διὰ τί τῶν θηρίων ἡ ἄρκτος ἥκιστα διεσθίει τὰ δίκτυα, καίτοι καὶ λύκοι καὶ ἀλώπεκες διεσθίουσι; πότερον ἐνδοτάτω τοὺς ὀδόντας ἔχουσα τοῦ χάσματος ἥκιστα πρὸς τὰ λίνα ἐξικνεῖται, προεμπίπτει γὰρ τὰ χείλη διὰ πάχος καὶ μέγεθος· ἢ μᾶλλον ἰσχύουσα ταῖς χερσὶ ῥήγνυσι καὶ διασπᾷ τὸν βρόχον· ἢ καὶ ταῖς χερσὶν ἅμα χρῆται καὶ τῷ στόματι, ταῖς μὲν διασπῶσα τὸ λίνον τῷ δʼ ἀμυνομένη τοὺς διώκοντας; οὐδενὸς δʼ ἧττον αὐτῇ βοηθοῦσιν αἱ περικαλινδήσεις· διὸ μᾶλλον ἢ διασπᾶν τὰ λίνα πραγματευομένη πολλάκις ἐκκυβιστᾷ καὶ σῴζεται, ἀμὴ καὶ δέοι ἡ τῶν ὀδόντων. τίς ἡ αἰτία, διʼ ἣν τὰ ψυχρὰ τῶν ὑδάτων οὐ θαυμάζομεν ἀλλὰ τὰ θερμά, καίτοι δῆλον ὅτι θερμότης αἰτία τούτων ὡς ψυχρότης ἐκείνων; οὐ γὰρ, ὡς ἔνιοι νομίζουσιν, ἡ μὲν θερμότης δύναμίς ἐστιν ἡ δὲ ψυχρότης στέρησις θερμότητος· ἐπεὶ πλειόνων αἴτιον ἐφαίνετο τὸ μὴ ὂν τοῦ ὄντος. ἀλλʼ ἔοικε τῷ σπανίῳ τὸ θαυμάσιον ἡ φύσις νέμουσα πῶς; γίγνεται ζητεῖν τὸ μὴ πολλάκις γιγνόμενον. ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις ὅσα μὲν ἔρχεται φέρων θεάματα νυκτός, ὅσον δὲ μεθʼ ἡμέραν κάλλος ἀναδείκνυσιν; οἱ δὲ πολλοὶ τὴν τούτων φύσιν οὐ θαυμάζουσιν, ἴριδας δὲ καὶ ποικίλματα νεφῶν ἡμέρας καὶ σέλα ῥηγνύμενα πομφόλυγος δίκην νυκτὸς κεκόσμηται. διὰ τί τῶν ἀμπέλων τὰς ἀκάρπους, τοῖς δʼ ἀκρέμοσι καὶ ἔρνεσιν εὐτροφούσας τραγᾶν λέγομεν; ἦ ὅτι τῶν τράγων οἱ σφόδρα πίονες ἧττόν εἰσι γόνιμοι καὶ μόλις ὑπὸ πιμελῆς ὀχεύουσι; τὸ γὰρ σπέρμα περίττωμα τῆς τροφῆς ἐστι τῆς τῷ σώματι προστιθεμένης· ὅταν οὖν ἢ ζῷον ἢ δένδρον εὐεκτῇ καὶ παχύνηται, τοῦτο σημεῖόν ἐστι τοῦ τὴν τροφὴν ἐν ἑαυτῷ καταναλισκομένην μηθὲν ἢ μικρόν τι καὶ ἀγεννὲς περίττωμα ποιεῖν.