέρας οὐ προσήκει μέσον ἔχειν· πέρας γάρ τι καὶ τὸ μέσον, ἡ δʼ ἀπειρία περάτων στέρησις. ὁ δὲ μὴ τοῦ παντὸς ἀλλὰ τοῦ κόσμου μέσην εἶναι τὴν γῆν ἀποφαινόμενος ἡδύς ἐστιν, εἰ μὴ καὶ τὸν κόσμον αὐτὸν ἐνέχεσθαι ταῖς αὐταῖς ἀπορίαις νομίζει· τὸ γὰρ πᾶν οὐδὲ τούτῳ μέσην ἀπέλιπεν, ἀλλʼ ἀνέστιος καὶ ἀνίδρυτός ἐστιν ἐν ἀπείρῳ κενῷ φερόμενος πρὸς οὐδὲν οἰκεῖον, ἢ ἄλλην τινὰ τοῦ μένειν εὑράμενος αἰτίαν ἕστηκεν, οὐ κατὰ τὴν τοῦ τόπου φύσιν. ὅμοια καὶ περὶ γῆς καὶ περὶ σελήνης εἰκάζειν τινὶ πάρεστιν, ὡς ἑτέρᾳ τινὶ ψυχῇ καὶ φύσει μᾶλλον διαφορᾷ, τῆς μὲν ἀτρεμούσης ἐνταῦθα τῆς δὲ καὶ φερομένης. ἄνευ δὲ τούτων, ὅρα μὴ μέγα τι λέληθεν αὐτούς· εἰ γὰρ ὅ τι ἂν καὶ ὁπωσοῦν ἐκτὸς γένηται τοῦ κέντρου τῆς γῆς ἄνω ἐστίν, οὐδέν ἐστι τοῦ κόσμου κάτω μέρος, ἀλλʼ ἄνω καὶ ἡ γῆ καὶ τὰ ἐπὶ γῆς καὶ πᾶν ἁπλῶς σῶμα τὸ κέντρῳ περιεστηκὸς ἢ περικείμενον ἄνω γίγνεται· κάτω δὲ μόνον ἕν, τὸ ἀσώματον σημεῖον ἐκεῖνο, ὃ πρὸς πᾶσαν ἀντικεῖσθαι τὴν τοῦ κόσμου φύσιν ἀναγκαῖον εἴ γε δὴ τὸ κάτω πρὸς τὸ ἄνω κατὰ φύσιν ἀντίκειται. καὶ οὐ τοῦτο μόνον · τὸ ἄτοπον, ἀλλὰ καὶ τὴν αἰτίαν ἀπόλλυσι τὰ βάρη, διʼ ἣν δεῦρο καταρρέπει καὶ φέρεται· σῶμα μὲν γὰρ οὐθέν ἐστι κάτω πρὸς ὃ κινεῖται, τὸ δʼ ἀσώματον οὔτʼ εἰκὸς οὔτε βούλονται τοσαύτην ἔχειν δύναμιν, ὥστε πάντα κατατείνειν ἐφʼ ἑαυτὸ καὶ περὶ αὑτὸ συνέχειν. ἀλλʼ ὅλως ἄλογον εὑρίσκεται καὶ μαχόμενον τοῖς πράγμασι τὸ ἄνω τὸν κόσμον ὅλον εἶναι, τὸ δὲ κάτω μηδὲν ἀλλʼ ἢ πέρας ἀσώματον καὶ ἀδιάστατον· ἐκεῖνο δʼ εὔλογον, ὡς λέγομεν ἡμεῖς, τῷ τʼ ἄνω χώραν καὶ· τῷ κάτω πολλὴν καὶ πλάτος ἔχουσαν διῃρῆσθαι. οὐ μὴν ἀλλὰ θέντες, εἰ βούλει, παρὰ φύσιν ἐν οὐρανῷ τοῖς γεώδεσι τὰς κινήσεις ὑπάρχειν, ἀτρέμα, μὴ τραγικῶς, ἀλλὰ πράως σκοπῶμεν; ὅτι τοῦτο τὴν σελήνην οὐ δείκνυσι γῆν μὴ οὖσαν ἀλλὰ γῆν ὅπου μὴ πέφυκεν οὖσαν· ἐπεὶ καὶ τὸ πῦρ τὸ Αἰτναῖον ὑπὸ γῆν παρὰ φύσιν ἐστὶν, ἀλλὰ πῦρ ἐστι· καὶ τὸ πνεῦμα τοῖς ἀσκοῖς περιληφθὲν ἔστι μὲν ἀνωφερὲς φύσει καὶ κοῦφον, ἣκει δʼ ὅπου μὴ πέφυκεν ὑπʼ ἀνάγκης. αὐτὴ δʼ ἡ ψυχή, πρὸς Διός εἶπον οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε, καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτʼ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον ὑπὸ βρίθους ἢ πάχους, οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦντα καὶ διιπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. ὁ δὲ Ζεὺς ὑμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δʼ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῶμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς; ὥσθʼ ὅρα καὶ σκόπει, δαιμόνιε, μὴ μεθιστὰς καὶ ἀπάγων ἕκαστον, ὅπου πέφυκεν εἶναι, διάλυσίν τινα. κόσμου φιλοσοφῇς καὶ τὸ νεῖκος ἐπάγῃς τὸ Ἐμπεδοκλέους τοῖς πράγμασι· μᾶλλον δὲ τοὺς παλαιοὺς κινῇς Τιτᾶνας ἐπὶ τὴν φύσιν καὶ Γίγαντας καὶ τὴν μυθικὴν ἐκείνην καὶ φοβερὰν ἀκοσμίαν καὶ πλημμέλειαν ἐπιδεῖν ποθῇς, χωρὶς τὸ βαρὺ πᾶν καὶ χωρὶς τιθεὶς τὸ κοῦφον ἔνθʼ οὔτʼ ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος, οὐδὲ μὲν οὐδʼ αἴης λάσιον γένος, οὐδὲ θάλασσα ὥς φησιν Ἐμπεδοκλῆς· οὐ γῆ θερμότητος μετεῖχεν, οὐχ ὕδωρ πνεύματος, οὐκ ἄνω τι τῶν βαρέων οὐ κάτω τι τῶν κούφων, ἀλλʼ ἄκρατοι καὶ ἄστοργοι καὶ μονάδες αἱ τῶν ὅλων ἀρχαί, μὴ προσιέμεναι σύγκρισιν ἑτέρου πρὸς ἕτερον μηδὲ κοινωνίαν, ἀλλὰ φεύγουσαι καὶ ἀποστρεφόμεναι καὶ φερόμεναι φορὰς ἰδίας καὶ αὐθάδεις οὕτως εἶχον, ὡς ἔχει πᾶν οὗ θεὸς ἄπεστι, κατὰ Πλάτωνα, τουτέστιν, ὡς ἔχει τὰ σώματα, νοῦ καὶ ψυχῆς ἀπολιπούσης· ἄχρι οὗ τὸ ἱμερτὸν ἧκεν ἐπὶ τὴν φύσιν ἐκ προνοίας, φιλότητος ἐγγενομένης καὶ Ἀφροδίτης καὶ Ἔρωτος, ὡς Ἐμπεδοκλῆς λέγει καὶ Παρμενίδης καὶ Ἡσίδος, ἵνα καὶ τόπους ἀμείψαντα καὶ δυνάμεις ἀπʼ ἀλλήλων μεταλαβόντα καὶ τὰ μὲν κινήσεως τὰ δὲ μονῆς ἀνάγκαις ἐνδεθέντα καὶ καταβιασθέντα πρὸς τὸ βέλτιον, ἐξ οὗ πέφυκεν, ἐνδοῦναι καὶ μεταστῆναι ἁρμονίαν καὶ κοινωνίαν ἀπεργάσηται τοῦ παντός. εἰ μὲν γὰρ οὐδʼ ἄλλο τι τῶν τοῦ κόσμου μερῶν παρὰ φύσιν ἔσχεν, ἀλλʼ ἕκαστον πέφυκε κεῖται, μηδεμιᾶς μεθιδρύσεως μηδὲ μετακοσμήσεως δεόμενον μηδʼ ἐν ἀρχῇ δεηθέν, ἀπορῶ τί τῆς προνοίας ἔργον ἐστὶν ἢ τίνος γέγονε ποιητὴς καὶ πατὴρ δημιουργὸς ὁ Ζεὺς ὁ ἀριστοτέχνας. οὐ γὰρ ἐν στρατοπέδῳ τακτικῶν ὄφελος, εἴπερ εἰδείη τῶν στρατιωτῶν ἕκαστος ἀφʼ ἑαυτοῦ τάξιν τε καὶ χώραν κατὰ καιρόν, οὗ δεῖ, λαβεῖν καὶ διαφυλάσσειν οὐδὲ κηπουρῶν οὐδʼ οἰκοδόμων, εἰ πῆ μὲν αὐτὸ τὸ ὕδωρ ἀφʼ αὑτοῦ πέφυκεν ἐπιέναι τοῖς δεομένοις καὶ κατάρδειν ἐπιρρέον, πῆ δὲ πλίνθοι καὶ ξύλα καὶ λίθοι ταῖς κατὰ φύσιν χρώμενα ῥοπαῖς καὶ νεύσεσιν ἐξ ἑαυτῶν καταλαμβάνειν τὴν προσήκουσαν ἁρμονίαν καὶ χώραν. εἰ δʼ · οὗτος μὲν ἄντικρυς ἀναιρεῖ τὴν πρόνοιαν ὁ λόγος, τῷ θεῷ δʼ ἡ τάξις τῶν ὄντων προσήκει καὶ τὸ διαιρεῖν, τί θαυμαστὸν οὕτω τετάχθαι, καὶ διηρμόσθαι τὴν φύσιν, ὡς ἐνταῦθα μὲν πῦρ ἐκεῖ δʼ, ἄστρα, καὶ πάλιν ἐνταῦθα μὲν γῆν ἄνω δὲ σελήνην ἱδρῦσθαι, βεβαιοτέρῳ τοῦ κατὰ, φύσιν τῷ κατὰ λόγον δεσμῷ περιληφθεῖσαν; ὡς, εἴ γε πάντα δεῖ ταῖς κατὰ φύσιν ῥοπαῖς χρῆσθαι καὶ φέρεσθαι καθʼ ὃ πέφυκε, μήθʼ ἥλιος κυκλοφορείσθω μήτε φωσφόρος; μηδὲ τῶν ἄλλων ἀστέρων ἄνω γὰρ οὐ κύκλῳ τὰ κοῦφα καὶ πυροειδῆ κινεῖσθαι πέφυκεν. εἰ δὲ τοιαύτην ἐξαλλαγὴν ἡ φύσις ἔχει παρὰ τὸν τόπον, ὥστʼ ἐνταῦθα μὲν ἄνω φαίνεσθαι φερόμενον τὸ πῦρ, ὅταν δʼ εἰς τὸν οὐρανὸν παραγένηται, τῇ δίνῃ συμπεριστρέφεσθαι, τί θαυμαστὸν εἰ καὶ τοῖς βαρέσι καὶ γεώδεσιν ἐκεῖ · γενομένοις συμβέβηκεν ὡσαύτως εἰς ἄλλο κινήσεως εἶδος ὑπὸ τοῦ περιέχοντος ἐκνενικῆσθαι; οὐ γὰρ δὴ τῶν μὲν ἐλαφρῶν τὴν ἄνω φορὰν ἀφαιρεῖσθαι· τῷ οὐρανῷ κατὰ φύσιν ἐστί, τῶν δὲ βαρέων καὶ κάτω ῥεπόντων · οὐ δύναται κρατεῖν, ἀλλʼ ᾗ ποτʼ ἐκεῖνα δυνάμει καὶ ταῦτα μετακοσμήσας ἐχρήσατο τῇ φύσει αὐτῶν ἐπὶ τὸ βέλτιον. οὐ μὴν ἀλλʼ εἴ γε δεῖ τὰς καταδεδουλωμένας ἕξει δόξας ἀφέντας ἤδη τὸ φαινόμενον ἀδεῶς λέγειν, οὐδὲν ἔοικεν ὅλου μέρος αὐτὸ καθʼ ἑαυτὸ τάξιν ἢ θέσιν ἢ κίνησιν ἰδίαν ἔχειν, ἣν ἄν τις ἁπλῶς κατὰ φύσιν προσαγορεύσειεν. ἀλλʼ ὅταν ἕκαστον, οὗ χάριν γέγονε καὶ πρὸς ὃ πέφυκεν ἢ πεποίηται, τούτῳ παρέχῃ χρησίμως καὶ οἰκείως κινούμενον, ἑαυτὸ καὶ πάσχον ἢ ποιοῦν ἢ διακείμενον, ὡς ἐκείνῳ πρὸς σωτηρίαν ἢ κάλλος ἢ δύναμιν ἐπιτήδειόν ἐστι, τότε δοκεῖ τὴν κατὰ φύσιν χώραν ἔχειν καὶ κίνησιν καὶ διάθεσιν. ὁ γοῦν ἄνθρωπος, ὡς εἴ τι τῶν ὄντων ἕτερον κατὰ φύσιν γεγονώς, ἄνω μὲν ἔχει τὰ ἐμβριθῆ καὶ γεώδη μάλιστα περὶ τὴν κεφαλήν, ἐν δὲ τοῖς μέσοις τὰ θερμὰ καὶ πυρώδη· τῶν δʼ ὀδόντων οἱ μὲν ἄνωθεν οἱ δὲ κάτωθεν ἐκφύονται, καὶ οὐδέτεροι παρὰ φύσιν ἔχουσιν· οὐδὲ τοῦ πυρὸς τὸ μὲν ἄνω περὶ τὰ ὄμματα ἀποστίλβον κατὰ φύσιν· ἐστὶ τὸ δʼ ἐν κοιλίᾳ καὶ καρδίᾳ παρὰ φύσιν, ἀλλʼ ἕκαστον οἰκείως καὶ χρησίμως τέτακται ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε καὶ παντὸς ὀστρέου φύσιν, ὥς φησιν ὁ Ἐμπεδοκλῆς, καταμανθάνων ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν καὶ οὐ πιέζει τὸ λιθῶδες οὐδὲ καταθλίβει τὴν ἕξιν ἐπικείμενον, οὐδέ γε πάλιν τὸ θερμὸν ὑπὸ κουφότητος εἰς τὴν ἄνω χώραν ἀποπτάμενον οἴχεται· μέμικται δέ πως πρὸς ἄλληλα καὶ συντέτακται κατὰ τὴν ἑκάστου φύσιν· ὥσπερ εἰκὸς ἔχειν καὶ τὸν κόσμον, εἴ γε δὴ ζῷὸν ἐστι, πολλαχοῦ γῆν ἔχοντα, πολλαχοῦ δὲ πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, οὐκ ἐξ ἀνάγκης ἀποτεθλιμμένον ἀλλὰ λόγῳ διακεκοσμημένον. οὐδὲ γὰρ ὀφθαλμὸς ἐνταῦθα τοῦ σώματός; ἐστιν ὑπὸ κουφότητος ἐκπιεσθείς, οὐδʼ ἡ καρδία τῷ βάρει ὀλισθοῦσα πέπτωκεν εἰς τὸ στῆθος, ἀλλʼ ὅτι βέλτιον ἦν οὕτως ἑκάτερον τετάχθαι. μὴ τοίνυν μηδὲ τῶν τοῦ κόσμου μερῶν νομίζωμεν μήτε γῆν ἐνταῦθα κεῖσθαι συμπεσοῦσαν διὰ βάρος μήτε τὸν ἣλιον, ὡς ᾤετο Μητρόδωρος ὁ Χῖος, εἰς τὴν ἄνω χώραν ἀσκοῦ δίκην ὑπὸ κουφότητος ἐκτεθλῖφθαι, μήτε τοὺς ἄλλους ἀστέρας ὥσπερ ἐν ζυγοστάθμου διαφορᾷ ῥέψαντας, ἐν οἷς εἰσι, γεγονέναι τόποις· ἀλλὰ τοῦ κατὰ λόγον κρατοῦντος, οἱ μὲν ὥσπερ ὄμματα φωσφόρα τῷ προσώπῳ τοῦ παντὸς ἐνδεδεμένοι περιπολοῦσιν, ἥλιος δὲ καρδίας ἔχων δύναμιν ὥσπερ αἷμα καὶ πνεῦμα διαπέμπει καὶ διασκεδάννυσιν ἐξ ἑαυτοῦ θερμότητα καὶ φῶς· γῇ δὲ καὶ θαλάσσῃ χρῆται κατὰ φύσιν ὁ κόσμος ὅσα κοιλίᾳ καὶ κύστει ζῷον. σελήνη δʼ ἡλίου μεταξὺ καὶ γῆς, ὥσπερ καρδίας καὶ κοιλίας ἧπαρ ἤ τι μαλθακὸν ἄλλο σπλάγχνον ἐγκειμένη τὴν τʼ ἄνωθεν ἀλέαν ἐνταῦθα διαπέμπει καὶ τὰς ἐντεῦθεν ἀναθυμιάσεις πέψει τινὶ καὶ καθάρσει λεπτύνουσα περὶ ἑαυτὴν ἀναδίδωσιν εἰ δὲ καὶ πρὸς ἄλλα τὸ γεῶδες αὐτῆς καὶ στερέμνιον ἔχει τινὰ πρόσφορον χρείαν, ἄδηλον ἡμῖν. ἐν παντὶ δὲ κρατεῖ τὸ βέλτιον τοῦ κατηναγκασμένου. τί γὰρ οὕτω λάβωμεν, ἐξ ὧν ἐκεῖνοι λέγουσι, τὸ εἰκός; λέγουσι δὲ τοῦ αἰθέρος τὸ μὲν αὐγοειδὲς καὶ λεπτὸν ὑπὸ μανότητος οὐρανὸν γεγονέναι, τὸ δὲ πυκνωθὲν καὶ συνειληθὲν ἄστρα· τούτων δὲ τὸ νωθρότατον εἶναι τὴν σελήνην καὶ θολερώτατον. ἀλλʼ ὅμως ὁρᾶν πάρεστιν οὐκ ἀποκεκριμένην τοῦ αἰθέρος τὴν σελήνην, ἀλλʼ ἔτι πολλῷ μὲν τῷ περὶ, αὐτὴν ἐμφερομένην, πολλὴν δʼ ὑφʼ ἑαυτὴν ἔχουσαν ἀνέμων δινεῖσθαι καὶ κομήτας. οὕτως οὐ ταῖς ῥοπαῖς σεσήκωται κατὰ βάρος καὶ κουφότητα τῶν σωμάτων ἕκαστον, ἀλλʼ ἑτέρῳ λόγῳ κεκόσμηται.