διὰ τί τῆς ἄρκτου φασὶ τὴν χεῖρα γλυκυτάτην ἔχειν σάρκα καὶ φαγεῖν ἡδίστην; ἦ ὅτι τὰ πέττοντα τὴν τροφὴν μάλιστα τοῦ σώματος παρέχει τὸ κρέας ἥδιστον; πέττει δὲ κάλλιστα τὸ διαπνέον, κινούμενον μάλιστα καὶ συγγυμναζόμενον, ὥσπερ ἡ ἄρκτος τῷ μέρει τούτῳ πλεῖστα κινεῖται· καὶ γὰρ ὡς ποσὶ τοῖς ἐμπροσθίοις βαδίζουσα χρῆται καὶ τρέχουσα καὶ ὡς χερσὶν ἀντιλαμβανομένη. διὰ τί δυστίβευτος ἡ τοῦ ἔαρος ὥρα; πότερον αἱ κύνες, ὥς φησιν Ἐμπεδοκλῆς, κέμματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶσαι τὰς ἀπορροὰς ἀναλαμβάνουσιν, ἃς ἐναπολείπει τὰ θηρία τῇ ὕλῃ, ταύτας δὲ τοῦ ἔαρος ἐξαμαυροῦσι καὶ συγχέουσιν αἱ πλεῖσται τῶν φυτῶν καὶ τῶν ὑλημάτων ὀσμαί, ὑπὲρ τὴν ἄνθησιν ὑπερχεόμεναι καὶ κεραννύμεναι, περιποτῶσι καὶ διαπλανῶσι τὰς κύνας τῆς τῶν θηρίων ὀσμῆς ἐπιλαβέσθαι; διὸ περὶ τὴν Αἴτνην ἐν Σικελίᾳ φασὶ μηδένα κυνηγεῖν· πολὺ γὰρ ἀναφύεσθαι καὶ τεθηλέναι διʼ ἔτους ἴον ὀρεινὸν ἐν τοῖς λειμῶσι, καὶ τὸν τόπον εὐωδίαν ἀεὶ κατέχουσαν ἁρπάζειν τὰς τῶν θηρίων ἀναπνοάς. λέγεται δὲ μῦθος, ὡς τὴν Κόρην ἐκεῖθεν ἀνθολογοῦσαν ὁ Πλούτων ἀφαρπάσειε, καὶ διὰ τοῦτο τιμῶντες καὶ σεβόμενοι τὸ χωρίον ὡς ἄσυλον οὐκ ἐπιτίθενται τοῖς ἐκεῖ νεμομένοις. διὰ τί περὶ τὰς πανσελήνους ἥκιστα ταῖς ἰχνοσκοπίαις ἐπιτυγχάνουσιν; διὰ τὴν εἰρημένην αἰτίαν; δροσοβόλοι γὰρ αἱ πανσέληνοι· διὸ καὶ τὴν δρόσον ὁ Ἀλκμὰν Διὸς θυγατέρα καὶ Σελήνης προσεῖπε ποιήσας Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας Σελάνας· ἡ γὰρ δρόσος ἀσθενής ἐστι καὶ ἀδρανὴς ὄμβρος, ἀσθενὲς δὲ καὶ τὸ τῆς σελήνης θερμόν· ὅθεν ἕλκει μὲν ἀπὸ γῆς ὥσπερ ὁ ἥλιος, ἄγειν δʼ εἰς ὕψος μὴ δυναμένη μηδʼ ἀναλαμβάνειν μεθίησιν.