διὰ τί τὰ ζῷα τὰς βοηθούσας δυνάμεις, ὅταν ἐν πάθει γένηται, ζητεῖ καὶ διώκει καὶ χρώμενα πολλάκις ὠφελεῖται; καθάπερ αἱ κύνες ἐσθίουσι πόαν, ἵνα τὴν χολὴν ἐξεμῶσιν· αἱ δʼ ὕες ἐπὶ τοὺς ποταμίους καρκίνους φέρονται, βοηθοῦνται γὰρ ἐσθίουσαι πρὸς κεφαλαλγίαν· ἡ δὲ χελώνη φαγοῦσα τὴν σάρκα τοῦ ἔχεως ὀρίγανον ἐπεσθίει· τὴν δʼ ἄρκτον λέγουσιν ἀσωμένην τοὺς μύρμηκας ἀναλαμβάνειν τῇ γλώττῃ καὶ καταπίνουσαν ἀπαλλάττεσθαι· τούτων δʼ οὔτε πεῖρα καὶ περίπτωσις γέγονεν αὐτοῖς. πότερον οὖν, ὥσπερ τὰ κηρία τὴν μέλιτταν τῇ ὀσμῇ καὶ τὰ κενέβρεια τὸν γῦπα κινεῖ καὶ προσάγεται πόρρωθεν, οὕτως οὖν καὶ σῦς οἱ καρκίνοι καὶ τὴν χελώνην ἡ ὀρίγανος, αἱ δὲ μυρμηκιαὶ τὴν ἄρκτον ὀσμαῖς καὶ ῥεύμασι προσφερέσι καὶ οἰκείοις ἕλκουσιν, οὐ λογισμῷ τοῦ συμφέροντος ἀγούσης τῆς αἰσθήσεως· ἢ τὰς ὀρέξεις ἐπιφέρουσι τοῖς ζῴοις αἱ τῶν σωμάτων κράσεις, ἃς αἱ νόσοι ποιοῦσι, διαφόρους δριμύτητας ἢ γλυκύτητας ἤ τινας ἄλλας ἐντίκτουσαι ποιότητας ἀήθεις καὶ ἀτόπους, τῶν ὑγρῶν τρεπομένων; ὡς δῆλόν ἐστιν ἐπὶ τῶν γυναικῶν, ὅταν κύωσι, καὶ λίθους καὶ γῆν προσφερομένων διὸ καὶ τῶν νοσούντων ταῖς ὀρέξεσιν οἱ χαρίεντες ἰατροὶ προΐσασι τοὺς ἀσώτως ἢ σωτηρίως ἔχοντας· ἱστορεῖ γοῦν Μνησίθεος ἰατρὸς ἐν ἀρχῇ πνευμονίας τὸν ἐπιθυμήσαντα κρομμύων σῴζεσθαι τὸν δὲ σύκων ἀπόλλυσθαι, διὰ τὸ ταῖς κράσεσι τὰς ὀρέξεις τὰς δὲ κράσεις τοῖς πάθεσιν ἕπεσθαι. πιθανὸν οὖν ἐστι καὶ τῶν θηρίων τὰ μὴ παντελῶς ὀλεθρίοις μηδʼ ἀναιρετικοῖς περιπίπτοντα νοσήμασι ταύτην τὴν διάθεσιν καὶ κρᾶσιν ἴσχειν, ὑφʼ ἧς ἐπὶ τὰ σῴζοντα φέρεται καὶ ἄγεται ταῖς ὀρέξεσιν ἕκαστον αὐτῶν. διὰ τί τὸ γλεῦκος, ἂν ὑπὸ ψύχους περιέχηται τὸ ἀγγεῖον, γλυκὺ διαμένει πολὺν χρόνον; πότερον ὅτι πέψις ἐστὶ τοῦ γλεύκους ἡ εἰς τὸ οἰνῶδες μεταβολὴ κωλύει δὲ τὴν πέψιν ἡ ψυχρότης, ὑπὸ θερμοῦ γὰρ ἡ πέψις· ἢ τοὐναντίον, οἰκεῖός ἐστι τῆς σταφυλῆς χυμὸς ὁ γλυκύς, διὸ καὶ πεπαίνεσθαι λέγεται τὸ γλυκὺ κιρνώμενον ἡ δὲ ψυχρότης οὐκ ἐῶσα διαπνεῖν ἀλλὰ συνέχουσα τὸ θερμόν, τὴν γλυκύτητα διατηρεῖ τοῦ γλεύκους; αὕτη δʼ ἐστὶν αἰτία καὶ τῶν τρυγωμένων ὄμβρῳ τὸ γλεῦκος ἧττον ἀναζεῖν· ἡ γὰρ ζέσις ὑπὸ θερμότητος τὴν δὲ θερμότητα κατέχει καὶ συστέλλει τὸ ψυχρόν. διὰ τί τῶν θηρίων ἡ ἄρκτος ἥκιστα διεσθίει τὰ δίκτυα, καίτοι καὶ λύκοι καὶ ἀλώπεκες διεσθίουσι; πότερον ἐνδοτάτω τοὺς ὀδόντας ἔχουσα τοῦ χάσματος ἥκιστα πρὸς τὰ λίνα ἐξικνεῖται, προεμπίπτει γὰρ τὰ χείλη διὰ πάχος καὶ μέγεθος· ἢ μᾶλλον ἰσχύουσα ταῖς χερσὶ ῥήγνυσι καὶ διασπᾷ τὸν βρόχον· ἢ καὶ ταῖς χερσὶν ἅμα χρῆται καὶ τῷ στόματι, ταῖς μὲν διασπῶσα τὸ λίνον τῷ δʼ ἀμυνομένη τοὺς διώκοντας; οὐδενὸς δʼ ἧττον αὐτῇ βοηθοῦσιν αἱ περικαλινδήσεις· διὸ μᾶλλον ἢ διασπᾶν τὰ λίνα πραγματευομένη πολλάκις ἐκκυβιστᾷ καὶ σῴζεται, ἀμὴ καὶ δέοι ἡ τῶν ὀδόντων. τίς ἡ αἰτία, διʼ ἣν τὰ ψυχρὰ τῶν ὑδάτων οὐ θαυμάζομεν ἀλλὰ τὰ θερμά, καίτοι δῆλον ὅτι θερμότης αἰτία τούτων ὡς ψυχρότης ἐκείνων; οὐ γὰρ, ὡς ἔνιοι νομίζουσιν, ἡ μὲν θερμότης δύναμίς ἐστιν ἡ δὲ ψυχρότης στέρησις θερμότητος· ἐπεὶ πλειόνων αἴτιον ἐφαίνετο τὸ μὴ ὂν τοῦ ὄντος. ἀλλʼ ἔοικε τῷ σπανίῳ τὸ θαυμάσιον ἡ φύσις νέμουσα πῶς; γίγνεται ζητεῖν τὸ μὴ πολλάκις γιγνόμενον. ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις ὅσα μὲν ἔρχεται φέρων θεάματα νυκτός, ὅσον δὲ μεθʼ ἡμέραν κάλλος ἀναδείκνυσιν; οἱ δὲ πολλοὶ τὴν τούτων φύσιν οὐ θαυμάζουσιν, ἴριδας δὲ καὶ ποικίλματα νεφῶν ἡμέρας καὶ σέλα ῥηγνύμενα πομφόλυγος δίκην νυκτὸς κεκόσμηται. διὰ τί τῶν ἀμπέλων τὰς ἀκάρπους, τοῖς δʼ ἀκρέμοσι καὶ ἔρνεσιν εὐτροφούσας τραγᾶν λέγομεν; ἦ ὅτι τῶν τράγων οἱ σφόδρα πίονες ἧττόν εἰσι γόνιμοι καὶ μόλις ὑπὸ πιμελῆς ὀχεύουσι; τὸ γὰρ σπέρμα περίττωμα τῆς τροφῆς ἐστι τῆς τῷ σώματι προστιθεμένης· ὅταν οὖν ἢ ζῷον ἢ δένδρον εὐεκτῇ καὶ παχύνηται, τοῦτο σημεῖόν ἐστι τοῦ τὴν τροφὴν ἐν ἑαυτῷ καταναλισκομένην μηθὲν ἢ μικρόν τι καὶ ἀγεννὲς περίττωμα ποιεῖν.