<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν ἀλλὰ καὶ σκῶμμα καὶ γελοῖον ἔστιν ὅτε γίγνεται πολιτικοῦ λόγου μέρος, εἰ μὴ πρὸς ὕβριν <milestone n="803c" unit="stephpage" xml:id="stephpage-803c"/> ἢ βωμολοχίαν, ἀλλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλ’ ὑπὸ</foreign> aut <foreign xml:lang="grc">γένοιτο</foreign> pro <foreign xml:lang="grc">λέγοιτο</foreign> R</note> χρησίμως ἐπιπλήττοντος ἢ διασύροντος λέγοιτο. μάλιστα δʼ εὐδοκιμεῖ τὰ τοιαῦτα 
<milestone n="20" unit="tlnum"/> περὶ τὰς ἀμείψεις καὶ τὰς ἀπαντήσεις· τὸ γὰρ ἐκ παρασκευῆς καὶ κατάρχοντα γελωτοποιοῦντος ἐστι καὶ δόξα κακοηθείας πρόσεστιν, ὡς προσῆν τοῖς· Κικέρωνος σκώμμασι καὶ τοῖς, Κάτωνος τοῦ πρεσβυτέρου καὶ Εὐξιθέου τοῦ Ἀριστοτέλους συνήθους <milestone n="25" unit="tlnum"/> οὗτοι γὰρ ἔσκωπτον ἀρχόμενοι πολλάκις. ἀμυνο <pb xml:id="v.5.p.74"/> μένῳ δὲ συγγνώμην ἅμα καὶ χάριν ὁ καιρὸς δίδωσι, καθάπερ Δημοσθένει πρὸς τὸν αἰτίαν ἔχοντα κλέπτειν <milestone n="803d" unit="stephpage" xml:id="stephpage-803d"/> χλευάζοντα δʼ αὐτοῦ τὰς νυκτογραφίας, <q>οἶδʼ ὅτι σε λυπῶ λύχνον καίων·</q> καὶ πρὸς Δημάδην <milestone n="5" unit="tlnum"/> βοῶντα Δημοσθένης ἐμὲ βούλεται διορθοῦν <q>ἡ ὗς τὴν Ἀθηνᾶν,</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Leutsch. 2 p. 704</note> <q>αὕτη μέντοι πέρυσιν ἡ Ἀθηνᾶ μοιχεύουσα ἐλήφθη</q> χάριεν δὲ καὶ τὸ Ξεναινέτου πρὸς τοὺς πολίτας λοιδοροῦντας αὐτὸν ὅτι στρατηγὸς ὢν πέφευγε, <q>μεθʼ ὑμῶν γʼ, ὦ φίλαι κεφαλαί.</q> 
<milestone n="10" unit="tlnum"/> τὸ δʼ ἄγαν φυλακτέον ἐν τῷ γελοίῳ καὶ τὸ λυποῦν ἀκαίρως τοὺς ἀκούοντας ἢ τὸν λέγοντα ποιοῦν ἀγεννῆ καὶ ταπεινόν, ὥσπερ τὰ Δημοκράτους· ἀναβαίνων μὲν γὰρ εἰς τὴν ἐκκλησίαν ἔφη, καθάπερ ἡ πόλις, μικρὸν ἰσχύειν καὶ μέγα φυσᾶν ἐν δὲ τοῖς <milestone n="15" unit="tlnum"/>Χαιρωνικοῖς παρελθὼν εἰς τὸν δῆμον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δῆμον</foreign>] <foreign xml:lang="grc">δῆμον εἶπεν</foreign>?</note>, <q>οὐκ ἂν ἐβουλόμην <milestone n="803e" unit="stephpage" xml:id="stephpage-803e"/> κακῶς οὕτω πεπραγέναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Herwerdenus: <foreign xml:lang="grc">πεπραχέναι</foreign> </note> τὴν πόλιν, ὥστε κἀμοῦ συμβουλεύοντος ὑμᾶς ἀκούειν·</q> καὶ γὰρ καὶ τοῦτο μικροῦ κἀκεῖνο μανικοῦ, πολιτικῷ δʼ οὐδέτερον ἁρμόττον. Φωκίωνος δὲ καὶ τὴν βραχυλογίαν 
<milestone n="20" unit="tlnum"/> ἐθαύμαζον ὁ γοῦν Πολύευκτος ἀπεφαίνετο ῥήτορα μέγιστον εἶναι Δημοσθένην, δεινότατον δʼ εἰπεῖν Φωκίωνα πλεῖστον γὰρ αὐτοῦ τὸν λόγον ἐν λέξει βραχυτάτῃ νοῦν περιέχειν. καὶ ὁ Δημοσθένην τῶν ἄλλων καταφρονῶν εἰώθει λέγειν, ἀνισταμένου <milestone n="25" unit="tlnum"/>Φωκίωνος, <q>ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται <milestone n="803f" unit="stephpage" xml:id="stephpage-803f"/></q>. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">μάλιστα μὲν οὖν ἐσκεμμένῳ πειρῶ καὶ μὴ <pb xml:id="v.5.p.75"/> διακένῳ τῷ λόγῳ χρῆσθαι πρὸς; τοὺς πολλοὺς μετʼ ἀσφαλείας, εἰδὼς ὅτι καὶ Περικλῆς ἐκεῖνος εὔχετο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">ηὔχετο</foreign> </note> πρὸ τοῦ δημηγορεῖν μηδὲ ῥῆμα μηδὲν ἀλλότριον τῶν πραγμάτων ἐπελθεῖν αὐτῷ. δεῖ δʼ ὅμως καὶ <milestone n="5" unit="tlnum"/> πρὸς τὰς ἀπαντήσεις τὸν λόγον εὔστροφον ἔχειν <milestone n="804a" unit="stephpage" xml:id="stephpage-804a"/> καὶ γεγυμνασμένον ὀξεῖς γὰρ οἱ καιροὶ καὶ πολλὰ φέροντες ἐν ταῖς πολιτείαις αἰφνίδια. διὸ καὶ Δημοσθένης ἠλαττοῦτο πολλῶν, ὥς φασι, παρὰ τὸν καιρὸν ἀναδυόμενος καὶ κατοκνῶν· Ἀλκιβιάδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλκιβιάδην</foreign>] cf. Vit. Alcib. c. 10</note> δʼ 
<milestone n="10" unit="tlnum"/> ὁ Θεόφραστος ἱστορεῖ, μὴ μόνον ἃ δεῖ λέγειν ἀλλὰ καὶ ὡς δεῖ βουλευόμενον, πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητοῦντα καὶ συντιθέντα τὰς λέξεις ἐνίσχεσθαι καὶ διαπίπτειν. ὁ δʼ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀνιστάμενος καὶ ὑπὸ τῶν καιρῶν ἐκπλήττει <milestone n="15" unit="tlnum"/> μάλιστα καὶ προσάγεται τοὺς πολλοὺς καὶ μετατίθησιν οἷον ὁ Βυζάντιος Λέων ἧκε δή ποτε τοῖς Ἀθηναίοις στασιάζουσι διαλεξόμενος· ὀφθεὶς δὲ μικρὸς <milestone n="804b" unit="stephpage" xml:id="stephpage-804b"/> καὶ γελασθεὶς <q>τί δʼ</q> εἶπεν <q>εἰ τὴν γυναῖκά μου θεάσαισθε μόλις ἐξικνουμένην πρὸς τὸ γόνυ; 
<milestone n="20" unit="tlnum"/></q> πλείων οὖν ἐγένετο γέλως· <q>ἀλλʼ ἡμᾶς</q> ἔφη μικροὺς <q>οὕτως ὄντας, ὅταν διαφερώμεθα πρὸς ἀλλήλους, ἡ Βυζαντίων πόλις οὐ χωρεῖ.</q> Πυθέας δʼ ὁ ῥήτωρ, ὅτε πρὸς τὰς Ἀλεξάνδρου τιμὰς ἀντέλεγεν, εἰπόντος τινὸς <q>οὕτω σὺ νέος ὢν περὶ πραγμάτων τολμᾷς <milestone n="25" unit="tlnum"/> λέγειν τηλικούτων; <q type="unspecified"/> καὶ μὴν Ἀλέξανδρος</q> εἶπεν <q>ἐμοῦ νεώτερός ἐστιν, ὃν ψηφίζεσθε θεὸν εἶναι.</q></p></div></div></body></text></TEI>