Ὁ μὲν οὖν Σύλλοις ταῦτʼ εἶπε τῷ γʼ ἐμῷ μύθῳ προσήκει κἀκεῖθέν ἐστι· ἀλλʼ εἰ δή τι πρὸς τὰς ἀνὰ χεῖρα ταύτας καὶ διὰ στόματος πᾶσι δόξας περὶ τοῦ προσώπου τῆς σελήνης προανεκρούσασθε, πρῶτον ἡδέως ἄν μοι δοκῶ πυθέσθαι. τί δʼ οὐκ· ἐμέλλομεν εἶπον ὑπὸ τῆς ἐν τούτοις ἀπορίας ἐπʼ ἐκείνους ἀπωσθέντες; ὡς γὰρ οἱ ἐν νοσήμασι χρονίοις πρὸς τὰ κοινὰ βοηθήματα καὶ τὰς συνήθεις διαίτας ἀπειπόντες ἐπὶ καθαρμοὺς καὶ περίαπτα καὶ ὀνείρους τρέπονται, οὕτως ἀναγκαῖον ἐν δυσθεωρήτοις καὶ ἀπόροις σκέψεσιν, ὅταν οἱ κοινοὶ καὶ ἔνδοξοι καὶ συνήθεις λόγοι μὴ πείθωσι, πειρᾶσθαι τῶν ἀτοπωτέρων καὶ μὴ καταφρονεῖν ἀλλʼ ἐπᾴδειν ἀτεχνῶς ἑαυτοῖς τὰ τῶν παλαιῶν καὶ διὰ πάντων τἀληθὲς ἐξελέγχειν. ὁρᾷς γὰρ εὐθὺς, ὡς ἄτοπος ὁ λέγων τὸ φαινόμενον εἶδος ἐν τῇ σελήνῃ πάθος εἶναι τῆς ὄψεως, ὑπεικούσης τῇ λαμπρότητι διʼ ἀσθένειαν, ὃ καλοῦμεν· οὐ συνορῶν ὅτι πρὸς τὸν ἣλιον ἔδει τοῦτο γίγνεσθαι μᾶλλον, ὀξὺν ἀπαντῶντα καὶ πλήκτην ὥς που καὶ Ἐμπεδοκλῆς τὴν ἑκατέρων ἀποδίδωσιν οὐκ ἀηδῶς διαφορὰν ἣλιος ὀξυβελὴς ἠδʼ ἱλάειρα σελήνη; τὸ ἐπαγωγὸν αὐτῆς καὶ ἱλαρὸν καὶ ἄλυπον οὕτω προσαγορεύσας· ἔπειτα λόγον ἀποδιδούς, καθʼ ὃν αἱ ἀμυδραὶ καὶ ἀσθενεῖς ὄψεις οὐδεμίαν διαφορὰν ἐν τῇ σελήνῃ μορφῆς ἐνορῶσιν,, ἀλλὰ λεῖος αὐταῖς; ἀντιλάμπει καὶ περίπλεως αὐτῆς ὁ κύκλος, οἱ δʼ ὀξὺ καὶ σφοδρὸν ὁρῶντες ἐξακριβοῦσι μᾶλλον καὶ διαστέλλουσιν ἐκτυπούμενα τὰ εἴδη τοῦ προσώπου, καὶ τῆς διαφορᾶς ἅπτονται σαφέστερον ἔδει γάρ, οἶμαι, τοὐναντίον, εἴπερ ἡττωμένου πάθος ὄμματος ἐποίει τὴν φαντασίαν· ὅπου τὸ πάσχον ἀσθενέστερον, σαφέστερον εἶναι τὸ φαινόμενον. ἡ δʼ ἀνωμαλία καὶ παντάπασιν ἐλέγχει τὸν λόγον· οὐ γὰρ ἔστι συνεχοῦς σκιᾶς καὶ συγκεχυμένης ὄψις, ἀλλʼ οὐ φαύλως ὑπογράφων ὁ Ἀγησιάναξ εἴρηκε πᾶσα μὲν ἣδε πέριξ πυρὶ λάμπεται ἐν δʼ ἄρα μέσσῃ γλαυκότερον κυάνοιο φαείνεται ἠύτε κούρης ὄμμα καὶ ὑγρὰ μέτωπα· τὰ δὲ ῥέθει ἄντα ἔοικεν· ὄντως γὰρ ὑποδύεται περιιόντα τοῖς λαμπροῖς τὰ σκιερὰ, καὶ πιέζει πάλιν ὑπʼ αὐτῶν καὶ ἀποκοπτόμενα, καὶ ὅλως πέπλεκται διʼ ἀλλήλων· ὥστε γραφικὴν τὴν διατύπωσιν εἶναι τοῦ σχήματος· τοῦτο δὲ καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον ὑμέτερος γὰρ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν. ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου, παντὶ μᾶλλον ἔφην ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον, ὥσπερ ἀφʼ ἑστίας τῆς γεωμετρίας ὁρμώμενον· λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον ἥ τε γὰρ ἴτυς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατʼ εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶριν οἴεσθʼ·θʼ ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἣλιον τῆς ὄψεως ἐνορᾶσθαι τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ σύντηξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν οὐκ ἐφʼ ἧς ἐστι χώρας, ἀλλʼ ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν· ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν ἢ πόντου μέγα κῦμα καταντία κυμαίνοντος δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου. ἡσθεὶς οὖν ὁ Ἀπολλωνίδης ὡς ἴδιον εἶπε καὶ καινὸν ὅλως τὸ σκευώρημα τῆς δόξης, τόλμαν δέ τινα καὶ μοῦσαν ἔχοντος ἀνδρός· ἀλλὰ πῆ τὸν ἔλεγχον αὐτῷ προσῆγε ; πρῶτον μέν εἶπον ᾗ μία φύσις τῆς ἔξω θαλάσσης ἐστί, σύρρουν καὶ συνεχὲς πέλαγος, ἡ δʼ ἔμφασις οὐ μία τῶν ἐν τῇ σελήνῃ μελασμάτων, ἀλλʼ οἷον ἰσθμοὺς ἔχουσα, τοῦ λαμπροῦ διαιροῦντος καὶ διορίζοντος τὸ, σκιερόν· ὅθεν ἑκάστου τόπου χωρισθέντος καὶ πέρας ἴδιον ἔχοντος, αἱ τῶν φωτεινῶν ἐπιβολαὶ τοῖς σκοτεινοῖς ὕψους εἰκόνα καὶ βάθους λαμβάνουσαι τὰς περὶ τὰ ὄμματα καὶ τὰ χείλη εἰκόνας φαινομένας ὁμοιότατα διετύπωσαν ὥστʼ ἢ πλείονας ἔξω θαλάσσας ὑποληπτέον ἰσθμοῖς τισι καὶ ἠπείροις ἀπολαμβανομένας, ὅπερ ἐστὶν ἄτοπον καὶ ψεῦδος, ἢ μιᾶς οὔσης, οὐ πιθανὸν εἰκόνα διεσπασμένην οὕτως ἐμφαίνεσθαι. ἐκεῖνο μὲν γὰρ ἐρωτᾶν ἀσφαλέστερόν ἐστιν ἢ ἀποφαίνεσθαι σοῦ παρόντος, εἰ, τῆς οἰκουμένης εὖρος ἴσης καὶ μῆκος, ἐνδέχεται πᾶσιν ὡσαύτως ἀπὸ τῆς σελήνης ὄψιν ἀνακλωμένην ἐπιθιγγάνειν τῆς θαλάσσης καὶ τοῖς ἐν αὐτῇ τῇ μεγάλῃ θαλάττῃ πλέουσι νὴ Δία καὶ οἰκοῦσιν, ὥσπερ Βρεττανοῖς, καὶ ταῦτα μηδὲ τῆς γῆς, ὥς φατε, πρὸς τὴν σφαῖραν τῆς σελήνης κέντρου λόγον ἐπεχούσης. τουτὶ μὲν οὖν ἔφην σὸν ἔργον ἐπισκοπεῖν· τὴν δὲ πρὸς τὴν σελήνην τῆς ὄψεως κλάσιν οὐκέτι σὸν οὐδʼ Ἱππάρχου· καίτοι γε, φίλε πρίαμ ἀλλὰ πολλοῖς οὐκ ἀρέσκει φυσιολογῶν περὶ τῆς ὄψεως, αὐτὴν ὁμοπαθῆ κρᾶσιν ἴσχειν καὶ σύμπηξιν εἰκός ἐστι μᾶλλον ἢ πληγάς τινας καὶ ἀποπηδήσεις, οἵας ἔπλαττε τῶν ἀτόμων Ἐπίκουρος. οὐκ ἐθελήσει δέ, οἶμαι, τὴν σελήνην ἐμβριθὲς ὑποθέσθαι σῶμα καὶ στερεὸν ὑμῖν ὁ Κλέαρχος, ἀλλʼ ἄστρον αἰθέριον καὶ φωσφόρον, ὡς φατε· τοιαύτῃ δὲ τὴν ὄψιν θραύειν προσήκει καὶ ἀποστρέφειν, ὥστʼ οἴχεσθαι τὴν ἀνάκλασιν. εἰ δὲ προσδεῖταί τις ἡμᾶς, ἐρησόμεθα πῶς μόνον πρόσωπόν ἐστιν ἐν τῇ σελήνῃ τὸ τῆς θαλάσσης ἔσοπτρον, ἄλλῳ δʼ οὐδενὶ τῶν τοσούτων ἀστέρων ἐνορᾶται · καίτοι τὸ γʼ εἰκὸς ἀπαιτεῖ πρὸς ἅπαντας ἢ πρὸς μηδένα τοῦτο πάσχειν τὴν ὄψιν. ἀλλʼ πρὸς τὸν Λεύκιον ἔφην ἀποβλέψας,· ὃ πρῶτον ἐλέχθη τῶν ἡμετέρων ὑπόμνησον. καὶ ὁ Λεύκιος ἀλλὰ μὴ δόξωμεν ἔφη κομιδῇ προπηλακίζειν τὸν Φαρνάκην, οὕτω τὴν Στωικὴν δόξαν ἀπροσαύδητον ὑπερβαίνοντες, εἰπὲ δή τι πρὸς τὸν ἄνδρα πάντως, ἀέρος μῖγμα καὶ μαλακοῦ πυρὸς ὑποτιθέμενον τὴν σελήνην, εἶθʼ οἷον ἐν γαλήνῃ φρίκης ὑποτρεχούσης φάσκοντα τοῦ ἀέρος διαμελαίνοντος ἔμφασιν γίγνεσθαι μορφοειδῆ χρηστῶς γʼ εἶπον ὦ Λεύκιε, τὴν ἀτοπίαν εὐφήμοις περιαμπέχεις ὀνόμασιν· οὐχ οὕτω δʼ ὁ ἑταῖρος ἡμῶν, ἀλλʼ, ὅπερ ἀληθὲς ἦν, ἔλεγεν ὑπωπιάζειν · αὐτοὺς τὴν σελήνην, σπίλων καὶ μελασμῶν ἀναπιμπλάντας, ὁμοῦ μὲν Ἄρτεμιν καὶ Ἀθηνᾶν ἀνακαλοῦντας, ὁμοῦ δὲ σύμμιγμα καὶ φύραμα ποιοῦντας ἀέρος ζοφεροῦ καὶ πυρὸς ἀνθρακώδους, οὐκ ἔχουσαν ἔξαψιν οὐδʼ αὐγὴν οἰκείαν, ἀλλὰ δυσκρινές τι σῶμα, τυφόμενον ἀεὶ καὶ πυρίκαυστον ὥσπερ τῶν κεραυνῶν τοὺς ἀλαμπεῖς καὶ ψολόεντας ὑπὸ τῶν ποιητῶν προσαγορευομένους. ὅτι μέντοι πῦρ ἀνθρακῶδες, οἷον οὗτοι τὸ τῆς σελήνης ποιοῦσιν, οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἅμα καὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιᾷ λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλων χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. εἰ οὖν ἡ σελήνη πῦρ, ἐστι, πόθεν αὐτῇ τοσοῦτος ἐγγέγονεν ἀήρ; ὁ γὰρ ἄνω καὶ κύκλῳ φερόμενος οὑτοσὶ τόπος οὐκ ἀέρος, ἀλλὰ κρείττονος οὐσίας καὶ πάντα λεπτύνειν καὶ συνεξάπτειν φύσιν ἐχούσης ἐστίν· εἰ δʼ ἐγγέγονε, πῶς οὐκ οἴχεται μεταβάλλων εἰς ἕτερον εἶδος ὑπὸ τοῦ πυρὸς ἐξαιθερωθείς, ἀλλὰ σῴζεται καὶ συνοικεῖ πυρὶ τοσοῦτον χρόνον, ὥσπερ ἧλος ἀραρὼς τοῖς αὐτοῖς ἀεὶ μέρεσι καὶ συγγεγομφωμένος; ἀραιῷ μὲν γὰρ ὄντι καὶ συγκεχυμένῳ μὴ μένειν ἀλλὰ σφάλλεσθαι προσήκει· συμπεπηγέναι δʼ οὐ δυνατὸν ἀναμεμιγμένον πυρὶ καὶ μήτε ὑγροῦ μετέχοντα μήτε γῆς, οἷς μόνοις ἀὴρ συμπήγνυσθαι πέφυκεν ἡ δὲ ῥύμη καὶ τὸν ἐν λίθοις ἀέρα καὶ τὸν ἐν ψυχρῷ μολίβδῳ συνεκκάει, μήτι γε δὴ τὸν ἐν πυρὶ δινούμενον μετὰ τάχους τοσούτου. καὶ γὰρ Ἐμπεδοκλεῖ δυσκολαίνουσι, πάγον ἀέρος χαλαζώδη ποιοῦντι τὴν σελήνην ὑπὸ τῆς τοῦ πυρὸς σφαίρας περιεχόμενον αὐτοὶ δὲ τὴν σελήνην σφαῖραν οὖσαν πυρὸς ἀέρα φασὶν ἄλλον ἄλλῃ διεσπασμένον περιέχειν, καὶ ταῦτα μήτε ῥήξεις ἔχουσαν ἐν ἑαυτῇ μήτε βάθη καὶ κοιλότητας, ἅπερ οἱ γεώδη ποιοῦντες ἀπολείπουσιν; ἀλλʼ ἐπιπολῆς δηλονότι τῇ κυρτότητι ἐπικείμενον. τοῦτο δʼ ἐστὶ καὶ πρὸς διαμονὴν ἄλογον καὶ πρὸς θέαν ἀδύνατον ἐν ταῖς πανσελήνοις · διωρίσθαι γὰρ οὐκ ἔδει μέλαν καὶ σκιερόν, ἀλλʼ ἀμαυροῦσθαι κρυπτόμενον ἢ συνεκλάμπειν, ὑπὸ τοῦ ἡλίου καταλαμβανομένης τῆς σελήνης. καὶ γὰρ παρʼ ἡμῖν ὁ μὲν ἐν βάθεσι καὶ κοιλώμασι τῆς γῆς, οὗ μὴ δίεισιν αὐγή, διαμένει σκιώδης καὶ ἀφώτιστος· ὁ δʼ ἔξωθεν τῇ γῇ περικεχυμένος φέγγος ἴσχει καὶ χρόαν αὐγοειδῆ· πρὸς πᾶσαν μὲν γάρ ἐστι ποιότητα καὶ δύναμιν εὐκέραστος ὑπὸ μανότητος, μάλιστα δὲ φωτὸς ἂν ἐπιψαύσῃ μόνον, ὥς φατε, καὶ θίγῃ, διʼ ὅλου· τρεπόμενος ἐκφωτίζεται. ταὐτὸν οὖν τοῦτο κεἰ τοῖς εἰς βάθη τινὰ καὶ φάραγγας συνωθοῦσιν · ἐν τῇ σελήνῃ τὸν ἀέρα παγκάλως ἔοικε βοηθεῖν, ὑμᾶς γε διεξελέγχει τοὺς ἐξ ἀέρος καὶ πυρὸς οὐκ οἶδʼ ὅπως μιγνύντας αὐτῆς καὶ συναρμόζοντας τὴν σφαῖραν· οὐ γὰρ οἷόν τε λείπεσθαι σκιὰν ἐπὶ τῆς ἐπιφανείας, ὅταν ὁ ἥλιος ἐπιλάμπῃ τῷ φωτὶ πᾶν, ὁπόσον καὶ ἡμεῖς ἀποτεμνόμεθα τῇ ὄψει τῆς σελήνης.