<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg120.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη· αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ <milestone n="5" unit="tlnum"/> ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος ἡμεῖς δὲ τὴν αὐτάρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑποθήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων <milestone n="10" unit="tlnum"/> καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν. <milestone n="828d" unit="stephpage" xml:id="stephpage-828d"/> ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων· τὸ δὲ τῆς <milestone n="15" unit="tlnum"/> εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς σώφροσιν ἀναπέπταται, πολλῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μετὰ πολλῆς</foreign> Madvigius</note> σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον. ὡς γὰρ ἡ Πυθία τοῖς Ἀθηναίοις περὶ τὰ Μηδικὰ τεῖχος ξύλινον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τεῖχος ξύλινον</foreign>] cf. Her. 7, 141</note> διδόναι τὸν θεὸν ἔφη, κἀκεῖνοι τὴν χώραν καὶ τὴν πόλιν <milestone n="20" unit="tlnum"/> καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν. <milestone n="828e" unit="stephpage" xml:id="stephpage-828e"/> <quote rend="blockquote"><l>μηδὲ σὺ γʼ ἱπποσύνας τε μένειν,</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Her. 1. 1.</note></quote> <milestone n="25" unit="tlnum"/> μηδʼ ὀχήματα ζευκτὰ κερασφόρα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κερασφόρα</foreign>] <foreign xml:lang="grc">κατάχρυσα</foreign> vel <foreign xml:lang="grc">καταπόρφυρα</foreign> R. Sed fort. h. e. <foreign xml:lang="grc">ὀχήματα κερσφόροις ἐζευγμένα</foreign> </note> καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν <pb xml:id="v.5.p.137"/> ἀλλʼ ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γῆν</foreign> X: <foreign xml:lang="grc">πῦρ</foreign> </note> αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευθερίας ἁπτόμενον καὶ προγράφοντα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Madvigius: <foreign xml:lang="grc">προσγράφοντα</foreign> </note> τὴν ἐπιτιμίαν· <milestone n="5" unit="tlnum"/> κἂν μὴ διδῷς, ἐνοχλοῦντα· κἂν ἔχῃς, μὴ λαμβάνοντα· κἂν πωλῇς, ἐπευωνίζοντα· κἂν μὴ πωλῇς, ἀναγκάζοντα· κἂν δικάζῃς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δικάζῃ</foreign> W</note>, ἐντυγχάνοντα· κἂν ὀμόσῃς, <milestone n="828f" unit="stephpage" xml:id="stephpage-828f"/> ἐπιτάττοντα· κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα· κἂν οἴκοι μένῃς, ἐπισταθμεύοντα καὶ <milestone n="10" unit="tlnum"/> θυροκοποῦντα. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">τί γὰρ ὤνησε Σόλων Ἀθηναίους ἀπαλλάξας τοῦ ἐπὶ τοῖς· σώμασιν ὀφείλειν; δουλεύουσι γὰρ ἅπασι τοῖς ἀφανισταῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφανισταῖς</foreign>] <foreign xml:lang="grc">δανεισταῖς</foreign> M</note>, μᾶλλον δʼ οὐδʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">οὐδʼ</foreign> Basileensis</note> αὐτοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ἑαυτοῖς</foreign> mei</note>· τί γὰρ ἦν τὸ δεινόν; ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις <milestone n="15" unit="tlnum"/> καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign>] om. iidem</note> Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 615 e</note> φησὶ καθʼ Ἅιδου διαπύρους κολαστὰς καὶ δημοκοίνους ἐφεστάναι τοῖς ἠσεβηκόσι. καὶ γὰρ οὗτοι τὴν ἀγορὰν ἀσεβῶν <milestone n="829a" unit="stephpage" xml:id="stephpage-829a"/> χώραν ἀποδείξαντες τοῖς ἀθλίοις χρεώσταις γυπῶν δίκην ἔσθουσι καὶ ὑποκείρουσιν αὐτοὺς <q>δέρτρον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">λ</foreign> 578</note> <milestone n="20" unit="tlnum"/> ἔσω<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἴσω</foreign> mei</note> δύνοντες,ʼ</q> τοὺς δʼ ὥσπερ Ταντάλους ἐφεστῶτες εἴργουσι γεύσασθαι τῶν ἰδίων τρυγῶντας καὶ συγκομίζοντας. ὡς δὲ Δαρεῖος ἐπὶ τὰς Ἀθήνας ἔπεμψε Δᾶτιν καὶ Ἀρταφέρνην ἐν ταῖς χερσὶν ἁλύσεις ἔχοντας καὶ δεσμὰ κατὰ τῶν αἰχμαλώτων, παραπλησίως <milestone n="25" unit="tlnum"/> οὗτοι τῶν χειρογράφων καὶ συμβολαίων ὥσπερ <pb xml:id="v.5.p.138"/> πεδῶν ἐπὶ τὴν Ἑλλάδα κομίζοντες ἀγγεῖα μεστὰ τὰς πόλεις ἐπιπορεύονται καὶ διελαύνουσι, σπείροντες <milestone n="829b" unit="stephpage" xml:id="stephpage-829b"/> οὐχ ἥμερον καρπὸν ὡς ὁ Τριπτόλεμος, ἀλλʼ ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυσεκτρίπτους</foreign> vel <foreign xml:lang="grc">δυσεκνίπτους</foreign> R</note> <milestone n="5" unit="tlnum"/> τιθέντες, αἳ κύκλῳ νεμόμεναι καὶ περιβλαστάνουσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παραβλαστάνουσαι</foreign> Doehnerus</note> κάμπτουσι καὶ ἄγχουσι τὰς πόλεις. τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυΐσκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν <milestone n="10" unit="tlnum"/> τίκτει· διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι. </p></div></div></body></text></TEI>