καὶ ταῦτα μὴ μʼ οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς· οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν Hom. A 154 ἵππους· ἀλλʼ ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν. ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἀπορεῖς οὐκ ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις. κατʼ ἰδίαν δʼ οὕτως ἑκάτερα σκοπῶμεν. ὁ Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον ὦ ἄνθρωπε, τί τῷ γήρᾳ ἔφη πολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης;ʼ οὐκοῦν καὶ σὺ τῇ πενίᾳ, πολλῶν κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδʼ ἀφαιροῦ τῆς πενίας, ᾧ μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν. ἐπεὶ τὸ τῆς παροιμίας ἔσται γελοῖον οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε ib. R: ἐπίθετέ μοι τὸν vid. Leutsch. II p. 592 βοῦν πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον. πῶς οὖν διατραφῶ; τοῦτʼ ἐρωτᾷς, ἔχων χεῖρας, ἒχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, τὸ φιλεῖν ἔστι καὶ ἔστι καὶ τὸ ? φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχαριστεῖν; γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαι ἀπόδος . ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθὼν Μουσώνιε εἶπεν ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν οὐδὲ δανείζει ὁ γὰρ Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ. Στωική Στωϊκή W: ὡς στωϊκή τις αὕτη τυφομανία· τί γάρ σε δεῖ ib. σ’ ἔδει R praeter necessitatem τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν; οὐ,δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς ἡ φύσις οὐ χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν· ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς πέρδικας λαγωοὺς Aldina: πέρδικας fort. rectius , κολοιούς τί οὖν γε ib. γε ] σύ γε aut λέγε R σεαυτοῦ κατέγνωκας, ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστʼ ἀπʼ ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος; οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα; καὶ μὴν Μίκκυλον Μίκκυλον X: μίκυλλον aut μίκυλον εἰσεῖδον cf. C. Wachsmuthii Sillograph. graecorum reliquae p. 194 φησὶν ὁ Κράτης ib. supplet Cobetus κρατέρ’ ἄλγε’ ἔχοντα ex Hom. λ 593 cf. Bergk. 2 p. 366 τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν, τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι ἐν αἰνῇ δηιοτὴτι ] cf. Hom. μ 257 . Κλεάνθη δʼ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις; ἀλεῖς ἔτι, Κλέανθες ; ἀλῶ φησὶν ὦ βασιλεῦ· ὃ ποιῶ ἕνεκα τοῦ ζῆν· μόνος δʼ ἀποστῆναι μηδὲ φιλοσοφίας. corrig. vid. καὶ ὁ [ τιοῦν ] ποιῶ ἕνεκα τοῦ ζῆν· μόνον δ’ ἀποστῆναί μ’ οὐ δεῖ φιλοσοφίας ὅσον τὸ φρόνημα τἀνδρός *: τοῦ ἀνδρὸς , ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτʼ ἔργα. τοιγαροῦν ἵνʼ ἐλεύθεροι fort. ὦμεν ἐλεύθεροι ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκότριβας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν ʽ οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων· ἀλλʼ ἡ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους. οὐ γὰρ ἄρτων οὐδʼ οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες ἐκλελυμένως ἐκκεχυμένως W πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους ἀχρήστους cod. Vatic. n. 139 . ὁ δʼ ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς ἀποφυγὴ δʼ οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους Ἐμπεδοκλέους ] vid. Mullach. 1 p. 2 vs. 32 sq. δαίμονες · αἰθέριον μὲν μὲν ] om. mei, nisi quod eius loco in E supra scriptum est καὶ γάρ σφε μένος πόντονδε διώκει, πόντος δʼ ἐς δ’ ἐς M: δὲ χθονὸς οὖδας ἀπέπτυσε ib. ἀπέπτυσε p. 361 c: ἀνέπτυσε · γαῖα δʼ ἐς αὐγὰς ἠελίου ἀκάμαντος· ὁ δʼ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δʼ ἐξ ἄλλου δέχεται τοκιστὴς ἢ πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ̓ Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ. καθάπερ γὰρ ἀναστῆναι δεῖ τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμὸν · οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες· αὑτοῖς καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον προστεταγμένον ] προσιστάμενον W ἐξερῶντες ib. R: ἐξαίροντες , εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι· καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δʼ, ὅσαι τοῦ ἔτους ὧραι, μετʼ ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι· δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι. ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας ἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος; ὥσπερ εἰ λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκώς ἰσχνὸς οὖν γένωμαι καὶ κενός; τί δʼ οὐ μέλλεις, ἵνʼ ὑγιαίνῃς; καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς· καὶ ἀκτήμων, ἵνα μὴ κτῆμʼ ᾖς ἄλλου. καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχνʼ ἐκβάλλειν, ἕτερος ὁ ἕτερος ? παρὼν καὶ τί δεινόν; εἶπεν οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχνʼ ἐκβάλλεις, ἀλλὰ τὰ τὰ * τοῦ νεκροῦ ὃν ἄρτι ib. ἀρτίως ? ἐσπαράττομεν. καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ κύριον αὐτῶν πεποίηκε. νὴ Δία φησὶν ἀλλʼ ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε καὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα. καὶ τὸν πόδα καὶ τὴν χεῖρʼ ὁ γεννήσας ἐποίησεν, ἀλλʼ ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι. τῷ δʼ Ὀδυσσεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν εἵματʼ ἀμφιέσασα θυώδεα X ex Hom. ε 264: εὐώδεα χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης ἀλλʼ ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος Hom. ε 439 καὶ διασωθεὶς οὔτʼ ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε. τί οὖν; οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγων ἀπόδος; ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον· id. ε 291 σὺν δʼ δὲ ] om. mei εὖρός τε νότος τʼ ἔπεσε ζέφυρός τε δυσαής τόκων τόκοις ἐπικυλισθέντων ὁ δὲ συγκλυζόμενος ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν μὴ δυνάμενος· ἀλλʼ ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν ἐγγυησαμένων φίλων ἀφανιζόμενος. Κράτης δʼ ὁ Θηβαῖος ὑπʼ οὐδενὸς ἀπαιτούμενος οὐδʼ ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας; καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν. Ἀναξαγόρας Ἀναξαγόρας ] cf. Himer. Ecl. 3, 18 δὲ τὴν. χώραν κατέλιπε μηλόβοτον. καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν μὰ τοὺς θεούς εἶπεν ἐμὲ ταῦτα τἀγαθὰ τἀγαθὰ *: τὰ ἀγαθὰ οὐκ ἀπολεῖ, ἀλλ̓ ἐγὼ ταῦτα· καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον ἐξέπλευσεν. οἱ δʼ ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι. δουλεύοντες ὑπαργυρεύοντες ἀπαργυρεύοντες R. ὑπεραγρυπνοῦντες Madvigius. ἀγρυπνοῦντες Herwerdenus. Fort. verbo significatur: γινόμενοι δοῦλοι τοῦ ἀργυρίου, τὰ πάντα διδοντες ἐπὶ τῷ λαβεῖν ἀργυριον ἀνέχονται, καρτεροῦσιν, ὡς ὁ Φινεὺς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ διαρπάζουσιν, οὐ καθʼ ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν ἢ πεσεῖν τὴν ἐλαίαν ἀγοράζοντες τοὔλαιον καὶ τὸν οἶνον ἔχω φησὶ τοσούτου καὶ πρόσγραφον πρόσγραφον ] χειρόγραφον R. πρόγραφον ? ἔδωκε τῆς τιμῆς ὁ δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν ἀρκτοῦρον ἐκδεχόμενος.