<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg120.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">καὶ ταῦτα μὴ μʼ οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς· <quote rend="blockquote"><l>οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. A 154</note> <milestone n="25" unit="tlnum"/> ἵππους·</l></quote> <pb xml:id="v.5.p.140"/> <milestone n="829f" unit="stephpage" xml:id="stephpage-829f"/> ἀλλʼ ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν. ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἀπορεῖς <milestone n="5" unit="tlnum"/> οὐκ ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις. κατʼ ἰδίαν δʼ οὕτως ἑκάτερα σκοπῶμεν. ὁ Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον <q>ὦ ἄνθρωπε, τί τῷ γήρᾳ</q> ἔφη <q>πολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης;ʼ</q> οὐκοῦν καὶ σὺ τῇ πενίᾳ, πολλῶν <milestone n="10" unit="tlnum"/> <milestone n="830a" unit="stephpage" xml:id="stephpage-830a"/> κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδʼ ἀφαιροῦ τῆς πενίας, ᾧ μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν. ἐπεὶ τὸ τῆς παροιμίας ἔσται γελοῖον <quote rend="blockquote"><l>οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. R: <foreign xml:lang="grc">ἐπίθετέ μοι</foreign> </note> τὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">vid. Leutsch. II p. 592</note> <milestone n="15" unit="tlnum"/> βοῦν</l></quote> πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον. πῶς οὖν διατραφῶ; τοῦτʼ ἐρωτᾷς, ἔχων χεῖρας, ἒχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, τὸ φιλεῖν <milestone n="20" unit="tlnum"/> ἔστι καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι καὶ τὸ</foreign>?</note> φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχαριστεῖν; <milestone n="830b" unit="stephpage" xml:id="stephpage-830b"/> γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαι <q>ἀπόδος</q>.</p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent">ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ <milestone n="25" unit="tlnum"/> προσελθὼν <q>Μουσώνιε</q> εἶπεν <q>ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται</q> καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν <q>οὐδὲ δανείζει</q> ὁ γὰρ <pb xml:id="v.5.p.141"/> Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ. Στωική<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Στωϊκή</foreign> W: <foreign xml:lang="grc">ὡς στωϊκή</foreign> </note> τις αὕτη τυφομανία· τί γάρ σε δεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">σ’ ἔδει</foreign> R praeter necessitatem</note> τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν; οὐ,δανείζονται χελιδόνες, οὐ δανείζονται <milestone n="5" unit="tlnum"/> μύρμηκες, οἷς ἡ φύσις οὐ χεῖρας, οὐ λόγον, <milestone n="830c" unit="stephpage" xml:id="stephpage-830c"/> οὐ τέχνην δέδωκεν· ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πέρδικας λαγωοὺς</foreign> Aldina: <foreign xml:lang="grc">πέρδικας</foreign> fort. rectius</note>, κολοιούς τί οὖν γε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">γε</foreign>] <foreign xml:lang="grc">σύ γε</foreign> aut <foreign xml:lang="grc">λέγε</foreign> R</note> σεαυτοῦ <milestone n="10" unit="tlnum"/> κατέγνωκας, ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστʼ ἀπʼ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος; οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα; <quote rend="blockquote"><l>καὶ μὴν Μίκκυλον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μίκκυλον</foreign> X: <foreign xml:lang="grc">μίκυλλον</foreign> aut <foreign xml:lang="grc">μίκυλον</foreign> </note> εἰσεῖδον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. C. Wachsmuthii Sillograph. <title>graecorum reliquae</title> p. 194</note> </l></quote> <milestone n="15" unit="tlnum"/> φησὶν ὁ Κράτης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. supplet Cobetus <foreign xml:lang="grc">κρατέρ’ ἄλγε’ ἔχοντα</foreign> ex Hom. <foreign xml:lang="grc">λ</foreign> 593 cf. Bergk. 2 p. 366</note> <quote rend="blockquote"><l>τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν, </l><l>τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν αἰνῇ δηιοτὴτι</foreign>] cf. Hom. <foreign xml:lang="grc">μ</foreign> 257</note>.</l></quote> Κλεάνθη δʼ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις; <q>ἀλεῖς ἔτι, <milestone n="20" unit="tlnum"/> <milestone n="830d" unit="stephpage" xml:id="stephpage-830d"/>Κλέανθες</q>; <q>ἀλῶ</q> φησὶν <q>ὦ βασιλεῦ· ὃ ποιῶ ἕνεκα τοῦ ζῆν· μόνος δʼ ἀποστῆναι μηδὲ φιλοσοφίας.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">corrig. vid. <foreign xml:lang="grc">καὶ ὁ</foreign>[<foreign xml:lang="grc">τιοῦν</foreign>] <foreign xml:lang="grc">ποιῶ ἕνεκα τοῦ ζῆν· μόνον δ’ ἀποστῆναί μ’ οὐ δεῖ φιλοσοφίας</foreign> </note></q> ὅσον τὸ φρόνημα τἀνδρός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">τοῦ ἀνδρὸς</foreign> </note>, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας <pb xml:id="v.5.p.142"/> πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτʼ ἔργα. τοιγαροῦν ἵνʼ ἐλεύθεροι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">fort. <foreign xml:lang="grc">ὦμεν ἐλεύθεροι</foreign> </note> ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκότριβας ἀνθρώπους <milestone n="5" unit="tlnum"/> καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν ʽ οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων <milestone n="10" unit="tlnum"/> ἔστιν οὐδὲ Γοργόνων· ἀλλʼ ἡ τρυφὴ δανειστὰς ἐποίησεν <milestone n="830e" unit="stephpage" xml:id="stephpage-830e"/> οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους. οὐ γὰρ ἄρτων οὐδʼ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες <milestone n="15" unit="tlnum"/> ἐκλελυμένως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκκεχυμένως</foreign> W</note> πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀχρήστους</foreign> cod. Vatic. n. 139</note>. ὁ δʼ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς <milestone n="20" unit="tlnum"/> <milestone n="830f" unit="stephpage" xml:id="stephpage-830f"/> ἀποφυγὴ δʼ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐμπεδοκλέους</foreign>] vid. Mullach. 1 p. 2 vs. 32 sq.</note> δαίμονες · <quote rend="blockquote"><l>αἰθέριον μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign>] om. mei, nisi quod eius loco in E supra scriptum est <foreign xml:lang="grc">καὶ</foreign></note> γάρ σφε μένος πόντονδε διώκει, </l><l> πόντος δʼ ἐς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δ’ ἐς</foreign> M: <foreign xml:lang="grc">δὲ</foreign> </note> χθονὸς οὖδας ἀπέπτυσε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ἀπέπτυσε</foreign> p. 361 c: <foreign xml:lang="grc">ἀνέπτυσε</foreign> </note>· γαῖα δʼ ἐς αὐγὰς <milestone n="25" unit="tlnum"/> </l><l> ἠελίου ἀκάμαντος· ὁ δʼ αἰθέρος ἔμβαλε δίναις·</l></quote> <pb xml:id="v.5.p.143"/> <milestone n="831a" unit="stephpage" xml:id="stephpage-831a"/> ἄλλος δʼ ἐξ ἄλλου δέχεται τοκιστὴς ἢ πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ̓ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ. καθάπερ γὰρ ἀναστῆναι δεῖ <milestone n="5" unit="tlnum"/> τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμὸν · οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες· αὑτοῖς καὶ προσπλάττοντες <milestone n="10" unit="tlnum"/> <milestone n="831b" unit="stephpage" xml:id="stephpage-831b"/> ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προστεταγμένον</foreign>] <foreign xml:lang="grc">προσιστάμενον</foreign> W</note> ἐξερῶντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. R: <foreign xml:lang="grc">ἐξαίροντες</foreign> </note>, εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι· καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δʼ, ὅσαι τοῦ ἔτους <milestone n="15" unit="tlnum"/> ὧραι, μετʼ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι· δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ <milestone n="20" unit="tlnum"/> μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας <q>ἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος;</q> ὥσπερ εἰ <milestone n="831c" unit="stephpage" xml:id="stephpage-831c"/> λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκώς <q>ἰσχνὸς οὖν γένωμαι καὶ κενός;</q> τί δʼ οὐ μέλλεις, ἵνʼ ὑγιαίνῃς; καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος <milestone n="25" unit="tlnum"/> ᾖς· καὶ ἀκτήμων, ἵνα μὴ κτῆμʼ ᾖς ἄλλου. καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχνʼ ἐκβάλλειν, ἕτερος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ ἕτερος</foreign>?</note> παρὼν <pb xml:id="v.5.p.144"/> <q>καὶ τί δεινόν;</q> εἶπεν <q>οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχνʼ ἐκβάλλεις, ἀλλὰ τὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ</foreign> *</note> τοῦ νεκροῦ ὃν ἄρτι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ἀρτίως</foreign>?</note> ἐσπαράττομεν.</q> καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ <milestone n="5" unit="tlnum"/> δανείσαντος ὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε. <milestone n="831d" unit="stephpage" xml:id="stephpage-831d"/> <q>νὴ Δία</q> φησὶν <q>ἀλλʼ ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε</q> καὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα. καὶ τὸν πόδα καὶ τὴν χεῖρʼ ὁ γεννήσας <milestone n="10" unit="tlnum"/> ἐποίησεν, ἀλλʼ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι. τῷ δʼ Ὀδυσσεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν <q>εἵματʼ ἀμφιέσασα θυώδεα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">X ex Hom. <foreign xml:lang="grc">ε</foreign> 264: <foreign xml:lang="grc">εὐώδεα</foreign> </note></q> χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης ἀλλʼ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς <milestone n="15" unit="tlnum"/> μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον <milestone n="831e" unit="stephpage" xml:id="stephpage-831e"/> <quote rend="blockquote"><l>νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ε</foreign> 439</note></quote> καὶ διασωθεὶς οὔτʼ ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε. <milestone n="20" unit="tlnum"/> τί οὖν; οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγων <q>ἀπόδος;</q> <quote rend="blockquote"><l>ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον· </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. <foreign xml:lang="grc">ε</foreign> 291</note><l>σὺν δʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] om. mei</note> εὖρός τε νότος τʼ ἔπεσε ζέφυρός τε δυσαής</l></quote> τόκων τόκοις ἐπικυλισθέντων ὁ δὲ συγκλυζόμενος <milestone n="25" unit="tlnum"/> ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν μὴ δυνάμενος· ἀλλʼ ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν <pb xml:id="v.5.p.145"/> ἐγγυησαμένων φίλων ἀφανιζόμενος. Κράτης δʼ ὁ <milestone n="831f" unit="stephpage" xml:id="stephpage-831f"/>Θηβαῖος ὑπʼ οὐδενὸς ἀπαιτούμενος οὐδʼ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας; καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, <milestone n="5" unit="tlnum"/> καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν. Ἀναξαγόρας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀναξαγόρας</foreign>] cf. Himer. <title>Ecl.</title> 3, 18</note> δὲ τὴν. χώραν κατέλιπε μηλόβοτον. καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου <milestone n="10" unit="tlnum"/> πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν <q>μὰ τοὺς θεούς</q> εἶπεν <q>ἐμὲ ταῦτα τἀγαθὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀγαθὰ</foreign> *: <foreign xml:lang="grc">τὰ ἀγαθὰ</foreign> </note> οὐκ ἀπολεῖ, ἀλλ̓</q> ἐγὼ ταῦτα· καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον ἐξέπλευσεν. <milestone n="832a" unit="stephpage" xml:id="stephpage-832a"/> οἱ δʼ ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι. <milestone n="15" unit="tlnum"/> δουλεύοντες ὑπαργυρεύοντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπαργυρεύοντες</foreign> R. <foreign xml:lang="grc">ὑπεραγρυπνοῦντες</foreign> Madvigius. <foreign xml:lang="grc">ἀγρυπνοῦντες</foreign> Herwerdenus. Fort. verbo significatur: <foreign xml:lang="grc">γινόμενοι δοῦλοι τοῦ ἀργυρίου, τὰ πάντα διδοντες ἐπὶ τῷ λαβεῖν ἀργυριον</foreign> </note> ἀνέχονται, καρτεροῦσιν, ὡς ὁ Φινεὺς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ διαρπάζουσιν, οὐ καθʼ ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν ἢ πεσεῖν τὴν ἐλαίαν <milestone n="20" unit="tlnum"/> ἀγοράζοντες τοὔλαιον καὶ <q>τὸν οἶνον ἔχω</q> φησὶ <q>τοσούτου</q> καὶ πρόσγραφον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρόσγραφον</foreign>] <foreign xml:lang="grc">χειρόγραφον</foreign> R. <foreign xml:lang="grc">πρόγραφον</foreign>?</note> ἔδωκε τῆς τιμῆς ὁ δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν ἀρκτοῦρον ἐκδεχόμενος.</p></div></div></body></text></TEI>