<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="26" subtype="section" type="textpart"><p rend="indent"><milestone n="10" unit="tlnum"/>διὰ τί τὰ ζῷα τὰς βοηθούσας δυνάμεις, ὅταν ἐν πάθει γένηται, ζητεῖ καὶ διώκει καὶ χρώμενα πολλάκις ὠφελεῖται;</p><p rend="indent"> καθάπερ αἱ κύνες ἐσθίουσι πόαν, ἵνα τὴν χολὴν ἐξεμῶσιν·
<milestone n="918c" unit="stephpage" xml:id="stephpage-918c"/>
αἱ δʼ ὕες ἐπὶ τοὺς ποταμίους καρκίνους φέρονται, βοηθοῦνται γὰρ ἐσθίουσαι πρὸς κεφαλαλγίαν· ἡ δὲ χελώνη φαγοῦσα
<milestone n="15" unit="tlnum"/>
τὴν σάρκα τοῦ ἔχεως ὀρίγανον ἐπεσθίει· τὴν δʼ ἄρκτον λέγουσιν ἀσωμένην τοὺς μύρμηκας ἀναλαμβάνειν τῇ γλώττῃ καὶ καταπίνουσαν ἀπαλλάττεσθαι· τούτων δʼ οὔτε πεῖρα καὶ
περίπτωσις γέγονεν αὐτοῖς.</p><p rend="indent">πότερον οὖν, ὥσπερ τὰ κηρία τὴν μέλιτταν τῇ
<milestone n="20" unit="tlnum"/>
ὀσμῇ καὶ τὰ κενέβρεια τὸν γῦπα κινεῖ καὶ προσάγεται πόρρωθεν, οὕτως οὖν καὶ σῦς οἱ καρκίνοι καὶ τὴν χελώνην ἡ ὀρίγανος, αἱ δὲ μυρμηκιαὶ τὴν ἄρκτον ὀσμαῖς καὶ ῥεύμασι προσφερέσι καὶ οἰκείοις
ἕλκουσιν, οὐ λογισμῷ τοῦ συμφέροντος ἀγούσης τῆς
<milestone n="25" unit="tlnum"/> αἰσθήσεως· ἢ τὰς ὀρέξεις ἐπιφέρουσι τοῖς ζῴοις αἱ τῶν σωμάτων κράσεις, ἃς αἱ νόσοι ποιοῦσι, διαφόρους
<milestone n="918d" unit="stephpage" xml:id="stephpage-918d"/>
<pb xml:id="v.5.p.394"/>
δριμύτητας ἢ γλυκύτητας ἤ τινας ἄλλας ἐντίκτουσαι
ποιότητας ἀήθεις καὶ ἀτόπους, τῶν ὑγρῶν τρεπομένων; ὡς δῆλόν ἐστιν ἐπὶ τῶν γυναικῶν, ὅταν κύωσι, καὶ λίθους καὶ γῆν προσφερομένων
<milestone n="5" unit="tlnum"/> διὸ καὶ τῶν νοσούντων ταῖς ὀρέξεσιν οἱ χαρίεντες ἰατροὶ προΐσασι τοὺς ἀσώτως ἢ σωτηρίως ἔχοντας·
ἱστορεῖ γοῦν Μνησίθεος ἰατρὸς ἐν ἀρχῇ πνευμονίας τὸν ἐπιθυμήσαντα κρομμύων σῴζεσθαι τὸν δὲ σύκων ἀπόλλυσθαι, διὰ τὸ ταῖς κράσεσι τὰς ὀρέξεις τὰς
<milestone n="10" unit="tlnum"/>
<milestone n="918e" unit="stephpage" xml:id="stephpage-918e"/> δὲ κράσεις τοῖς πάθεσιν ἕπεσθαι. πιθανὸν οὖν ἐστι καὶ τῶν θηρίων τὰ μὴ παντελῶς ὀλεθρίοις μηδʼ ἀναιρετικοῖς περιπίπτοντα νοσήμασι ταύτην τὴν διάθεσιν καὶ κρᾶσιν ἴσχειν, ὑφʼ ἧς ἐπὶ τὰ σῴζοντα
<milestone n="15" unit="tlnum"/> φέρεται καὶ ἄγεται ταῖς ὀρέξεσιν ἕκαστον αὐτῶν.
</p></div><div n="27" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τὸ γλεῦκος, ἂν ὑπὸ ψύχους περιέχηται τὸ ἀγγεῖον, γλυκὺ διαμένει πολὺν χρόνον;</p><p rend="indent">πότερον ὅτι πέψις ἐστὶ τοῦ γλεύκους ἡ εἰς τὸ
οἰνῶδες μεταβολὴ κωλύει δὲ τὴν πέψιν ἡ ψυχρότης,
<milestone n="20" unit="tlnum"/> ὑπὸ θερμοῦ γὰρ ἡ πέψις· ἢ τοὐναντίον, οἰκεῖός ἐστι τῆς σταφυλῆς χυμὸς ὁ γλυκύς, διὸ καὶ πεπαίνεσθαι λέγεται τὸ γλυκὺ κιρνώμενον ἡ δὲ ψυχρότης
<milestone n="918f" unit="stephpage" xml:id="stephpage-918f"/> οὐκ ἐῶσα διαπνεῖν ἀλλὰ συνέχουσα τὸ θερμόν, τὴν γλυκύτητα διατηρεῖ τοῦ γλεύκους; αὕτη δʼ ἐστὶν
<milestone n="25" unit="tlnum"/> αἰτία καὶ τῶν τρυγωμένων ὄμβρῳ τὸ γλεῦκος ἧττον ἀναζεῖν· ἡ γὰρ ζέσις ὑπὸ θερμότητος τὴν δὲ θερμότητα κατέχει καὶ συστέλλει τὸ ψυχρόν.
<pb xml:id="v.5.p.395"/>
</p></div><div n="28" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τῶν θηρίων ἡ ἄρκτος ἥκιστα διεσθίει τὰ δίκτυα, καίτοι καὶ λύκοι καὶ ἀλώπεκες διεσθίουσι;</p><p rend="indent">πότερον ἐνδοτάτω τοὺς ὀδόντας ἔχουσα τοῦ
<milestone n="5" unit="tlnum"/> χάσματος ἥκιστα πρὸς τὰ λίνα ἐξικνεῖται, προεμπίπτει
<milestone n="919a" unit="stephpage" xml:id="stephpage-919a"/> γὰρ τὰ χείλη διὰ πάχος καὶ μέγεθος· ἢ μᾶλλον ἰσχύουσα ταῖς χερσὶ ῥήγνυσι καὶ διασπᾷ τὸν βρόχον· ἢ καὶ ταῖς χερσὶν ἅμα χρῆται καὶ τῷ στόματι, ταῖς μὲν διασπῶσα τὸ λίνον τῷ δʼ ἀμυνομένη
<milestone n="10" unit="tlnum"/> τοὺς διώκοντας; οὐδενὸς δʼ ἧττον αὐτῇ βοηθοῦσιν
αἱ περικαλινδήσεις· διὸ μᾶλλον ἢ διασπᾶν τὰ λίνα πραγματευομένη πολλάκις ἐκκυβιστᾷ καὶ σῴζεται,
<milestone n="15" unit="tlnum"/> ἀμὴ καὶ δέοι ἡ τῶν ὀδόντων.
</p></div><div n="29" subtype="section" type="textpart"><p rend="indent">τίς ἡ αἰτία, διʼ ἣν τὰ ψυχρὰ τῶν ὑδάτων οὐ θαυμάζομεν ἀλλὰ τὰ θερμά, καίτοι δῆλον ὅτι θερμότης αἰτία τούτων ὡς ψυχρότης ἐκείνων;</p><p rend="indent">οὐ γὰρ, ὡς ἔνιοι νομίζουσιν, ἡ μὲν θερμότης
δύναμίς ἐστιν ἡ δὲ ψυχρότης στέρησις θερμότητος·
<milestone n="20" unit="tlnum"/>
ἐπεὶ πλειόνων αἴτιον ἐφαίνετο τὸ μὴ ὂν τοῦ ὄντος.
<milestone n="919b" unit="stephpage" xml:id="stephpage-919b"/> ἀλλʼ ἔοικε τῷ σπανίῳ τὸ θαυμάσιον ἡ φύσις νέμουσα
πῶς; γίγνεται ζητεῖν τὸ μὴ πολλάκις γιγνόμενον.
<quote rend="blockquote"><l> ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα 
</l><l>καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις
</l></quote>
<pb xml:id="v.5.p.396"/>ὅσα μὲν ἔρχεται φέρων θεάματα νυκτός, ὅσον δὲ μεθʼ ἡμέραν κάλλος ἀναδείκνυσιν; οἱ δὲ πολλοὶ τὴν τούτων φύσιν οὐ θαυμάζουσιν, ἴριδας δὲ καὶ ποικίλματα νεφῶν ἡμέρας καὶ σέλα ῥηγνύμενα
<milestone n="5" unit="tlnum"/> πομφόλυγος δίκην νυκτὸς <gap reason="lost" rend="**"/> κεκόσμηται.
</p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τῶν ἀμπέλων τὰς ἀκάρπους, τοῖς δʼ ἀκρέμοσι καὶ
ἔρνεσιν εὐτροφούσας τραγᾶν λέγομεν;</p><p rend="indent"><milestone n="919c" unit="stephpage" xml:id="stephpage-919c"/>ἦ ὅτι τῶν τράγων οἱ σφόδρα πίονες ἧττόν εἰσι
<milestone n="10" unit="tlnum"/> γόνιμοι καὶ μόλις ὑπὸ πιμελῆς ὀχεύουσι; τὸ γὰρ σπέρμα περίττωμα τῆς τροφῆς ἐστι τῆς τῷ σώματι προστιθεμένης· ὅταν οὖν ἢ ζῷον ἢ δένδρον εὐεκτῇ καὶ παχύνηται, τοῦτο σημεῖόν ἐστι τοῦ τὴν τροφὴν
ἐν ἑαυτῷ καταναλισκομένην μηθὲν ἢ μικρόν τι καὶ
<milestone n="15" unit="tlnum"/> ἀγεννὲς περίττωμα ποιεῖν.
</p></div></div></body></text></TEI>