<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="14"><p rend="indent">καὶ οὐ τοῦτο δεινόν· ἀλλʼ ἀναγαγὼν εἰς Περσέα τὸ Ἡρακλέους γένος Περσέα μὲν Ἀσσύριον γεγονέναι λέγει κατὰ τὸν Περσῶν λόγον · <q>οἱ
<milestone unit="tlnum" n="15"/>
δὲ Δωριέων</q> φησὶν <q>ἡγεμόνες φαίνοιντʼ ἂν Αἰγύπτιοι ἰθαγενέες ἐόντες, καταλέγοντι τοὺς ἄνω ἀπὸ Δανάης
τῆς Ἀκρισίου πατέρας.</q> τὸν γὰρ Ἔπαφον καὶ τὴν
Ἰὼ καὶ τὸν Ἴασον καὶ τὸν Ἄργον ὅλως ἀφῆκε, φιλοτιμούμενος
μὴ μόνον ἄλλους Ἡρακλεῖς Αἰγυπτίους
<milestone unit="tlnum" n="20"/> καὶ Φοίνικας ἀποφαίνειν, ἀλλὰ καὶ τοῦτον, ὃν αὐτὸς τρίτον γεγονέναι φησίν, εἰς βαρβάρους ἀποξενῶσαι
<milestone unit="stephpage" xml:id="stephpage-857f" n="857f"/> τῆς Ἑλλάδος. καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν
οὐχ Ὅμηρος οὐχ Ἡσίοδος οὐκ Ἀρχίλοχος οὐ
<pb xml:id="v.5.p.217"/> Πείσανδρος οὐ Στησίχορος οὐκ Ἀλκμὰν οὐ Πίνδαρος
Αἰγυπτίου ἔσχον λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλʼ ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιώτιον ὁμοῦ καὶ Ἀργεῖον.
</p></div></div></body></text></TEI>