διὰ τί τῶν ὑῶν αἱ μὲν ἥμεροι, πλεονάκις τίκτουσι καὶ κατʼ ἄλλον ἄλλαι χρόνον, αἱ δʼ ἄγριαι καὶ ἅπαξ καὶ περὶ τὰς αὐτὰς ἅπασαι σχεδὸν ἡμέρας; αὗται δʼ εἰσὶν ἀρχομένου θέρους· διὸ καὶ λέλεκται μηκέτι νυκτὸς ὕειν, ᾗ κεν τέκῃ ἀγροτέρη σῦς. ἦ διὰ πλῆθος τροφῆς, ὄντως ἐν πλησμονῇ Κύπρις; ἀφθονία γὰρ τροφῆς τὸ γόνιμον περίττωμα ποιεῖ καὶ φυτοῖς καὶ ζῴοις· αἱ μὲν οὖν ἄγριαι διʼ αὑτῶν καὶ μετὰ φόβου τὴν τροφὴν ζητοῦσι, ταῖς δʼ ἡμέροις ὑπάρχει διὰ παντὸς ἡ μὲν αὐτοφυὴς ἡ δʼ ἐκ παρασκευῆς. ἢ τὸ τῆς σχολῆς καὶ ἀσχολίας ἅμα συμβαῖνον αἴτιον; αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δʼ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν· ὥστε διὰ τὸ ἀεὶ συνεῖναι ἢ μὴ γίνεσθαι περίττωμα , ἢ καὶ τὸ συντρέφεσθαι καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν, ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ συνεκκαλεῖται τὴν ὄρεξιν ὡς ἐπʼ ἀνθρώπων Ἐμπεδοκλῆς ἐποίησε τῷ δέ τι καὶ πόθος εἴτε διὰ πέψεως ἀμμίσγων· ἐν δὲ τοῖς ἀγρίοις, ἀποτρόφοις οὖσιν ἀλλήλων, τὸ ἄστοργον καὶ δυσεπίμικτον ἀμβλύνει καὶ ἀνασβέννυσι τὰς ὁρμάς. ἢ καὶ τὸ λεγόμενον ὑπʼ Ἀριστοτέλους ἀληθές ἐστιν, ὅτι χλούνην Ὅμηρος ὠνόμασε σῦν τὸν μόνορχιν; τῶν γὰρ πλείστων φησὶ προσκνωμένων τοῖς στελέχεσι θρύπτεσθαι τοὺς ὄρχεις. διὰ τί τῆς ἄρκτου φασὶ τὴν χεῖρα γλυκυτάτην ἔχειν σάρκα καὶ φαγεῖν ἡδίστην; ἦ ὅτι τὰ πέττοντα τὴν τροφὴν μάλιστα τοῦ σώματος παρέχει τὸ κρέας ἥδιστον; πέττει δὲ κάλλιστα τὸ διαπνέον, κινούμενον μάλιστα καὶ συγγυμναζόμενον, ὥσπερ ἡ ἄρκτος τῷ μέρει τούτῳ πλεῖστα κινεῖται· καὶ γὰρ ὡς ποσὶ τοῖς ἐμπροσθίοις βαδίζουσα χρῆται καὶ τρέχουσα καὶ ὡς χερσὶν ἀντιλαμβανομένη. διὰ τί δυστίβευτος ἡ τοῦ ἔαρος ὥρα; πότερον αἱ κύνες, ὥς φησιν Ἐμπεδοκλῆς, κέμματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶσαι τὰς ἀπορροὰς ἀναλαμβάνουσιν, ἃς ἐναπολείπει τὰ θηρία τῇ ὕλῃ, ταύτας δὲ τοῦ ἔαρος ἐξαμαυροῦσι καὶ συγχέουσιν αἱ πλεῖσται τῶν φυτῶν καὶ τῶν ὑλημάτων ὀσμαί, ὑπὲρ τὴν ἄνθησιν ὑπερχεόμεναι καὶ κεραννύμεναι, περιποτῶσι καὶ διαπλανῶσι τὰς κύνας τῆς τῶν θηρίων ὀσμῆς ἐπιλαβέσθαι; διὸ περὶ τὴν Αἴτνην ἐν Σικελίᾳ φασὶ μηδένα κυνηγεῖν· πολὺ γὰρ ἀναφύεσθαι καὶ τεθηλέναι διʼ ἔτους ἴον ὀρεινὸν ἐν τοῖς λειμῶσι, καὶ τὸν τόπον εὐωδίαν ἀεὶ κατέχουσαν ἁρπάζειν τὰς τῶν θηρίων ἀναπνοάς. λέγεται δὲ μῦθος, ὡς τὴν Κόρην ἐκεῖθεν ἀνθολογοῦσαν ὁ Πλούτων ἀφαρπάσειε, καὶ διὰ τοῦτο τιμῶντες καὶ σεβόμενοι τὸ χωρίον ὡς ἄσυλον οὐκ ἐπιτίθενται τοῖς ἐκεῖ νεμομένοις. διὰ τί περὶ τὰς πανσελήνους ἥκιστα ταῖς ἰχνοσκοπίαις ἐπιτυγχάνουσιν; διὰ τὴν εἰρημένην αἰτίαν; δροσοβόλοι γὰρ αἱ πανσέληνοι· διὸ καὶ τὴν δρόσον ὁ Ἀλκμὰν Διὸς θυγατέρα καὶ Σελήνης προσεῖπε ποιήσας Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας Σελάνας· ἡ γὰρ δρόσος ἀσθενής ἐστι καὶ ἀδρανὴς ὄμβρος, ἀσθενὲς δὲ καὶ τὸ τῆς σελήνης θερμόν· ὅθεν ἕλκει μὲν ἀπὸ γῆς ὥσπερ ὁ ἥλιος, ἄγειν δʼ εἰς ὕψος μὴ δυναμένη μηδʼ ἀναλαμβάνειν μεθίησιν. διὰ τί τὸ δρόσιμον γενόμενον διὰ τοῦ ψύχους δυστίβευτον; πότερον ὅτι τὰ θηρία πόρρω τῶν κοιτῶν ὀκνοῦντα προϊέναι διὰ τὸ κρύος οὐ πολλὰ ποιεῖ σημεῖα· διὸ καί φασιν αὐτὰ φείδεσθαι τῶν πλησίον, ὅπως μὴ κακοπαθῇ πλανώμενα μακρὰν τοῦ χειμῶνος ἀλλʼ ἀεὶ ἐγγύθεν ἔχῃ νέμεσθαι· ἢ δεῖ μὴ μόνον ἔχειν ἴχνη τὸν στιβευόμενον τόπον ἀλλὰ κινεῖν τὴν ὄσφρησιν, κινεῖ δὲ λυόμενα καὶ χαλώμενα μαλακῶς ὑπὸ θερμότητος, ἡ δʼ ἄγαν περίψυξις πηγνύουσα τὰς ὀσμὰς οὐκ ἐᾷ ῥεῖν οὐδὲ κινεῖν τὴν αἴσθησιν· ὅθεν καὶ τὰ μύρα καὶ τὸν οἶνον ἧττον ὄζειν ψύχους καὶ χειμῶνος λέγουσιν· ὁ γὰρ ἀὴρ πηγνύμενος ἵστησι τὰς ὀσμὰς ἐν αὑτῷ καὶ οὐκ ἐᾷ ἀναδίδοσθαι;