διὰ τί λέγεται σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει; πότερον, ὡς εἰρήκαμεν, ὁ μὲν δύναται πλείονος τροφῆς κατακρατεῖν ἡ δʼ οὐ φέρει τὸ πολὺ καὶ κατακλύζον, ἢ πυκνὸς ὢν ὁ πυρὸς καὶ ξυλώδης φύεται βέλτιον ἐν ὑγρῷ μαλαττόμενος καὶ χυλούμενος, τῇ δὲ κριθῇ διὰ μανότητα σύμφορον ἐν ἀρχῇ τὸ ξηρότερον, ἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ κρᾶσις ψυχρότερον δʼ ἡ κριθή· ἢ φοβοῦνται τὸν πυρὸν ἐν ξηρῷ τρίβειν διὰ τοὺς μύρμηκας, εὐθὺς γὰρ ἐπιτίθενται, εἰς δὲ κριθὰς ἧττον φέρονται, δυσβάστακτοι γάρ εἰσι καὶ δυσπαρακόμιστοι διὰ μέγεθος; διὰ τί τῶν ἀρρένων ἵππων μᾶλλον ἢ τῶν θηλειῶν τὰς τρίχας εἰς τὴν ὁρμιὰν λαμβάνουσι; πότερον, ὡς τοῖς ἄλλοις τὸ ἄρρεν τοῦ θήλεος μέρεσι, καὶ ταῖς θριξὶν εὐτονώτερόν ἐστιν· ἢ μᾶλλον διὰ τὸ οὖρον οἴονται τὰς τρίχας τῶν θηλειῶν βρεχομένας γίγνεσθαι χείρονας; διὰ τί τευθὶς φαινομένη σημεῖόν ἐστι μεγάλου χειμῶνος; ἦ πάντα φύσει τὰ μαλάκια δύσριγα διὰ γυμνότητα τῆς σαρκὸς καὶ ψιλότητα, μήτʼ ὀστράκῳ μήτε δέρματι μήτε λεπίδι σκεπομένης ἀλλʼ ἐντὸς ἐχούσης τὸ σκληρὸν καὶ ὀστεῶδες, διὸ καὶ κέκληται μαλάκια; ταχὺ δὴ προαισθάνεται διʼ εὐπάθειαν τοῦ χειμῶνος· ὅθεν ὁ μὲν πολύπους εἰς γῆν ἀνατρέχει καὶ τῶν πετριδίων ἀντιλαμβανόμενος σημεῖόν ἐστι πνεύματος ὅσον οὔπω παρόντος, ἡ δὲ τευθὶς ἐξάλλεται, φεύγουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάττης· καὶ γὰρ ἔχει μάλιστα τῶν μαλακίων εὔθρυπτον καὶ ἁπαλὸν τὸ σαρκῶδες.