<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="8" subtype="section" type="textpart"><p rend="indent"><milestone n="914b" unit="stephpage" xml:id="stephpage-914b"/>
    διὰ τί, τῶν ἄλλων ὑγρῶν ἐν τῷ κινεῖσθαι καὶ στρέφεσθαι ψυχομένων, τὴν θάλατταν ὁρῶμεν ἐν τῷ κυματοῦσθαι θερμοτέραν
γιγνομένην;</p><milestone n="20" unit="tlnum"/><p rend="indent">ἦ τῶν μὲν ἄλλων ὑγρῶν ἐπεισόδιον οὖσαν καὶ ἀλλοτρίαν ἐξίστησιν ἡ κίνησις τὴν θερμότητα καὶ διαφορεῖ, τὴν δὲ τῆς θαλάττης σύμφυτον οὖσαν ἐκριπίζουσι μᾶλλον οἱ ἄνεμοι καὶ τρέφουσι; μαρτύρια
δὲ τῆς θερμότητος ἡ διαύγεια καὶ τὸ μὴ
<milestone n="25" unit="tlnum"/> πήγνυσθαι, καίπερ οὖσαν γεώδη καὶ βαρεῖαν.
<pb xml:id="v.5.p.381"/>
</p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τοῦ χειμῶνος ἧττον πικρὰ γίγνεται γευομένοις ἡ θάλαττα; τοῦτο γάρ φασι καὶ Διονύσιον ἱστορεῖν τὸν ὑδραγωγόν.</p><milestone n="5" unit="tlnum"/><p rend="indent">ἦ ὅτι παντελῶς μὲν ἔρημος οὐκ ἔστι γλυκύτητος
<milestone n="914c" unit="stephpage" xml:id="stephpage-914c"/> οὐδʼ ἄμοιρος ἡ πικρότης, ἅτε δὴ ποταμοὺς τοσούτους ὑποδεχομένης τῆς θαλάττης· τοῦ δʼ ἡλίου
τὸ γλυκὺ καὶ πότιμον ἐξαιροῦντος ὑπὸ κουφότητος
<milestone n="10" unit="tlnum"/> ἐπιπολάζον καὶ μᾶλλον ἐν τῷ θέρει τοῦτο ποιοῦντος,
ἐν δὲ τῷ χειμῶνι μαλακώτερον ἁπτομένου διʼ ἀσθένειαν θερμότητος, ὑπολειπομένη μοῖρα πολλῆς γλυκύτητος ἀνίησι τὸ ἀκράτως πικρὸν καὶ φαρμακῶδες; τοῦτο δʼ ἡσυχῆ καὶ τοῖς ποτίμοις συμβέβηκε·
θέρους γὰρ πονηρότερα γίγνεται, τὸ κουφότατον
<milestone n="15" unit="tlnum"/> καὶ γλυκύτατον τοῦ θερμοῦ διαφοροῦντος, ἐν δὲ χειμῶνι νέον ἐπιρρεῖ καὶ πρόσφατον, οὗ μετέχειν ἀνάγκη καὶ τὴν θάλατταν, σειομένην ἅμα καὶ τῶν ποταμῶν ἐπιδιδόντων.
</p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent"><milestone n="20" unit="tlnum"/>
    διὰ τί τῷ οἴνῳ θάλασσαν παραχέουσι καὶ χρησμόν τινα λέγουσιν
<milestone n="914d" unit="stephpage" xml:id="stephpage-914d"/> ἁλιεῖς κομισθῆναι προστάττοντα βαπτίζειν τὸν Διόνυσον
πρὸς τὴν θάλατταν, οἱ δὲ πόρρω θαλάττης ἐμβάλλουσι γύψον Ζακυνθίαν ὀπτήσαντες;</p><p rend="indent">πότερον ἡ θερμότης
βοηθεῖ πρὸς τὴν περίψυξιν,
<milestone n="25" unit="tlnum"/>
ἢ αὐτὴ ἐξίστησι μάλιστα τὸν οἶνον ἀποσβεννύουσα
<pb xml:id="v.5.p.382"/> καὶ φθείρουσα τὴν δύναμιν· ἢ τὸ ὑδατῶδες καὶ
πνευματῶδες τοῦ οἴνου πρὸς μεταβολὴν ἐπισφαλέστατʼ
ἔχον ἵστησι τὰ γεώδη πεφυκότα στύφειν καὶ κατισχναίνειν, οἱ δʼ ἅλες μετὰ τῆς θαλάττης λεπτύνοντες
<milestone n="5" unit="tlnum"/> καὶ ἀποτήκοντες τάλλότριον καὶ περιττὸν
<milestone n="914e" unit="stephpage" xml:id="stephpage-914e"/> οὐκ ἐῶσι δυσωδίαν οὐδὲ σῆψιν ἐγγίγνεσθαι· πρὸς
δὲ τούτοις, ὅσον ἐστὶ παχὺ καὶ γεῶδες, ἐμπλεκόμενον τοῖς βαρυτέροις καὶ συγκατασπώμενον ὑποστάθμην ποιεῖ καὶ τρύγα τὸν δʼ οἶνον ἀπολείπει
<milestone n="10" unit="tlnum"/> καθαρόν;
</p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent">διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες ἢ τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι;</p><p rend="indent">ἦ ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ἡ
<milestone n="15" unit="tlnum"/> ὄσφρησις, τῶν δὲ παθῶν ὁ φόβος; καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες· τούτων δʼ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν· ἡ γὰρ ὄσφρησις παντὶ ποτίμῳ καὶ γλυκεῖ συνήθης ἐστὶν ὁ δὲ πλοῦς
<milestone n="20" unit="tlnum"/>
ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τʼ ὀσμὴν ἀηθείᾳ
<milestone n="914f" unit="stephpage" xml:id="stephpage-914f"/> δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος· οὐδὲν οὖν ὄφελος τῆς γαλήνης, ἀλλὰ καὶ ἡ ψυχὴ σάλον ἔχουσα καὶ θορυβουμένη συγκινεῖ καὶ ἀναπίμπλησι τὸ σῶμα
<milestone n="25" unit="tlnum"/>
τῆς ταραχῆς.
<pb xml:id="v.5.p.383"/>
</p></div></div></body></text></TEI>