<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="19" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τὴν χρόαν ὁ πολύπους ἐξαλλάττει;</p><p rend="indent">πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει
ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι,
<milestone n="25" unit="tlnum"/>
συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος· διὸ καὶ λέλεκται
<pb xml:id="v.5.p.387"/>
<quote rend="blockquote"> τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς·</quote> ἢ τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς
δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς; μεταβάλλει γὰρ
<milestone n="916c" unit="stephpage" xml:id="stephpage-916c"/>
οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις
<milestone n="5" unit="tlnum"/> ὁμοιοῦν· πρὸς ὃ καὶ Πίνδαρος ἐποίησε 
<quote rend="blockquote"><l>ποντίου θηρὸς χρωτὶ μάλιστα νόον
</l><l> προσφέρων πάσαις πολίεσσιν ὁμίλει</l></quote> καὶ Θέογνις
<quote rend="blockquote"><l> πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ,
<milestone n="10" unit="tlnum"/>
</l><l>τῇ προσομιλήσῃ, τοῖος· ἰδεῖν ἐφάνη.</l></quote> τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι. ἢ καθάπερ ἐσθῆτι τῇ χρόᾳ
<milestone n="15" unit="tlnum"/> νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως ᾗ βούλεται μετενδυόμενον;
<milestone n="916d" unit="stephpage" xml:id="stephpage-916d"/>
ἆρʼ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν
ἄλλοις ἐστί; σκόπει δή, κατʼ Ἐμπεδοκλέα
<quote rend="blockquote"> γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσʼ ἐγένοντο·
</quote>
<milestone n="20" unit="tlnum"/>οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου· καὶ γὰρ φθείρεται
<pb xml:id="v.5.p.388"/> πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς· καὶ γὰρ ἕλξεις ἢ ἐπιπηδήσεις ποιοῦσι ταῖς
ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς
οἱ δʼ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι.
<milestone n="5" unit="tlnum"/> μάλιστα δὲ τῶν παράλων πετρῶν ἐπιρραινομένων
<milestone n="916e" unit="stephpage" xml:id="stephpage-916e"/> καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, ἃ
τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις
οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα
<milestone n="10" unit="tlnum"/> τῶν πυκνοτέρους ἐχόντων πόρους ἢ διεκθέοντα τῶν μανοτέρους. ὁ δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν· ὅταν δὲ δείσῃ,
τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἷον ἔσφιγξε
<milestone n="15" unit="tlnum"/>
τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς· καὶ γὰρ
ἡ τραχύτης μετὰ τῆς μαλακότητος ἕλικας παρέχουσα
<milestone n="916f" unit="stephpage" xml:id="stephpage-916f"/> τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλʼ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται
<milestone n="20" unit="tlnum"/> τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατʼ οὖσιν. τεκμήριον
δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν
<pb xml:id="v.5.p.389"/> ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς
ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν.
</p></div><div n="20" subtype="section" type="textpart"><p rend="indent"><milestone n="5" unit="tlnum"/>
    διὰ τίνʼ αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυον ἡδὺ τὸ δὲ τῶν ἐλάφων ἁλμυρόν ἐστι καὶ φαῦλον;</p><milestone n="917a" unit="stephpage" xml:id="stephpage-917a"/><p rend="indent">αἰτία δὲ θερμότης καὶ ψυχρότης τούτων, καὶ ψυχρὸν μὲν ὁ ἔλαφος περίθερμον δὲ καὶ πυρῶδες
ὁ σῦς· ὅθεν τὸ μὲν φεύγει τὸ δʼ ἀμύνεται τοὺς
<milestone n="10" unit="tlnum"/>
ἐπιόντας, ὅτε καὶ μάλιστα διὰ τὸν θυμὸν ἐκβάλλει
τὸ δάκρυον πολλῆς γὰρ ἐπὶ τὰ ὄμματα θερμότητος
φερομένης, ὡς εἴρηται
<quote rend="blockquote">φρίξας εὖ λοφιήν, πῦρ ὀφθαλμοῖσι δεδορκώς·</quote> γλυκὺ γίγνεται τὸ ἀποτηκόμενον. ἔνιοι δέ φασιν,
<milestone n="15" unit="tlnum"/>
ὥσπερ γάλακτος ὀρρόν, τοῦ αἵματος ταραχθέντος, ἐκκρούεσθαι τὸ δάκρυον, ὡς Ἐμπεδοκλῆς. ἐπεὶ τοίνυν τραχὺ καὶ μέλαν τὸ τῶν κάπρων αἷμα διὰ θερμότητα λεπτὸν δὲ καὶ ὑδαρὲς τὸ τῶν ἐλάφων,
<milestone n="917b" unit="stephpage" xml:id="stephpage-917b"/> εἰκότως καὶ τὸ ἀποκρινόμενον ἐν τοῖς θυμοῖς καὶ
<milestone n="20" unit="tlnum"/> τοῖς φόβοις ἑκατέρου τοιοῦτον.
</p></div><div n="21" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τῶν ὑῶν αἱ μὲν ἥμεροι, πλεονάκις τίκτουσι καὶ κατʼ ἄλλον ἄλλαι χρόνον, αἱ δʼ ἄγριαι καὶ ἅπαξ καὶ περὶ τὰς
αὐτὰς ἅπασαι σχεδὸν ἡμέρας; αὗται δʼ εἰσὶν ἀρχομένου
<milestone n="25" unit="tlnum"/> θέρους· διὸ καὶ λέλεκται <quote rend="blockquote"> μηκέτι νυκτὸς ὕειν, ᾗ κεν τέκῃ ἀγροτέρη σῦς.</quote>
</p><pb xml:id="v.5.p.390"/><p rend="indent">ἦ διὰ πλῆθος τροφῆς, ὄντως <q>ἐν πλησμονῇ
Κύπρις;</q> ἀφθονία γὰρ τροφῆς τὸ γόνιμον περίττωμα ποιεῖ καὶ φυτοῖς καὶ ζῴοις· αἱ μὲν οὖν ἄγριαι διʼ αὑτῶν καὶ μετὰ φόβου τὴν τροφὴν ζητοῦσι, ταῖς δʼ
<milestone n="5" unit="tlnum"/> ἡμέροις ὑπάρχει διὰ παντὸς ἡ μὲν αὐτοφυὴς ἡ δʼ
<milestone n="917c" unit="stephpage" xml:id="stephpage-917c"/> ἐκ παρασκευῆς. ἢ τὸ τῆς σχολῆς καὶ ἀσχολίας ἅμα συμβαῖνον αἴτιον; αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δʼ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ
<milestone n="10" unit="tlnum"/>
καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν· ὥστε διὰ τὸ ἀεὶ συνεῖναι ἢ μὴ γίνεσθαι περίττωμα <gap reason="lost" rend="**"/>, ἢ καὶ
τὸ συντρέφεσθαι καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν, ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ συνεκκαλεῖται τὴν ὄρεξιν ὡς ἐπʼ ἀνθρώπων Ἐμπεδοκλῆς
<milestone n="15" unit="tlnum"/>
ἐποίησε
<quote rend="blockquote">τῷ  δέ τι καὶ πόθος εἴτε διὰ πέψεως ἀμμίσγων·</quote> ἐν δὲ τοῖς ἀγρίοις, ἀποτρόφοις οὖσιν ἀλλήλων, τὸ
<milestone n="917d" unit="stephpage" xml:id="stephpage-917d"/> ἄστοργον καὶ δυσεπίμικτον ἀμβλύνει καὶ ἀνασβέννυσι τὰς ὁρμάς. ἢ καὶ τὸ λεγόμενον ὑπʼ Ἀριστοτέλους
<milestone n="20" unit="tlnum"/>
ἀληθές ἐστιν, ὅτι <q>χλούνην</q> Ὅμηρος ὠνόμασε
<pb xml:id="v.5.p.391"/> σῦν τὸν μόνορχιν; τῶν γὰρ πλείστων φησὶ προσκνωμένων τοῖς στελέχεσι θρύπτεσθαι τοὺς ὄρχεις.
</p></div></div></body></text></TEI>