διὰ τί τὴν χρόαν ὁ πολύπους ἐξαλλάττει; πότερον, ὡς Θεόφραστος ᾤετο, δειλόν ἐστι φύσει ζῷον ὅταν οὖν ταραχθῇ τρεπόμενον τῷ πνεύματι, συμμεταβάλλει τὸ χρῶμα καθάπερ ἄνθρωπος· διὸ καὶ λέλεκται τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρώς· ἢ τοῦτο πρὸς τὴν μεταβολὴν πιθανῶς λέλεκται πρὸς δὲ τὴν ἐξομοίωσιν οὐχ ἱκανῶς; μεταβάλλει γὰρ οὕτως, ὥστε τὴν χρόαν αἷς ἂν πλησιάζῃ πέτραις ὁμοιοῦν· πρὸς ὃ καὶ Πίνδαρος ἐποίησε ποντίου θηρὸς χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει καὶ Θέογνις πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, τῇ προσομιλήσῃ, τοῖος· ἰδεῖν ἐφάνη. τοῦτο δὴ καὶ τοὺς πανουργίᾳ καὶ δεινότητι ὑπερφέροντας ἔχειν τὸ ἐπιτήδευμα λέγουσιν, ὡς ὑπὲρ τοῦ λαθεῖν καὶ διαφυγεῖν τοὺς πλησίον ἑαυτοὺς ἀεὶ ἀπεικάζειν πολύποδι. ἢ καθάπερ ἐσθῆτι τῇ χρόᾳ νομίζουσι χρῆσθαι, ῥᾳδίως οὕτως ᾗ βούλεται μετενδυόμενον; ἆρʼ οὖν τὴν μὲν ἀρχὴν αὐτὸς ἐνδίδωσι τοῦ πάθους δείσας, τὰ δὲ κύρια τῆς αἰτίας ἐν ἄλλοις ἐστί; σκόπει δή, κατʼ Ἐμπεδοκλέα γνοὺς ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσʼ ἐγένοντο· οὐ γὰρ ζῴων μόνον οὐδὲ φυτῶν οὐδὲ γῆς καὶ θαλάττης, ἀλλὰ καὶ λίθων ἄπεισιν ἐνδελεχῶς πολλὰ ῥεύματα καὶ χαλκοῦ καὶ σιδήρου· καὶ γὰρ φθείρεται πάντα καὶ ὄδωδε τῷ ῥεῖν ἀεί τι καὶ φέρεσθαι συνεχῶς· καὶ γὰρ ἕλξεις ἢ ἐπιπηδήσεις ποιοῦσι ταῖς ἀπορροαῖς, οἱ μὲν ἐμπλοκὰς αὐτῶν οἱ δὲ πληγὰς οἱ δʼ ὤσεις τινὰς καὶ περιελάσεις ὑποτιθέμενοι. μάλιστα δὲ τῶν παράλων πετρῶν ἐπιρραινομένων καὶ ψηχομένων ὑπὸ τῆς θαλάττης, ἀπιέναι μέρη καὶ θραύσματα πολλὰ καὶ λεπτὰ εἰκὸς συνεχῶς, ἃ τοῖς χρώμασιν ἀλλήλων διαφέροντα τοῖς μὲν ἄλλοις οὐ προσίσχεται σώμασιν ἀλλὰ λανθάνει περιολισθάνοντα τῶν πυκνοτέρους ἐχόντων πόρους ἢ διεκθέοντα τῶν μανοτέρους. ὁ δὲ πολύπους τήν τε σάρκα προσιδεῖν αὐτόθεν ἀνθρηνιώδης καὶ πολύπορος καὶ δεκτικὸς ἀπορροῶν ἐστιν· ὅταν δὲ δείσῃ, τῷ πνεύματι τρεπόμενος καὶ τρέπων οἷον ἔσφιγξε τὸ σῶμα καὶ συνήγαγεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀπορροάς· καὶ γὰρ ἡ τραχύτης μετὰ τῆς μαλακότητος ἕλικας παρέχουσα τοῖς ἐπιφερομένοις μέρεσι μὴ σκεδαννυμένοις ἀλλʼ ἀθροιζομένοις καὶ προσμένουσι, σύγχρουν ἀπεργάζεται τὴν ἐπιφάνειαν τοῖς ἐγγύτατʼ οὖσιν. τεκμήριον δὲ τῆς αἰτίας μέγα τὸ μήτε τοῦτον πᾶσιν ἐξομοιοῦσθαι τοῖς πλησίον μήτε τὸν χαμαιλέοντα τοῖς λευκοῖς χρώμασιν, ἀλλὰ μόνοις ἑκάτερον, ὧν ταῖς ἀπορροαῖς πόρους συμμέτρους ἔχουσιν. διὰ τίνʼ αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυον ἡδὺ τὸ δὲ τῶν ἐλάφων ἁλμυρόν ἐστι καὶ φαῦλον; αἰτία δὲ θερμότης καὶ ψυχρότης τούτων, καὶ ψυχρὸν μὲν ὁ ἔλαφος περίθερμον δὲ καὶ πυρῶδες ὁ σῦς· ὅθεν τὸ μὲν φεύγει τὸ δʼ ἀμύνεται τοὺς ἐπιόντας, ὅτε καὶ μάλιστα διὰ τὸν θυμὸν ἐκβάλλει τὸ δάκρυον πολλῆς γὰρ ἐπὶ τὰ ὄμματα θερμότητος φερομένης, ὡς εἴρηται φρίξας εὖ λοφιήν, πῦρ ὀφθαλμοῖσι δεδορκώς· γλυκὺ γίγνεται τὸ ἀποτηκόμενον. ἔνιοι δέ φασιν, ὥσπερ γάλακτος ὀρρόν, τοῦ αἵματος ταραχθέντος, ἐκκρούεσθαι τὸ δάκρυον, ὡς Ἐμπεδοκλῆς. ἐπεὶ τοίνυν τραχὺ καὶ μέλαν τὸ τῶν κάπρων αἷμα διὰ θερμότητα λεπτὸν δὲ καὶ ὑδαρὲς τὸ τῶν ἐλάφων, εἰκότως καὶ τὸ ἀποκρινόμενον ἐν τοῖς θυμοῖς καὶ τοῖς φόβοις ἑκατέρου τοιοῦτον. διὰ τί τῶν ὑῶν αἱ μὲν ἥμεροι, πλεονάκις τίκτουσι καὶ κατʼ ἄλλον ἄλλαι χρόνον, αἱ δʼ ἄγριαι καὶ ἅπαξ καὶ περὶ τὰς αὐτὰς ἅπασαι σχεδὸν ἡμέρας; αὗται δʼ εἰσὶν ἀρχομένου θέρους· διὸ καὶ λέλεκται μηκέτι νυκτὸς ὕειν, ᾗ κεν τέκῃ ἀγροτέρη σῦς. ἦ διὰ πλῆθος τροφῆς, ὄντως ἐν πλησμονῇ Κύπρις; ἀφθονία γὰρ τροφῆς τὸ γόνιμον περίττωμα ποιεῖ καὶ φυτοῖς καὶ ζῴοις· αἱ μὲν οὖν ἄγριαι διʼ αὑτῶν καὶ μετὰ φόβου τὴν τροφὴν ζητοῦσι, ταῖς δʼ ἡμέροις ὑπάρχει διὰ παντὸς ἡ μὲν αὐτοφυὴς ἡ δʼ ἐκ παρασκευῆς. ἢ τὸ τῆς σχολῆς καὶ ἀσχολίας ἅμα συμβαῖνον αἴτιον; αἱ μὲν γὰρ ἀργοῦσι, μὴ βουλόμεναι πόρρω πλανᾶσθαι τῶν συφορβῶν, αἱ δʼ ὀρειβατοῦσαι καὶ περιθέουσαι τὴν τροφὴν διαφοροῦσι καὶ καταναλίσκουσιν εἰς τὸ σῶμα πᾶσαν· ὥστε διὰ τὸ ἀεὶ συνεῖναι ἢ μὴ γίνεσθαι περίττωμα , ἢ καὶ τὸ συντρέφεσθαι καὶ συναγελάζεσθαι τὰ θήλεα τοῖς ἄρρεσιν, ἀνάμνησιν ποιεῖ τῶν ἀφροδισίων καὶ συνεκκαλεῖται τὴν ὄρεξιν ὡς ἐπʼ ἀνθρώπων Ἐμπεδοκλῆς ἐποίησε τῷ δέ τι καὶ πόθος εἴτε διὰ πέψεως ἀμμίσγων· ἐν δὲ τοῖς ἀγρίοις, ἀποτρόφοις οὖσιν ἀλλήλων, τὸ ἄστοργον καὶ δυσεπίμικτον ἀμβλύνει καὶ ἀνασβέννυσι τὰς ὁρμάς. ἢ καὶ τὸ λεγόμενον ὑπʼ Ἀριστοτέλους ἀληθές ἐστιν, ὅτι χλούνην Ὅμηρος ὠνόμασε σῦν τὸν μόνορχιν; τῶν γὰρ πλείστων φησὶ προσκνωμένων τοῖς στελέχεσι θρύπτεσθαι τοὺς ὄρχεις.