<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent">διὰ τί λέγεται
<quote rend="blockquote"> σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει;</quote>
</p><p rend="indent">πότερον, ὡς εἰρήκαμεν, ὁ μὲν δύναται πλείονος
<milestone n="15" unit="tlnum"/> τροφῆς κατακρατεῖν ἡ δʼ οὐ φέρει τὸ πολὺ καὶ κατακλύζον,
ἢ πυκνὸς ὢν ὁ πυρὸς καὶ ξυλώδης φύεται βέλτιον ἐν ὑγρῷ μαλαττόμενος καὶ χυλούμενος, τῇ
<milestone n="915f" unit="stephpage" xml:id="stephpage-915f"/>
δὲ κριθῇ διὰ μανότητα σύμφορον ἐν ἀρχῇ τὸ ξηρότερον,
ἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ
<milestone n="20" unit="tlnum"/> κρᾶσις ψυχρότερον δʼ ἡ κριθή· ἢ φοβοῦνται τὸν πυρὸν ἐν ξηρῷ τρίβειν διὰ τοὺς μύρμηκας, εὐθὺς γὰρ ἐπιτίθενται, εἰς δὲ κριθὰς ἧττον φέρονται, δυσβάστακτοι γάρ εἰσι καὶ δυσπαρακόμιστοι διὰ μέγεθος;
<pb xml:id="v.5.p.386"/>
</p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τῶν ἀρρένων ἵππων μᾶλλον ἢ τῶν θηλειῶν τὰς τρίχας
εἰς τὴν ὁρμιὰν λαμβάνουσι;</p><p rend="indent">πότερον, ὡς τοῖς ἄλλοις τὸ ἄρρεν τοῦ θήλεος
<milestone n="5" unit="tlnum"/>
<milestone n="916a" unit="stephpage" xml:id="stephpage-916a"/> μέρεσι, καὶ ταῖς θριξὶν εὐτονώτερόν ἐστιν· ἢ μᾶλλον διὰ τὸ οὖρον οἴονται τὰς τρίχας τῶν θηλειῶν βρεχομένας γίγνεσθαι χείρονας;
</p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τευθὶς φαινομένη σημεῖόν ἐστι μεγάλου χειμῶνος;</p><milestone n="10" unit="tlnum"/><p rend="indent">ἦ πάντα φύσει τὰ μαλάκια δύσριγα διὰ γυμνότητα τῆς σαρκὸς καὶ ψιλότητα, μήτʼ ὀστράκῳ μήτε δέρματι μήτε λεπίδι σκεπομένης ἀλλʼ ἐντὸς ἐχούσης
τὸ σκληρὸν καὶ ὀστεῶδες, διὸ καὶ κέκληται μαλάκια; ταχὺ δὴ προαισθάνεται διʼ εὐπάθειαν τοῦ χειμῶνος·
<milestone n="15" unit="tlnum"/> ὅθεν ὁ μὲν πολύπους εἰς γῆν ἀνατρέχει καὶ τῶν πετριδίων ἀντιλαμβανόμενος σημεῖόν ἐστι πνεύματος
<milestone n="916b" unit="stephpage" xml:id="stephpage-916b"/> ὅσον οὔπω παρόντος, ἡ δὲ τευθὶς ἐξάλλεται, φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάττης· καὶ γὰρ ἔχει μάλιστα τῶν μαλακίων
<milestone n="20" unit="tlnum"/>
εὔθρυπτον καὶ ἁπαλὸν τὸ σαρκῶδες.
</p></div></div></body></text></TEI>