<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="17"><p rend="indent"><milestone unit="tlnum" n="15"/>ἵνα τοίνυν μηδʼ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας, τὸν ἐν
αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς διαλελύμανται, τὸν Ὀθρυάδαν· <q>τὸν δὲ ἕνα</q> <milestone unit="stephpage" xml:id="stephpage-858d" n="858d"/>φησὶ <q>τὸν περιλειφθέντα τῶν τριηκοσίων
αἰσχυνό
<milestone unit="tlnum" n="20"/>
μενον ἀπονοστέειν ἐς Σπάρτην, τῶν συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι
ἑωυτόν.</q> ἄνω μὲν γὰρ ἀμφοτέροις ἐπίδικον
εἶναι τὸ νίκημά φησιν, ἐνταῦθα δὲ τῇ αἰσχύνῃ
<pb xml:id="v.5.p.219"/> τοῦ Ὀθρυάδου ἧτταν τῶν Λακεδαιμονίων κατεμαρτύρησεν ἡττηθέντα μὲν γὰρ ζῆν αἰσχρὸν ἦν, περιγενέσθαι δὲ νικῶντα κάλλιστον.
</p></div></div></body></text></TEI>