<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-854e" n="854e"/>τοῦ Ἡροδότου <gap reason="lost" rend="**"/> πολλοὺς μέν, ὦ Ἀλέξανδρε, καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε· πλείονες δὲ
<milestone unit="tlnum" n="5"/> τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. οὐ γὰρ
μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας
<milestone unit="stephpage" xml:id="stephpage-854f" n="854f"/> μὴ ὄντα δοκεῖν εἶναι δίκαιον· ἀλλὰ καὶ κακοηθείας
ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι. <gap reason="lost" rend="**"/> μάλιστα πρός τε Βοιωτοὺς
<milestone unit="tlnum" n="10"/> καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς
    ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν <gap reason="lost" rend="**"/> ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατʼ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος ἐπεὶ τὰ γʼ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολλῶν
<milestone unit="tlnum" n="15"/>
ἂν βιβλίων δεήσειεν. ἀλλὰ
<quote rend="blockquote"> δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον</quote>
<milestone unit="stephpage" xml:id="stephpage-855a" n="855a"/> ὥς φησιν ὁ Σοφοκλῆς, μάλιστα δʼ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τὰς
τʼ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ
<milestone unit="tlnum" n="20"/> συγγραφέως. ὁ μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς
<pb xml:id="v.5.p.209"/>
ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστιθεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν · ἡ δʼ Ἡροδότου κακοήθεια λειοτέρα
μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεοπόμπου,
<milestone unit="tlnum" n="5"/> καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν διακεχυμένων. δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ
<milestone unit="stephpage" xml:id="stephpage-855b" n="855b"/>
λαβόντας ὅσα κοινῇ μὴ καθαρᾶς μηδʼ εὐμενοῦς
ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα
<milestone unit="tlnum" n="10"/> διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.
</p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">πρῶτον μὲν οὖν ὁ τοῖς δυσχερεστάτοις ὀνόμασι καὶ ῥήμασιν, ἐπιεικεστέρων παρόντων, ἐν τῷ λέγειν τὰ πεπραγμένα χρώμενος ʽὥσπερ εἰ θειασμῷ
<milestone unit="tlnum" n="15"/>
προσκείμενον ἄγαν ἐξὸν εἰπεῖν τὸν Νικίαν ὁ δὲ θεόληπτον προσείποι, ἢ θρασύτητα καὶ μανίαν
Κλέωνος μᾶλλον ἢ κουφολογίανʼ οὐκ εὐμενής ἐστιν, ἀλλʼ οἷον ἀπολαύων τῷ σοφῶς διηγεῖσθαι τοῦ
πράγματος.
<milestone unit="tlnum" n="20"/>
</p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-855c" n="855c"/>δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δʼ ἱστορίᾳ μὴ προσῆκον, ὁ δὲ συγγραφεὺς ἐπιδράττεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος ἢ πρᾶξιν
<milestone unit="tlnum" n="25"/>
ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδόμενος τῷ κακολογεῖν. ὅθεν ὁ Θουκυδίδης οὐδὲ τῶν Κλέωνος
<pb xml:id="v.5.p.210"/> ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ τὴν· διήγησιν· Ὑπερβόλου τε τοῦ δημαγωγοῦ θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσειπὼν ἀφῆκε Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους
<milestone unit="tlnum" n="5"/> ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς Ἑλληνικοῖς
<milestone unit="stephpage" xml:id="stephpage-855d" n="855d"/> πράγμασιν, ἁπάσας παρέλιπεν. αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς
ἐπαίνους· ὁ δὲ παρενθήκην λόγου τὸ βλασφημεῖν
<milestone unit="tlnum" n="10"/> καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν 
<quote rend="blockquote"> θνητῶν ἐκλέγων τὰς συμφοράς.</quote>
</p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">καὶ μὴν τὸ γʼ ἀντίστροφον τούτῳ παντὶ
δῆλον ὡς καλοῦ τινος κἀγαθοῦ παράλειψίς; ἐστιν,
<milestone unit="tlnum" n="15"/>
ἀνυπεύθυνον δοκοῦν πρᾶγμα εἶναι, γιγνόμενον δὲ
<milestone unit="stephpage" xml:id="stephpage-855e" n="855e"/> κακοήθως, ἄνπερ ἐμπίπτῃ τὸ παραλειφθὲν εἰς τόπον
προσήκοντα τῇ ἱστορίᾳ· τὸ γὰρ ἀπροθύμως ἐπαινεῖν τοῦ ψέγοντα χαίρειν οὐκ ἐπιεικέστερον, ἀλλὰ πρὸς τῷ μὴ ἐπιεικέστερον ἴσως καὶ χεῖρον.
</p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent"><milestone unit="tlnum" n="20"/>τέταρτον τοίνυν τίθεμαι σημεῖον οὐκ εὐμενοῦς
ἐν ἱστορίᾳ τρόπου τὸ δυεῖν ἢ πλειόνων περὶ ταὐτοῦ λόγων ὄντων τῷ χείρονι προστίθεσθαι. τοῖς γὰρ σοφισταῖς ἐφεῖται πρὸς ἐργασίαν ἢ δόξαν ἔστιν ὅτε τῶν λόγων κοσμεῖν τὸν ἥττονα παραλαμβάνοντας·
<milestone unit="tlnum" n="25"/>
οὐ γὰρ ἐμποιοῦσι πίστιν ἰσχυρὰν περὶ τοῦ
πράγματος οὐδʼ ἀρνοῦνται πολλάκις εἰς τὸ παρὰ
<pb xml:id="v.5.p.211"/>
<milestone unit="stephpage" xml:id="stephpage-855f" n="855f"/>
δοξον ἐπιχειρεῖν ὑπὲρ τῶν ἀπίστων· ὁ δʼ ἱστορίαν γράφων ἃ μὲν οἶδεν ἀληθῆ λέγειν δίκαιός ἐστι, τῶν δʼ ἀδήλων τὰ βελτίονα δοκεῖν ἀληθῶς λέγεσθαι μᾶλλον ἢ τὰ χείρονα. πολλοὶ δʼ ὅλως τὰ χείρονα
<milestone unit="tlnum" n="5"/> παραλείπουσιν ὥσπερ ἀμέλει περὶ Θεμιστοκλέους
Ἔφορος μὲν εἰπὼν, ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, <q>ἀλλʼ  οὐκ ἐπείσθη</q> φησὶν οὐδὲ <q>προσεδέξατο κοινουμένου καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὰς αὐτὰς
<milestone unit="tlnum" n="10"/> ἐλπίδας·</q> Θουκυδίδης δὲ καὶ τὸ παράπαν τὸν λόγον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν.
</p></div></div></body></text></TEI>