<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="31"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-864d" n="864d"/>Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος, ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη διʼ ἀγροικίαν αὐτῶν
<milestone unit="tlnum" n="5"/> καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον ὁ
δʼ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, διʼ ὧν
τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ <gap reason="lost" rend="**"/>, τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγκέκληκε; Θεσσαλοὺς μὲν γὰρ ὑπʼ ἀνάγκης ἀποφαίνεται μηδίσαι τὸ πρῶτον,
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-864e" n="864e"/> ἀληθῆ λέγων· καὶ περὶ τῶν ἄλλων Ἑλλήνων μαντευόμενος ὡς προδόντων ἂν Λακεδαιμονίους. ὑπεῖπεν ὡς <q>οὐχ ἑκόντων ἀλλʼ ὑπʼ ἀνάγκης; ἁλισκομένων κατὰ πόλεις.</q> Θηβαίοις δὲ τῆς αὐτῆς ἀνάγκης
οὐ δίδωσι τὴν αὐτὴν συγγνώμην, καίτοι πεντακοσίους
<milestone unit="tlnum" n="15"/> μὲν εἰς τὰ Τέμπη καὶ Μναμίαν  στρατηγὸν ἔπεμψαν, εἰς δὲ Θερμοπύλας ὅσους ᾔτησε Λεωνίδας·
οἳ καὶ μόνοι σὺν Θεσπιεῦσι παρέμειναν αὐτῷ, τῶν ἄλλων ἀπολιπόντων μετὰ τὴν κύκλωσιν· ἐπεὶ δὲ
τῶν παρόδων κρατήσας ὁ, βάρβαρος ἐν τοῖς ὅροις
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-864f" n="864f"/> ἦν καὶ Δημάρατος ὁ Σπαρτιάτης διὰ ξενίας εὔνους
ὢν Ἀτταγίνῳ τῷ προεστῶτι τῆς ὀλιγαρχίας διεπράξατο
φίλον βασιλέως γενέσθαι καὶ ξένον, οἱ δʼ
Ἕλληνες ἐν ταῖς ναυσὶν ἦσαν, πεζῇ δʼ οὐδεὶς
<pb xml:id="v.5.p.237"/>
προσήλαυνεν, οὕτω προσεδέξαντο τὰς διαλύσεις ὑπὸ τῆς μεγάλης ἀνάγκης ἐγκαταληφθέντες. οὔτε γὰρ θάλασσα καὶ νῆες αὐτοῖς παρῆσαν ὡς Ἀθηναίοις, οὔτʼ ἀπωτάτω κατῴκουν ὡς Σπαρτιᾶται τῆς Ἑλλάδος ἐν
<milestone unit="tlnum" n="5"/> μυχῷ, μιᾶς δʼ ἡμέρας ὁδὸν καὶ ἡμισείας ἀπέχοντι
τῷ Μήδῳ συστάντες ἐπὶ τῶν στενῶν καὶ διαγωνισάμενοι μετὰ μόνων Σπαρτιατῶν καὶ Θεσπιέων
<milestone unit="stephpage" xml:id="stephpage-865a" n="865a"/> ἠτύχησαν. ὁ δὲ συγγραφεὺς οὕτως ἐστὶ δίκαιος, ὥστε <q>Λακεδαιμονίους μὲν μονωθέντας καὶ γενομένους
<milestone unit="tlnum" n="10"/> συμμάχων ἐρήμους τυχὸν ἄν φησιν  ὁμολογίῃ
χρήσασθαι πρὸς Ξέρξεα</q> Θηβαίοις δὲ ταὐτὸ διὰ τὴν αὐτὴν ἀνάγκην παθοῦσι λοιδορεῖται. τὸ δὲ μέγιστον καὶ κάλλιστον ἔργον ἀνελεῖν μὴ δυνηθεὶς
ὡς οὐ πραχθὲν αὐτοῖς, αἰτίῃ φαύλῃ καὶ ὑπονοίᾳ
<milestone unit="tlnum" n="15"/> διαλυμαινόμενος ταῦτʼ ἔγραφεν <q>οἱ μέν νυν ξύμμαχοι
οἱ ἀποπεμπόμενοι ᾤχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ Θεσπιέες δὲ καὶ Θηβαῖοι. κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι τούτων δὲ Θηβαῖοι
<milestone unit="stephpage" xml:id="stephpage-865b" n="865b"/> μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι κατεῖχε
<milestone unit="tlnum" n="20"/> γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος
Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐδαμᾶ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετὰ τούτου ἀπαλλάξεσθαι</q> Εἶτʼ οὐ δῆλός ἐστιν ἰδίαν τινὰ πρὸς Θηβαίους ἔχων ὀργὴν καὶ δυσμένειαν, ὑφʼ ἧς οὐ
<pb xml:id="v.5.p.238"/> μόνον διέβαλε ψευδῶς καὶ ἀδίκως τὴν πόλιν, ἀλλʼ
οὐδὲ τοῦ · πιθανοῦ τῆς διαβολῆς ἐφρόντισεν, οὐδʼ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία λέγων παρʼ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς; προειπὼν γὰρ
<milestone unit="tlnum" n="5"/>
ὡς <q>ὁ Λεωνίδης, ἐπεὶ τʼ ᾔσθετο τοὺς συμμάχους
<milestone unit="stephpage" xml:id="stephpage-865c" n="865c"/> ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας· συγκινδυνεύειν, κελεύσαι σφέας ἀπαλλάττεσθαι·</q> πάλιν μετʼ
ὀλίγον λέγει τοὺς Θηβαίους ἄκοντας αὐτὸν κατασχεῖν, οὓς εἰκὸς ἦν ἀπελάσαι καὶ βουλομένους παραμένειν,
<milestone unit="tlnum" n="10"/>
εἰ μηδίζειν αἰτίαν εἶχον. ὅπου γὰρ οὐκ ἐδεῖτο τῶν μὴ προθύμων, τί χρήσιμον ἦν ἀναμεμίχθαι μαχομένοις ἀνθρώπους ὑπόπτους; οὐ γὰρ
δὴ φρένας εἶχε τοιαύτας ὁ τῶν Σπαρτιατῶν. βασιλεὺς καὶ τῆς Ἑλλάδος ἡγεμών, ὥστε <q>κατέχειν ἐν
<milestone unit="tlnum" n="15"/> ὁμήρων λόγῳ</q> τοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλʼ ἔχοντας καὶ προσκειμένων ἔμπροσθεν ἤδη καὶ ὄπισθεν ἅμα τῶν πολεμίων καὶ γὰρ εἰ πρότερον
ἐν ὁμήρων
λόγῳ ποιούμενος ἦγεν αὐτούς, ἒν · γε
<milestone unit="stephpage" xml:id="stephpage-865d" n="865d"/> τοῖς ἐσχάτοις εἰκὸς ἦν καιροῖς ἐκείνους τε Λεωνίδα
<milestone unit="tlnum" n="20"/> μηδὲν φροντίσαντας ἀπαλλαγῆναι καὶ Λεωνίδαν δεῖσαι τὴν ὑπʼ ἐκείνων μᾶλλον ἢ τῶν βαρβάρων κύκλωσιν. ἄνευ δὲ τούτων, πῶς οὐ γελοῖος ὁ Λεωνίδας, τοὺς μὲν ἄλλους Ἕλληνας ἀπιέναι κελεύων
ὡς αὐτίκα μάλα τεθνηξόμενος, Θηβαίους δὲ κωλύων,
<pb xml:id="v.5.p.239"/>
ὡς ὑπʼ αὐτοῦ φυλάττοιντο τοῖς Ἕλλησιν ἀποθνήσκειν
μέλλοντος; εἰ γὰρ ὡς ἀληθῶς ἐν ὁμήρων λόγῳ, μᾶλλον δʼ ἀνδραπόδων, περιῆγε τοὺς ἄνδρας,
οὐ κατέχειν ὤφειλεν αὐτοὺς μετὰ τῶν ἀπολουμένων,
<milestone unit="tlnum" n="5"/> ἀλλὰ παραδοῦναι τοῖς ἀπιοῦσι τῶν Ἑλλήνων. ὃ δὲ
<milestone unit="stephpage" xml:id="stephpage-865e" n="865e"/> λοιπὸν ἦν τῶν αἰτίων εἰπεῖν <q>ἴσως δὲ ἀπολουμένους
κατεῖχε</q> καὶ τοῦτʼ ἀνῄρηκεν ὁ συγγραφεύς, οἷς περὶ τῆς φιλοτιμίας τοῦ Λεωνίδου κατὰ λέξιν εἴρηκε <q>ταῦτα τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον
<milestone unit="tlnum" n="10"/> καταθέσθαι κλέος μοῦνον Σπαρτιητέων ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ τῇσι γνώμῃσι διενεχθέντας.</q> ὑπερβολὴ γὰρ εὐηθείας ἦν, ἧς ἀπήλαυνε δόξης
τοὺς συμμάχους κατέχειν μεθέξοντας τοὺς πολεμίους.
<milestone unit="stephpage" xml:id="stephpage-865f" n="865f"/> ὅτι τοίνυν οὐ διεβέβλητο τοῖς Θηβαίοις ὁ
<milestone unit="tlnum" n="15"/>Λεωνίδας,· ἀλλὰ καὶ φίλους ἐνόμιζε βεβαίους, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. καὶ γὰρ παρῆλθεν εἰς Θήβας ἄγων τὸ στράτευμα καὶ δεηθεὶς ἔτυχεν
οὗ μηδὲ εἷς ἄλλος, ἐν τῷ ἱερῷ κατακοιμηθῆναι τοῦ
Ἡρακλέους, καὶ τὴν ὄψιν ἣν εἶδεν ὄναρ ἐξήγγειλε
<milestone unit="tlnum" n="20"/> τοῖς Θηβαίοις· ἔδοξε γὰρ ἐν θαλάσσῃ πολὺν ἐχούσῃ καὶ τραχὺν κλύδωνα τὰς ἐπιφανεστάτας καὶ μεγίστας πόλεις τῆς Ἑλλάδος ἀνωμάλως διαφέρεσθαι καὶ σαλεύειν, τὴν δὲ Θηβαίων ὑπερέχειν τε πασῶν καὶ μετέωρον ἀρθῆναι πρὸς τὸν οὐρανὸν εἶτʼ ἐξαίφνης
<pb xml:id="v.5.p.240"/> ἀφανῆ γενέσθαι καὶ ταῦτα μὲν ἦν ὅμοια· τοῖς ὕστερον χρόνῳ πολλῷ συμπεσοῦσι περὶ τὴν πόλιν.
</p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-866a" n="866a"/>ὁ δʼ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης
καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν,
<milestone unit="tlnum" n="5"/>
αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν· ἐπράχθη δʼ ἄλλως. ἐπεὶ γὰρ ἐπύθοντο νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ
<milestone unit="tlnum" n="10"/> περὶ ἐκείνῳ τεθνηξόμενοι μέχρι μὲν οὖν τῆς σκηνῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δʼ ἄλλους τρεπόμενοι προῆλθον· ἐπεὶ δʼ οὐχ εὑρίσκετο Ξέρξης,
<milestone unit="stephpage" xml:id="stephpage-866b" n="866b"/> ζητοῦντες ἐν μεγάλῳ καὶ ἀχανεῖ στρατεύματι καὶ πλανώμενοι μόλις ὑπὸ τῶν βαρβάρων πανταχόθεν
<milestone unit="tlnum" n="15"/> περιχυθέντων διεφθάρησαν, ὅσα δʼ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται μικρὰ δ’ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν. ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου
<milestone unit="tlnum" n="20"/>
καὶ τοῦτον ἐθεῶντο πατέρες; αὐτῶν καὶ μητέρες· αὐτὸς δʼ ὁ Λεωνίδας πρὸς μὲν τὸν εἰπόντα παντελῶς ὀλίγους ἐξάγειν αὐτὸν ἐπὶ τὴν μάχην <q>πολλοὺς
μὲν ἔφη τεθνηξομένους·</q> πρὸς δὲ τὴν γυναῖκα, πυνθανομένην ἐξιόντος εἴ τι λέγοι, μεταστραφεὶς
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-866c" n="866c"/> εἶπεν <q>ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ  τίκτειν.</q> ἐν
<pb xml:id="v.5.p.241"/>
δὲ Θερμοπύλαις μετὰ τὴν κύκλωσιν δύο τῶν ἀπὸ
γένους ὑπεξελέσθαι βουλόμενος ἐπιστολὴν ἐδίδου
τῷ ἑτέρῳ καὶ ἔπεμπεν ὁ δʼ οὐκ ἐδέξατο φήσας μετʼ
ὀργῆς <q>μαχατάς τοι, οὐκ ἀγγελιαφόρος, εἱπόμαν·</q> <milestone unit="tlnum" n="5"/>τὸν δʼ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν ὁ δʼ ἀπεκρίνατο τῷ πράγματι, καὶ τὴν ἀσπίδα λαβὼν εἰς τάξιν κατέστη. ταῦτʼ οὐκ ἄν τις
ἐπετίμησεν, ἄλλου παραλιπόντος· ὁ δὲ τὴν Ἀμάσιδος ἀποψόφησιν καὶ τὴν τῶν ὄνων τοῦ κλέπτου
<milestone unit="tlnum" n="10"/> προσέλασιν καὶ τὴν τῶν ἀσκῶν ἐπίδοσιν καὶ πολλὰ τοιαῦτα συναγαγὼν καὶ διαμνημονεύων, οὐκ ἀμελείᾳ
<milestone unit="stephpage" xml:id="stephpage-866d" n="866d"/> δόξειεν ἂν καὶ ὑπεροψίᾳ προΐεσθαι καλὰ μὲν ἔργα
καλὰς δὲ φωνὰς ἀλλʼ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος.
</p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent"><milestone unit="tlnum" n="15"/>τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι <q>μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπʼ ἀνάγκης ἐχομένους·</q> οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ
Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφʼ ὧν
οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι
<milestone unit="tlnum" n="20"/> μάχεσθαι. καὶ τίς  ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπʼ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι
δʼ ἑκόντας, οἷς οὐδεὶς παρῆν βοηθῶν; ἑξῆς
δὲ τούτοις γέγραφεν, ὅτι <q>τῶν ἄλλων ἐπειγομένων
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-866e" n="866e"/> ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖρὰς
<pb xml:id="v.5.p.242"/>
τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν,
καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δʼ ἀνάγκης
ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν
<milestone unit="tlnum" n="5"/> τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας.</q> ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων
<milestone unit="tlnum" n="10"/> ἀνάκρισιν καὶ Θεσσαλοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπʼ ἀλλήλων παρὰ τὰ στενὰ
<milestone unit="stephpage" xml:id="stephpage-866f" n="866f"/>Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες.
<milestone unit="tlnum" n="15"/> ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θετταλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον
οὐδέν. ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι; <q>τοὺς μὲν αὐτῶν ἀπέκτειναν
οἱ βάρβαροι προσιόντας</q> ὡς αὐτὸς εἴρηκε· <q>τοὺς δὲ
<milestone unit="tlnum" n="20"/>
πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω.</q> <milestone unit="stephpage" xml:id="stephpage-867a" n="867a"/>οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός,
ἀλλʼ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατʼ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος
ὁ Κολοφώνιος· οὔτε γιγνώσκει τις ἀνθρώπων
<pb xml:id="v.5.p.243"/> πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις,
ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ
<milestone unit="tlnum" n="5"/> καὶ Λεοντιάδῃ · τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος
τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν. ὁ δὲ τὴν μὲν εἰς
Λεωνίδαν ὡμότητα δήλωμα ποιούμενος, ὅτι μάλιστα
<milestone unit="stephpage" xml:id="stephpage-867b" n="867b"/>
δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις
<milestone unit="tlnum" n="10"/> στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν
προθύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης
ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν
ἂν ἐξορχούμενος τὴν ἀλήθειαν <q>οὐ φροντὶς Ἡροδότῳ</q>. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι καταδειλιάσαντας
<milestone unit="tlnum" n="15"/> ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βουλεύεσθαι
ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκθοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ Θεμιστοκλῆς
<milestone unit="stephpage" xml:id="stephpage-867c" n="867c"/> ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετέδωκε
<milestone unit="tlnum" n="20"/> καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ ·, τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρβάρους
ὁ μὲν Πίνδαρος οὐκ ὢν συμμάχου πόλεως ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμισίου μνησθεὶς ἐπιπεφώνηκεν
<milestone unit="tlnum" n="25"/>
<quote rend="blockquote"><l>ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν 
</l><l>κρηπῖδʼ ἐλευθερίας</l></quote>
<pb xml:id="v.5.p.244"/>
Ἡρόδοτος δέ, ὑφʼ οὗ κεκοσμῆσθαί τινες ἀξιοῦσι τὴν
Ἑλλάδα, δωροδοκίας καὶ κλοπῆς ἔργον ἀποφαίνει τὴν νίκην ἐκείνην γενομένην καὶ τοὺς Ἕλληνας ἀκουσίως ἀγωνισαμένους, ὑπὸ τῶν στρατηγῶν ἐξαπατηθέντας
<milestone unit="tlnum" n="5"/> ἀργύριον λαβόντων. καὶ τοῦτο πέρας
<milestone unit="stephpage" xml:id="stephpage-867d" n="867d"/> οὐ γέγονεν αὐτῷ τῆς κακοηθείας· ἀλλὰ πάντες μὲν ἄνθρωποι σχεδὸν ὁμολογοῦσι ταῖς ναυμαχίαις αὐτόθι κρατοῦντας τοὺς Ἕλληνας ὅμως ὑφέσθαι τοῦ Ἀρτεμισίου τοῖς βαρβάροις, τὰ περὶ Θερμοπύλας ἀκούσαντας·
<milestone unit="tlnum" n="10"/>
οὐδὲ γὰρ ἦν ὄφελος ἐνταῦθα καθημένους φρουρεῖν τὴν θάλασσαν, ἐντὸς Πυλῶν τοῦ πολέμου γεγονότος καὶ Ξέρξου τῶν παρόδων κρατοῦντος. Ἡρόδοτος δέ, πρὶν ἀπαγγελῆναι τὸν Λεωνίδου θάνατον,
ἤδη ποιεῖ τοὺς Ἕλληνας βουλευομένους ἀποδιδράσκειν·
<milestone unit="tlnum" n="15"/> λέγει δʼ οὕτω <q>τρηχέως δὲ περιεφθέντες, καὶ οὐχ ἣκιστα Ἀθηναῖοι, τῶν αἱ ἡμίσειαι τῶν
<milestone unit="stephpage" xml:id="stephpage-867e" n="867e"/> νεῶν τετρωμέναι ἦσαν, δρησμὸν ἐβούλευον εἰς τὴν
Ἑλλάδα</q> καίτοι τὴν πρὸ τοῦ ἀγῶνος ἀναχώρησιν
οὕτως ὀνομάσαι μᾶλλον δʼ ὀνειδίσαι δεδόσθω· ὁ
<milestone unit="tlnum" n="20"/>
δὲ καὶ πρότερον δρασμὸν εἶπεν καὶ νῦν δρασμὸν ὀνομάζει καὶ μετʼ ὀλίγον πάλιν ἐρεῖ δρασμόν· οὕτω
πικρῶς; τῷ ῥήματι προσπέφυκε. <q>τοῖς βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἑστιαιεύς, ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν
<pb xml:id="v.5.p.245"/>
Ἑλλήνων οἱ δὲ ὑπὸ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχείας ἀπέστειλαν προκατοψομένας.</q> τί σὺ λέγεις; ἀποδιδράσκειν ὡς κεκρατημένους,
οὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-867f" n="867f"/> φεύγειν ὡς πολὺ κρατοῦντας; εἶτα πιστεύειν ἄξιον τούτῳ γράφοντι περὶ ἀνδρὸς ἢ πόλεως μιᾶς, ὃς ἑνὶ ῥήματι τὸ νίκημα τῆς Ἑλλάδος ἀφαιρεῖται καὶ τὸ
τρόπαιον καθαιρεῖ καὶ τὰς ἐπιγραφάς, ἃς ἔθεντο παρὰ τῇ Ἀρτέμιδι τῇ Προσηῴᾳ, κόμπον ἀποφαίνει
<milestone unit="tlnum" n="10"/> καὶ ἀλαζονείαν; ἔχει δʼ οὕτω τοὐπίγραμμα
<quote rend="blockquote"><l>παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας 
</l><l>παῖδες Ἀθηναίων τῷδέ ποτʼ ἐν πελάγει 
</l><l>ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, 
</l><l>σήματα ταῦτʼ ἔθεσαν παρθένῳ Ἀρτέμιδι.</l></quote>
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-868a" n="868a"/>
ἐν μὲν οὖν ταῖς μάχαις οὐκ  ἔταξε τοὺς Ἕλληνας οὐδʼ ἐδήλωσεν ἣν ἑκάστη πόλις ἔχουσα χώραν ἐναυμάχησε, κατὰ δὲ τὸν ἀπόπλουν, ὃν αὐτὸς δρασμὸν προσαγορεύει, πρώτους φησὶ Κορινθίους πλεῖν
ὑστάτους δʼ Ἀθηναίους.
</p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent"><milestone unit="tlnum" n="20"/>ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον, οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν ὁ δὲ τοσοῦτον
<milestone unit="tlnum" n="25"/> ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν τὰς τῶν μηδι
<pb xml:id="v.5.p.246"/>
<milestone unit="stephpage" xml:id="stephpage-868b" n="868b"/> σάντων ἀνάγκας, ὥστε περὶ Θετταλῶν διηγησάμενος, ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν, ἐπαγγελλόμενοι τὴν χώραν, αὐτῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα μισθὸν λάβοιεν,
<milestone unit="tlnum" n="5"/> ταῦτα περὶ Φωκέων γέγραφεν αὐτοῖς ὀνόμασιν <q>οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον
<milestone unit="tlnum" n="10"/>
ἂν οἱ Φωκεῖς.</q> καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, διεφθάρθαι τὴν χώραν, ἐμπεπρῆσθαι
<milestone unit="stephpage" xml:id="stephpage-868c" n="868c"/> τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς
<milestone unit="tlnum" n="15"/> τὸν Παρνασόν. ἀλλʼ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθεὶς αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου
<milestone unit="tlnum" n="20"/> συντιθεὶς κατʼ αὐτῶν καὶ κελεύων οὐκ ἀφʼ ὧν
ἔπραξαν,, ἀλλʼ ἀφʼ ὧν ἔπραξαν ἄν, εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων τῆς
προδοσίας
<milestone unit="stephpage" xml:id="stephpage-868d" n="868d"/> ἀπολειφθέντας. εἰ τοίνυν Θεσσαλούς τις
<milestone unit="tlnum" n="25"/>
ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ
<pb xml:id="v.5.p.247"/> ταῦτʼ ἐβούλοντο, τῇ δὲ πρὸς Φωκέας διαφορᾷ τοῖς
Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρʼ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι
<milestone unit="tlnum" n="5"/> φαύλοις πορίζων διαστρέφειν τὴν ἀλήθειαν; ἐγὼ μὲν οἶμαι. πῶς οὖν οὐ περιφανέστατα δόξει συκοφαντεῖν
ὁ μὴ διʼ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλμένους ἀποφαινόμενος, ἀλλʼ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρονοῦντας; οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-868e" n="868e"/>
εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλʼ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. εἰπεῖν οὖν ἔδει τὰ τεκμήρια, διʼ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι·
τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας
<milestone unit="tlnum" n="15"/>
ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν οὐδʼ
αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν τὰς γὰρ
<milestone unit="tlnum" n="20"/> ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ διʼ ἀρετὴν
<milestone unit="stephpage" xml:id="stephpage-868f" n="868f"/>
ἢ τῷ συμφέροντι διʼ ἀνάγκην προστίθεσθαι τὴν
γνώμην. οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν
<milestone unit="tlnum" n="25"/>
μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ
Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν·
αὐτὸς δʼ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς
<pb xml:id="v.5.p.248"/>
ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι
τοῖς Ἕλλησιν.
</p></div></div></body></text></TEI>