<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" subtype="section" type="textpart"><p rend="indent">δεῖ δὲ καὶ φωνῆς εὐεξίᾳ καὶ πνεύματος ῥώμῃ <pb xml:id="v.5.p.76"/> πρὸς οὐ φαῦλον ἀλλὰ πάμμαχον ἀγῶνα τὸν τῆς <milestone n="804c" unit="stephpage" xml:id="stephpage-804c"/> πολιτείας ἠθληκότα κομίζειν τὸν λόγον, ὡς μὴ πολλάκις ἀπαγορεύοντα καὶ σβεννύμενον ὑπερβάλλῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπερβάλλῃ</foreign> *: <foreign xml:lang="grc">ὑπερβάλλοι</foreign> </note> τις αὐτὸν <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l>ἅρπαξ κεκράκτης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ κράκτης</foreign> mei</note>, κυκλοβόρου φωνὴν ἔχων.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Arist. Equ. 137</note></quote> Κάτων δέ, περὶ ὧν οὐκ ἤλπιζε πείσειν τῷ προκατέχεσθαι χάρισι καὶ σπουδαῖς τὸν δῆμον ἢ τὴν βουλήν, ἔλεγε τὴν ἡμέραν ὅλην ἀναστὰς καὶ τὸν καιρὸν οὕτως ἐξέκρουε. περὶ μὲν οὖν τῆς τοῦ λόγου 
<milestone n="10" unit="tlnum"/> παρασκευῆς καὶ χρείας ἱκανὰ ταῦτα τῷ δυναμένῳ τὸ ἀκόλουθον προσεξευρίσκειν. </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent">εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν οὐ <milestone n="804d" unit="stephpage" xml:id="stephpage-804d"/> μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα τὸ <milestone n="15" unit="tlnum"/> δʼ ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθὺς ὥσπερ ἐζ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης ἐχούσης δὲ τόλμαν ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίνδαρον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρον</foreign>] Olymp. 6, 4. 5</note> ὡς 
<milestone n="20" unit="tlnum"/> <quote rend="blockquote"><l> ἀρχομένου δʼ ἔργου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρχομένους ἔργου</foreign> Coraes</note> πρόσωπον </l><l>χρὴ θέμεν τηλαυγές·</l></quote> καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον, ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν <milestone n="25" unit="tlnum"/> αἱ λαμπρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν <pb xml:id="v.5.p.77"/> <milestone n="804e" unit="stephpage" xml:id="stephpage-804e"/> ἀρχαὶ καὶ δυνάμεις. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι <milestone n="5" unit="tlnum"/> διὸ πολλοὶ πρὶν ἀνθῆσαι περὶ τὸ βῆμα κατεμαράνθησαν. ὅπου δʼ, ὥσπερ ἐπὶ τοῦ Λάδα λέγουσιν, <quote rend="blockquote"><l>ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασιν,ʼ</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Anthol. 11, 86</note></quote> ἔνθα κἀστεφανοῦτο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κἀστεφανοῦτο</foreign> scripsi cum Corae, nisi quod Coraes cum versu praegresso iungebat: <foreign xml:lang="grc">καὶ στεφανοῦτο</foreign> </note> πρεσβεύων ἢ θριαμβεύων ἢ 
<milestone n="10" unit="tlnum"/> στρατηγῶν ἐπιφανῶς, οὔθʼ οἱ φθονοῦντες; οὔθʼ οἱ καταφρονοῦντες ὁμοίως ἐπὶ τοιούτων ἰσχύουσιν. οὕτω παρῆλθεν εἰς δόξαν Ἄρατος, ἀρχὴν ποιησάμενος <milestone n="804f" unit="stephpage" xml:id="stephpage-804f"/> πολιτείας τὴν Νικοκλέους τοῦ τυράννου κατάλυσιν· οὕτως Ἀλκιβιάδης, τὰ Μαντινικὰ συστήσας <milestone n="15" unit="tlnum"/> ἐπὶ Λακεδαιμονίους. Πομπήιος δὲ καὶ θριαμβεύειν ἠξίου μήπω παριὼν εἰς σύγκλητον οὐκ ἐῶντος δὲ Σύλλα, <q>πλείονες</q> ἔφη <q>τὸν ἥλιον ἀνατέλλοντα προσκυνοῦσιν ἢ δυόμενον·</q> καὶ Σύλλας ὑπεῖξε τοῦτʼ ἀκούσας. καὶ Σκιπίωνα δὲ Κορνήλιον οὐκ ἀφʼ ἧς 
<milestone n="20" unit="tlnum"/> ἔτυχεν ἀρχῆς ὁ Ῥωμαίων δῆμος ἀγορανομίαν μετερχόμενον ἐξαίφνης ὕπατον ἀπέδειξε παρὰ τὸν <milestone n="805a" unit="stephpage" xml:id="stephpage-805a"/> νόμον, ἀλλὰ θαυμάσας αὐτοῦ μειρακίου μὲν ὄντος τὴν ἐν Ἰβηρίᾳ μονομαχίαν καὶ νίκην, μικρὸν δʼ ὕστερον τὰ πρὸς Καρχηδόνι χιλιαρχοῦντος ἔργα, <milestone n="25" unit="tlnum"/> περὶ ὧν καὶ Κάτων ὁ πρεσβύτερος ἀνεφώνησεν <quote rend="blockquote"><l> οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">κ</foreign> 495</note></quote> <pb xml:id="v.5.p.78"/> νῦν οὖν ὅτε τὰ πράγματα τῶν πόλεων οὐκ ἔχει πολέμων ἡγεμονίας οὐδὲ τυραννίδων καταλύσεις οὐδὲ συμμαχικὰς πράξεις, τίνʼ ἄν τις ἀρχὴν ἐπιφανοῦς λάβοι καὶ λαμπρᾶς πολιτείας; αἱ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">aut del. <foreign xml:lang="grc">αἱ</foreign> cum R aut corrig. <foreign xml:lang="grc">καὶ αἱ πρεσβεῖαι</foreign> </note> δίκαι, τε <milestone n="5" unit="tlnum"/> λείπονται αἱ δημόσιαι καὶ πρεσβεῖαι πρὸς αὐτοκράτορα <milestone n="805b" unit="stephpage" xml:id="stephpage-805b"/> ἀνδρὸς διαπύρου καὶ θάρσος ἅμα καὶ νοῦν ἔχοντος δεόμεναι. πολλὰ δʼ ἔστι καὶ τῶν παρειμένων ἐν ταῖς πόλεσι καλῶν ἀναλαμβάνοντα καὶ τῶν ἐξ ἔθους φαύλου παραδυομένων ἐπʼ αἰσχύνῃ 
<milestone n="10" unit="tlnum"/> τινὶ τῆς πόλεως ἢ βλάβῃ μεθιστάντα πρὸς αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν</foreign>] <foreign xml:lang="grc">αὐτὸν τὸν δῆμον</foreign>?</note> ἐπιστρέφειν. ἤδη δὲ καὶ δίκη μεγάλη καλῶς δικασθεῖσα καὶ πίστις ἐν συνηγορίᾳ πρὸς ἀντίδικον ἰσχυρὸν ὑπὲρ ἀσθενοῦς καὶ παρρησία πρὸς ἡγεμόνα μοχθηρὸν ὑπὲρ τοῦ δικαίου κατέστησεν ἐνίους εἰς <milestone n="15" unit="tlnum"/> ἀρχὴν πολιτείας ἔνδοξον. οὐκ ὀλίγοι δὲ καὶ διʼ ἔχθρας ηὐξήθησαν, ἐπιχειρήσαντες ἀνθρώποις ἐπίφθονον ἔχουσιν ἀξίωμα καὶ φοβερόν· εὐθὺς γὰρ ἡ <milestone n="805c" unit="stephpage" xml:id="stephpage-805c"/> τοῦ καταλυθέντος ἰσχὺς τῷ κρατήσαντι μετὰ βελτίονος 
<milestone n="20" unit="tlnum"/> δόξης ὑπάρχει. τὸ μὲν γὰρ ἀνδρὶ χρηστῷ καὶ διʼ ἀρετὴν πρωτεύοντι προσμάχεσθαι κατὰ φθόνον, ὡς Περικλεῖ Σιμμίας, Ἀλκμέων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλκμέων</foreign> *: <foreign xml:lang="grc">ἀλκμαίων</foreign> </note> δὲ Θεμιστοκλεῖ, Πομπηίῳ δὲ Κλώδιος, Ἐπαμεινώνδᾳ δὲ Μενεκλείδης ὁ ῥήτωρ, οὔτε πρὸς δόξαν καλὸν οὔτʼ ἄλλως συμφέρον· ὅταν γὰρ ἐξαμαρτόντες οἱ πολλοὶ <milestone n="25" unit="tlnum"/> πρὸς ἄνδρα χρηστόν, εἶθʼ ὃ γίγνεται ταχέως ἐπʼ ὀργῇ μετανοήσωσι, πρὸς τοῦτο τὴν ῥᾴστην ἀπολογίαν δικαιοτάτην νομίζουσιν, ἐπιτρῖψαι τὸν ἀναπεί <pb xml:id="v.5.p.79"/> σαντα καὶ καταρξάμενον. τὸ μέντοι φαῦλον ἄνθρωπον, ἀπονοίᾳ δὲ καὶ δεινότητι πεποιημένον ὑφʼ αὑτῷ τὴν πόλιν, οἷος ἦν Κλέων Ἀθήνησι καὶ Κλεοφῶν,, <milestone n="805d" unit="stephpage" xml:id="stephpage-805d"/> ἐπαναστάντα καθελεῖν καὶ ταπεινῶσαι λαμπρὰν <milestone n="5" unit="tlnum"/> ποιεῖται τὴν πάροδον ὥσπερ δράματος τῆς πολιτείας. οὐκ ἀγνοῶ δʼ ὅτι καὶ βουλήν τινες ἐπαχθῆ καὶ ὀλιγαρχικὴν κολούσαντες, ὥσπερ Ἐφιάλτης Ἀθήνησι καὶ Φορμίων παρʼ Ἠλείοις, δύναμιν ἅμα καὶ δόξαν ἔσχον· ἀλλὰ μέγας ἀρχομένῳ πολιτείας οὗτος ὁ κίνδυνός 
<milestone n="10" unit="tlnum"/> ἐστι. διὸ καὶ βελτίονα Σόλων ἔλαβεν ἀρχήν, διεστώσης ἐς τρία μέρη τῆς πόλεως, τὸ τῶν Διακρίων <milestone n="805e" unit="stephpage" xml:id="stephpage-805e"/> λεγομένων καὶ τὸ τῶν Πεδιέων καὶ τὸ τῶν Παραλίων οὐδενὶ γὰρ ἐμμίξας ἑαυτόν, ἀλλὰ κοινὸς ὢν πᾶσι καὶ πάντα λέγων καὶ πράττων πρὸς ὁμόνοιαν <milestone n="15" unit="tlnum"/> ᾑρέθη νομοθέτης ἐπὶ τὰς διαλύσεις καὶ κατέστησεν οὕτω τὴν ἀρχήν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρχὴν</foreign>] <foreign xml:lang="grc">ταραχήν</foreign> Emperius</note>. ἡ μὲν οὖν ἐπιφανεστέρα πάροδος εἰς τὴν πολιτείαν τοσαύτας ἔχει καὶ τοιαύτας ἀρχάς.</p></div></div></body></text></TEI>