<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg120.perseus-grc2" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><p rend="indent">λέγεται μὲν παρὰ Μεσσηνίοις <milestone n="829c" unit="stephpage" xml:id="stephpage-829c"/> <quote rend="blockquote"><l>ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Strab. 8 c. 7 (p. 339). Arist. <title>Equ.</title> 1059</note> <milestone n="15" unit="tlnum"/> καὶ ἄλλος</l></quote> λεχθήσεται δὲ πρὸς τοὺς δανειστάς <quote rend="blockquote"><l>ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ ἄλλος.</l></quote> εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων <milestone n="20" unit="tlnum"/> μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι· παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτʼ ὄντος μηδʼ ὑφεστῶτος γεννᾶται τόκος· καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου διδόντος· αὐτοὶ γὰρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γὰρ</foreign> *</note> παρανόμως δανείζουσι τελωνοῦντες, μᾶλλον δʼ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δανείζειν <milestone n="25" unit="tlnum"/> χρεωκοποῦντες· ὁ γὰρ οὗ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὗ</foreign> Bongarsius: <foreign xml:lang="grc">οὐ</foreign> </note> γράφει λαμβάνων <pb xml:id="v.5.p.139"/> ἔλαττον χρεωκοπεῖται. καίτοι Πέρσαι γε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πέρσαι γε</foreign>] cf. Herod. 1, 138</note> τὸ ψεύδεσθαι δεύτερον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρῶτον - δεύτερον</foreign> Herodotus rectius</note> ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον δὲ τὸ ὀφείλειν· ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι συμβαίνει πολλάκις· ψεύδονται δὲ μᾶλλον <milestone n="5" unit="tlnum"/> <milestone n="829d" unit="stephpage" xml:id="stephpage-829d"/> οἱ δανείζοντες καὶ ῥᾳδιουργοῦσιν ἐν ταῖς ἑαυτῶν ἐφημερίσι, γράφοντες ὅτι τῷ δεῖνι τοσοῦτον διδόασιν, ἔλαττον διδόντες· καὶ τὸ ψεῦδος αἰτίαν ἔχει πλεονεξίαν, οὐκ ἀνάγκην οὐδʼ ἀπορίαν, ἀλλʼ ἀπληστίαν, ἧς ἀναπόλαυστόν ἐστιν αὐτοῖς τὸ τέλος καὶ <milestone n="10" unit="tlnum"/> ἀνωφελὲς ὀλέθριον δὲ τοῖς ἀδικουμένοις. οὔτε γὰρ ἀγροὺς οὓς ἀφαιροῦνται τῶν χρεωστῶν γεωργοῦσιν, οὔτʼ οἰκίας αὐτῶν, ἐκβαλόντες ἐκείνους, οἰκοῦσιν, οὔτε τραπέζας παρατίθενται οὔτʼ ἐσθῆτας ἐκείνων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκείνων</foreign>] add. <foreign xml:lang="grc">φοροῦσιν</foreign> R. <foreign xml:lang="grc">ἀμφιένυνται</foreign> Madvigius</note> · ἀλλὰ πρῶτός τις ἀπόλωλε, καὶ δεύτερος κυνηγετεῖται <milestone n="15" unit="tlnum"/> <milestone n="829e" unit="stephpage" xml:id="stephpage-829e"/> ὑπʼ ἐκείνου δελεαζόμενος. νέμεται γὰρ ὡς πῦρ τὸ ἄγριον αὐξόμενον ὀλέθρῳ καὶ φθορᾷ τῶν ἐμπεσόντων, ἄλλον ἐξ ἄλλου καταναλίσκον ὁ δὲ τοῦτο ῥιπίζων καὶ τρέφων ἐπὶ πολλοὺς δανειστὴς οὐδὲν ἔχει πλέον ἢ διὰ χρόνου λαβὼν ἀναγνῶναι πόσους <milestone n="20" unit="tlnum"/> πέπρακε καὶ πόσους ἐκβέβληκε καὶ πόθεν που κυλινδόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">που κυλινδόμενον</foreign>] <foreign xml:lang="grc">ποῦ κυλινδόμενοι</foreign> Emperius. <foreign xml:lang="grc">προσκυλινδόμενον</foreign> Madvigius</note> καὶ σωρευόμενον διαβέβηκε τὸ ἀργύριον. </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent">καὶ ταῦτα μὴ μʼ οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς· <quote rend="blockquote"><l>οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. A 154</note> <milestone n="25" unit="tlnum"/> ἵππους·</l></quote> <pb xml:id="v.5.p.140"/> <milestone n="829f" unit="stephpage" xml:id="stephpage-829f"/> ἀλλʼ ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν. ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἀπορεῖς <milestone n="5" unit="tlnum"/> οὐκ ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις. κατʼ ἰδίαν δʼ οὕτως ἑκάτερα σκοπῶμεν. ὁ Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον <q>ὦ ἄνθρωπε, τί τῷ γήρᾳ</q> ἔφη <q>πολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης;ʼ</q> οὐκοῦν καὶ σὺ τῇ πενίᾳ, πολλῶν <milestone n="10" unit="tlnum"/> <milestone n="830a" unit="stephpage" xml:id="stephpage-830a"/> κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδʼ ἀφαιροῦ τῆς πενίας, ᾧ μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν. ἐπεὶ τὸ τῆς παροιμίας ἔσται γελοῖον <quote rend="blockquote"><l>οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. R: <foreign xml:lang="grc">ἐπίθετέ μοι</foreign> </note> τὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">vid. Leutsch. II p. 592</note> <milestone n="15" unit="tlnum"/> βοῦν</l></quote> πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον. πῶς οὖν διατραφῶ; τοῦτʼ ἐρωτᾷς, ἔχων χεῖρας, ἒχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, τὸ φιλεῖν <milestone n="20" unit="tlnum"/> ἔστι καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι καὶ τὸ</foreign>?</note> φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχαριστεῖν; <milestone n="830b" unit="stephpage" xml:id="stephpage-830b"/> γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαι <q>ἀπόδος</q>.</p></div></div></body></text></TEI>