<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἔτι τοίνυν ἐπὶ τῶν ὁμολογουμένων πεπρᾶχθαι, τὴν δʼ αἰτίαν ἀφʼ ἧς πέπρακται καὶ τὴν διάνοιαν ἐχόντων ἄδηλον, ὁ πρὸς τὸ χεῖρον εἰκάζων
<milestone unit="tlnum" n="15"/>
δυσμενής ἐστι καὶ κακοήθης· ὥσπερ οἱ κωμικοὶ τὸν
<milestone unit="stephpage" xml:id="stephpage-856a" n="856a"/>
πόλεμον ὑπὸ τοῦ Περικλέους ἐκκεκαῦσθαι διʼ Ἀσπασίαν
ἢ διὰ Φειδίαν ἀποφαίνοντες, οὐ φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ μᾶλλον στορέσαι τὸ φρόνημα Πελοποννησίων καὶ μηδενὸς ὑφεῖσθαι Λακεδαιμονίων
<milestone unit="tlnum" n="20"/>
ἐθελήσαντος. εἰ μὲν γάρ τις εὐδοκιμοῦσιν ἔργοις καὶ πράγμασιν ἐπαινουμένοις αἰτίαν φαύλην ὑποτίθησι καὶ κατάγεται ταῖς διαβολαῖς εἰς ὑποψίας ἀτόπους περὶ τῆς ἐν ἀφανεῖ προαιρέσεως τοῦ πράξαντος,
αὐτὸ τὸ πεπραγμένον ἐμφανῶς οὐ δυνάμενος
<pb xml:id="v.5.p.212"/> ψέγειν (ὥσπερ οἱ τὸν ὑπὸ Θήβης Ἀλεξάνδρου τοῦ τυράννου φόνον οὐ μεγαλονοίας οὐδὲ μισοπονηρίας, ζήλου δέ τινος ἔργον καὶ πάθους γυναικείου
τνθέμενοι
<milestone unit="stephpage" xml:id="stephpage-856b" n="856b"/>  καὶ Κάτωνα λέγοντες ἑαυτὸν ἀνελεῖν δείσαντα
<milestone unit="tlnum" n="5"/> τὸν μετʼ αἰκίας θάνατον ὑπὸ Καίσαρος), εὔδηλον ὅτι φθόνου καὶ κακοηθείας ὑπερβολὴν οὐ λέλοιπε.
</p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">δέχεται δὲ καὶ παρὰ τὸν τρόπον τοῦ ἔργου διήγησις ἱστορικὴ κακοήθειαν, ἂν χρήμασι φάσκῃ
μὴ διʼ ἀρετῆς κατειργάσθαι τὴν πρᾶξιν, ὡς Φίλιππον
<milestone unit="tlnum" n="10"/> ἔνιοι φάσκουσιν ἂν σὺν οὐδενὶ πόνῳ καὶ ῥᾳδίως,
ὡς Ἀλέξανδρον ἂν μὴ φρονίμως ἀλλʼ εὐτυχῶς, ὡς Τιμόθεον οἱ ἐχθροί, γράφοντες ἐν πίναξιν εἰς κύρτον τινὰ τὰς πόλεις αὐτάς, ἐκείνου καθεύδοντος,
ὑποδυομένας. δῆλον γὰρ ὅτι τῶν πράξεων ἐλαττοῦσι
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-856c" n="856c"/> τὸ μέγεθος καὶ τὸ κάλλος οἱ τὸ γενναίως καὶ φιλοπόνως καὶ κατʼ ἀρετὴν καὶ διʼ αὑτῶν ἀφαιροῦντες.
</p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἔστι τοίνυν τοῖς ἀπʼ εὐθείας οὓς βούλονται κακῶς λέγουσι δυσκολίαν ἐπικαλεῖν καὶ θρασύτητα
<milestone unit="tlnum" n="20"/>
καὶ μανίαν, ἐὰν μὴ μετριάζωσιν · οἱ δὲ πλαγίως οἷον
ἐξ ἀφανοῦς βέλεσι χρώμενοι ταῖς διαβολαῖς, εἶτα περιιόντες ὀπίσω καὶ ἀναδυόμενοι, τῷ φάσκειν ἀπιστεῖν
ἃ πάνυ πιστεύεσθαι θέλουσιν ἀρνούμενοι
<milestone unit="tlnum" n="25"/>
κακοήθειαν, ἀνελευθερίαν τῇ κακοηθείᾳ προσοφλισκάνουσιν.
</p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ἐγγὺς δὲ τούτων εἰσὶν οἱ τοῖς ψόγοις ἐπαίνους τινὰς παρατιθέντες, ὡς ἐπὶ, Σωκράτους
<pb xml:id="v.5.p.213"/>
Ἀρι
<milestone unit="stephpage" xml:id="stephpage-856d" n="856d"/>
στύξενος, ἀπαίδευτον καὶ ἀμαθῆ καὶ ἀκόλαστον
εἰπών, ἐπήνεγκεν <q>ἀδικία δʼ οὐ προσῆν</q> ὥσπερ γὰρ οἱ σύν τινι τέχνῃ καὶ δεινότητι κολακεύοντες
ἔστιν ὅτε πολλοῖς καὶ μακροῖς ἐπαίνοις ψόγους
<milestone unit="tlnum" n="5"/> παραμιγνύουσιν ἐλαφρούς, οἷον ἥδυσμα τῇ κολακείᾳ τὴν παρρησίαν ἐμβάλλοντες, οὕτω τὸ κακόηθες εἰς πίστιν ὧν ψέγει προαποτίθεται τὸν ἔπαινον.
</p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἦν δὲ καὶ πλείονας καταριθμεῖσθαι τῶν χαρακτήρων· ἀρκοῦσι δʼ οὗτοι κατανόησιν τάνθρὼπου
<milestone unit="tlnum" n="10"/>
τῆς προαιρέσεως καὶ τοῦ τρόπου παρασχεῖν.
</p></div></div></body></text></TEI>