<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="10" subtype="section" type="textpart"><p rend="indent"><milestone n="20" unit="tlnum"/>
    διὰ τί τῷ οἴνῳ θάλασσαν παραχέουσι καὶ χρησμόν τινα λέγουσιν
<milestone n="914d" unit="stephpage" xml:id="stephpage-914d"/> ἁλιεῖς κομισθῆναι προστάττοντα βαπτίζειν τὸν Διόνυσον
πρὸς τὴν θάλατταν, οἱ δὲ πόρρω θαλάττης ἐμβάλλουσι γύψον Ζακυνθίαν ὀπτήσαντες;</p><p rend="indent">πότερον ἡ θερμότης
βοηθεῖ πρὸς τὴν περίψυξιν,
<milestone n="25" unit="tlnum"/>
ἢ αὐτὴ ἐξίστησι μάλιστα τὸν οἶνον ἀποσβεννύουσα
<pb xml:id="v.5.p.382"/> καὶ φθείρουσα τὴν δύναμιν· ἢ τὸ ὑδατῶδες καὶ
πνευματῶδες τοῦ οἴνου πρὸς μεταβολὴν ἐπισφαλέστατʼ
ἔχον ἵστησι τὰ γεώδη πεφυκότα στύφειν καὶ κατισχναίνειν, οἱ δʼ ἅλες μετὰ τῆς θαλάττης λεπτύνοντες
<milestone n="5" unit="tlnum"/> καὶ ἀποτήκοντες τάλλότριον καὶ περιττὸν
<milestone n="914e" unit="stephpage" xml:id="stephpage-914e"/> οὐκ ἐῶσι δυσωδίαν οὐδὲ σῆψιν ἐγγίγνεσθαι· πρὸς
δὲ τούτοις, ὅσον ἐστὶ παχὺ καὶ γεῶδες, ἐμπλεκόμενον τοῖς βαρυτέροις καὶ συγκατασπώμενον ὑποστάθμην ποιεῖ καὶ τρύγα τὸν δʼ οἶνον ἀπολείπει
<milestone n="10" unit="tlnum"/> καθαρόν;
</p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent">διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες ἢ τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι;</p><p rend="indent">ἦ ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ἡ
<milestone n="15" unit="tlnum"/> ὄσφρησις, τῶν δὲ παθῶν ὁ φόβος; καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες· τούτων δʼ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν· ἡ γὰρ ὄσφρησις παντὶ ποτίμῳ καὶ γλυκεῖ συνήθης ἐστὶν ὁ δὲ πλοῦς
<milestone n="20" unit="tlnum"/>
ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τʼ ὀσμὴν ἀηθείᾳ
<milestone n="914f" unit="stephpage" xml:id="stephpage-914f"/> δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος· οὐδὲν οὖν ὄφελος τῆς γαλήνης, ἀλλὰ καὶ ἡ ψυχὴ σάλον ἔχουσα καὶ θορυβουμένη συγκινεῖ καὶ ἀναπίμπλησι τὸ σῶμα
<milestone n="25" unit="tlnum"/>
τῆς ταραχῆς.
<pb xml:id="v.5.p.383"/>
</p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τῆς θαλάττης ἐλαίῳ καταρραινομένης γίγνεται καταφάνεια καὶ γαλήνη;</p><p rend="indent">πότερον, ὡς Ἀριστοτέλης φησί, τὸ πνεῦμα τῆς
<milestone n="5" unit="tlnum"/> λειότητος ἀπολισθάνον οὐ ποιεῖ πληγὴν οὐδὲ σάλον·
<milestone n="915a" unit="stephpage" xml:id="stephpage-915a"/>
ἢ τοῦτο μὲν πιθανῶς εἴρηται πρὸς τὰ ἐκτός, ἐπεὶ δὲ
φασι καὶ τοὺς κατακολυμβῶντας, ὅταν ἔλαιον εἰς τὸ στόμα λαβόντες ἐκφυσήσωσιν, ἐν τῷ βυθῷ φέγγος ἴσχειν καὶ δίοψιν, οὐκ ἔστιν ἐκεῖ πνεύματος ὄλισθον
<milestone n="10" unit="tlnum"/> αἰτιάσασθαι; σκόπει δὴ μὴ τὴν θάλατταν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τῇ πυκνότητι τοὔλαιον, εἶτʼ ἀνατρεχούσης εἰς αὑτὴν καὶ συστελλομένης ἀπολείπονται πόροι μεταξὺ ταῖς ὄψεσι διαύγειαν καὶ καταφάνειαν διδόντες. ἢ φύσει
<milestone n="15" unit="tlnum"/>
μέν ἐστι φωτεινὸς ὑπὸ θερμότητος ὁ τῇ θαλάττῃ
καταμεμιγμένος ἀήρ, γίγνεται δὲ ταραχθεὶς ἀνώμαλος καὶ σκιώδης· ὅταν οὖν τὴν ἀνωμαλίαν ἐπιλεάνῃ
<milestone n="915b" unit="stephpage" xml:id="stephpage-915b"/> πυκνότητι τοὔλαιον, ἀπολαμβάνει τὴν ὁμαλότητα
<milestone n="20" unit="tlnum"/> καὶ τὴν διαύγειαν;
</p></div></div></body></text></TEI>