<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="12"><p rend="indent">οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν
ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενοκτονίας,
καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ
<milestone unit="tlnum" n="20"/> δικαιοσύνην μαρτυρήσας ἐφʼ Ἕλληνας ἀναστρέφει
τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν. ἐν γὰρ τῇ
<milestone unit="stephpage" xml:id="stephpage-857b" n="857b"/> δευτέρᾳ βίβλῳ <q>Μενέλαόν</q> φησι <q>παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κάκιστον·
<milestone unit="tlnum" n="25"/> ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον
<pb xml:id="v.5.p.215"/> ἐπιτεχνήσασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι μισηθέντα
δʼ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύγοντα νηυσὶν ἐπὶ Λιβύης.</q> τοῦτον δὲ τὸν λόγον οὐκ οἶδʼ
<milestone unit="tlnum" n="5"/> ὅστις Αἰγυπτίων εἴρηκεν· ἀλλὰ τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρʼ αὐτοῖς.
</p></div></div></body></text></TEI>