<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">ὁ μέντοι λόγος ἔστω τοῦ πολιτικοῦ μήτε νεαρὸς καὶ θεατρικός, ὥσπερ πανηγυρίζοντος καὶ <milestone n="5" unit="tlnum"/> στεφανηπλοκοῦντος ἐξ ἁπαλῶν καὶ ἀνθηρῶν ὀνομάτων μήτʼ αὖ πάλιν, ὡς ὁ Πυθέας τὸν Δημοσθένους ἔλεγεν, ἐλλυχνίων ὄζων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄζων</foreign> M: <foreign xml:lang="grc">ὅζειν</foreign> </note> καὶ σοφιστικῆς περιεργίας <milestone n="802f" unit="stephpage" xml:id="stephpage-802f"/> ἐνθυμήμασι πικροῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πικρὸς</foreign> R</note> καὶ περιόδοις πρὸς κανόνα καὶ διαβήτην ἀπηκριβωμέναις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπηκριβωμένοις</foreign> cod. Palat. fortasse rectius; an <foreign xml:lang="grc">ἀπηκριβωμένος</foreign>?</note>· ἀλλʼ ὥσπερ 
<milestone n="10" unit="tlnum"/> οἱ μουσικοὶ τὴν θίξιν ἀξιοῦσι τῶν χορδῶν ἠθικὴν καταφαίνεσθαι μὴ κρουστικήν, οὕτω τῷ λόγῳ τοῦ πολιτευομένου καὶ συμβουλεύοντος καὶ ἄρχοντος ἐπιφαινέσθω μὴ δεινότης μηδὲ πανουργία, μηδʼ εἰς ἔπαινον αὐτοῦ τιθέσθω τὸ ἑκτικῶς ἢ τεχνικῶς ἢ <milestone n="15" unit="tlnum"/> διαιρετικῶς, ἀλλʼ ἤθους ἀπλάστου καὶ φρονήματος ἀληθινοῦ καὶ παρρησίας πατρικῆς καὶ προνοίας καὶ <milestone n="803a" unit="stephpage" xml:id="stephpage-803a"/> συνέσεως κηδομένης ὁ λόγος ἔστω μεστός, ἐπὶ τῷ καλῷ τὸ κεχαρισμένον ἔχων καὶ ἀγωγὸν ἔκ τε σεμνῶν ὀνομάτων καὶ νοημάτων ἰδίων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰδίων</foreign>] <foreign xml:lang="grc">ἡδέων</foreign> R</note> καὶ πιθανῶν. δέχεται 
<milestone n="20" unit="tlnum"/> δʼ ὁ πολιτικὸς λόγος δικανικοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ δικανικοῦ</foreign> Emperius</note> μᾶλλον καὶ γνωμολογίας καὶ ἱστορίας καὶ μύθους καὶ μεταφοράς, αἷς μάλιστα κινοῦσιν οἱ χρώμενοι μετρίως καὶ κατὰ καιρόν· ὡς ὁ εἰπὼν <q>μὴ ποιήσητε ἑτερόφθαλμον τὴν Ἑλλάδα</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Aristot. p. 1411, 4</note> καὶ Δημάδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημάδης</foreign>] cf. Vit. Phoc. c. 1</note> τὰ ναυάγια λέγων πολιτεύεσθαι <milestone n="25" unit="tlnum"/> τῆς πόλεως, καὶ Ἀρχίλοχος <pb xml:id="v.5.p.73"/> <quote rend="blockquote"><l>μηδʼ ὁ Ταντάλου λίθος </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 2 p. 396</note><l> τῆσδʼ ὑπὲρ νήσου κρεμάσθω</l></quote> καὶ Περικλῆς τὴν λήμην τοῦ Πειραιῶς ἀφελεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Vit. Per. c. 8</note> κελεύων· καὶ Φωκίων ἐπὶ τῆς Λεωσθένους νίκης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Vit. Phoc. c. 23</note> <milestone n="5" unit="tlnum"/> <milestone n="803b" unit="stephpage" xml:id="stephpage-803b"/> καλὸν τὸ στάδιον εἶναι, δεδιέναι δὲ τοῦ πολέμου τὸν δόλιχον. καθόλου δʼ ὁ μὲν ὄγκος καὶ τὸ μέγεθος τῷ πολιτικῷ μᾶλλον ἁρμόττει, παράδειγμα δʼ οἵ τε Φιλιππικοὶ καὶ τῶν Θουκυδίδου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδου</foreign>] 1, 86. 2, 72, 60</note> δημηγοριῶν ἡ Σθενελαΐδα τοῦ Ἐφόρου καὶ Ἀρχιδάμου 
<milestone n="10" unit="tlnum"/> τοῦ βασιλέως ἐν Πλαταιαῖς καὶ Περικλέους ἡ μετὰ τὸν λοιμόν· ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l>οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 441 vs. 22</note></quote> </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν ἀλλὰ καὶ σκῶμμα καὶ γελοῖον ἔστιν ὅτε γίγνεται πολιτικοῦ λόγου μέρος, εἰ μὴ πρὸς ὕβριν <milestone n="803c" unit="stephpage" xml:id="stephpage-803c"/> ἢ βωμολοχίαν, ἀλλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλ’ ὑπὸ</foreign> aut <foreign xml:lang="grc">γένοιτο</foreign> pro <foreign xml:lang="grc">λέγοιτο</foreign> R</note> χρησίμως ἐπιπλήττοντος ἢ διασύροντος λέγοιτο. μάλιστα δʼ εὐδοκιμεῖ τὰ τοιαῦτα 
<milestone n="20" unit="tlnum"/> περὶ τὰς ἀμείψεις καὶ τὰς ἀπαντήσεις· τὸ γὰρ ἐκ παρασκευῆς καὶ κατάρχοντα γελωτοποιοῦντος ἐστι καὶ δόξα κακοηθείας πρόσεστιν, ὡς προσῆν τοῖς· Κικέρωνος σκώμμασι καὶ τοῖς, Κάτωνος τοῦ πρεσβυτέρου καὶ Εὐξιθέου τοῦ Ἀριστοτέλους συνήθους <milestone n="25" unit="tlnum"/> οὗτοι γὰρ ἔσκωπτον ἀρχόμενοι πολλάκις. ἀμυνο <pb xml:id="v.5.p.74"/> μένῳ δὲ συγγνώμην ἅμα καὶ χάριν ὁ καιρὸς δίδωσι, καθάπερ Δημοσθένει πρὸς τὸν αἰτίαν ἔχοντα κλέπτειν <milestone n="803d" unit="stephpage" xml:id="stephpage-803d"/> χλευάζοντα δʼ αὐτοῦ τὰς νυκτογραφίας, <q>οἶδʼ ὅτι σε λυπῶ λύχνον καίων·</q> καὶ πρὸς Δημάδην <milestone n="5" unit="tlnum"/> βοῶντα Δημοσθένης ἐμὲ βούλεται διορθοῦν <q>ἡ ὗς τὴν Ἀθηνᾶν,</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Leutsch. 2 p. 704</note> <q>αὕτη μέντοι πέρυσιν ἡ Ἀθηνᾶ μοιχεύουσα ἐλήφθη</q> χάριεν δὲ καὶ τὸ Ξεναινέτου πρὸς τοὺς πολίτας λοιδοροῦντας αὐτὸν ὅτι στρατηγὸς ὢν πέφευγε, <q>μεθʼ ὑμῶν γʼ, ὦ φίλαι κεφαλαί.</q> 
<milestone n="10" unit="tlnum"/> τὸ δʼ ἄγαν φυλακτέον ἐν τῷ γελοίῳ καὶ τὸ λυποῦν ἀκαίρως τοὺς ἀκούοντας ἢ τὸν λέγοντα ποιοῦν ἀγεννῆ καὶ ταπεινόν, ὥσπερ τὰ Δημοκράτους· ἀναβαίνων μὲν γὰρ εἰς τὴν ἐκκλησίαν ἔφη, καθάπερ ἡ πόλις, μικρὸν ἰσχύειν καὶ μέγα φυσᾶν ἐν δὲ τοῖς <milestone n="15" unit="tlnum"/>Χαιρωνικοῖς παρελθὼν εἰς τὸν δῆμον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δῆμον</foreign>] <foreign xml:lang="grc">δῆμον εἶπεν</foreign>?</note>, <q>οὐκ ἂν ἐβουλόμην <milestone n="803e" unit="stephpage" xml:id="stephpage-803e"/> κακῶς οὕτω πεπραγέναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Herwerdenus: <foreign xml:lang="grc">πεπραχέναι</foreign> </note> τὴν πόλιν, ὥστε κἀμοῦ συμβουλεύοντος ὑμᾶς ἀκούειν·</q> καὶ γὰρ καὶ τοῦτο μικροῦ κἀκεῖνο μανικοῦ, πολιτικῷ δʼ οὐδέτερον ἁρμόττον. Φωκίωνος δὲ καὶ τὴν βραχυλογίαν 
<milestone n="20" unit="tlnum"/> ἐθαύμαζον ὁ γοῦν Πολύευκτος ἀπεφαίνετο ῥήτορα μέγιστον εἶναι Δημοσθένην, δεινότατον δʼ εἰπεῖν Φωκίωνα πλεῖστον γὰρ αὐτοῦ τὸν λόγον ἐν λέξει βραχυτάτῃ νοῦν περιέχειν. καὶ ὁ Δημοσθένην τῶν ἄλλων καταφρονῶν εἰώθει λέγειν, ἀνισταμένου <milestone n="25" unit="tlnum"/>Φωκίωνος, <q>ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται <milestone n="803f" unit="stephpage" xml:id="stephpage-803f"/></q>. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">μάλιστα μὲν οὖν ἐσκεμμένῳ πειρῶ καὶ μὴ <pb xml:id="v.5.p.75"/> διακένῳ τῷ λόγῳ χρῆσθαι πρὸς; τοὺς πολλοὺς μετʼ ἀσφαλείας, εἰδὼς ὅτι καὶ Περικλῆς ἐκεῖνος εὔχετο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">ηὔχετο</foreign> </note> πρὸ τοῦ δημηγορεῖν μηδὲ ῥῆμα μηδὲν ἀλλότριον τῶν πραγμάτων ἐπελθεῖν αὐτῷ. δεῖ δʼ ὅμως καὶ <milestone n="5" unit="tlnum"/> πρὸς τὰς ἀπαντήσεις τὸν λόγον εὔστροφον ἔχειν <milestone n="804a" unit="stephpage" xml:id="stephpage-804a"/> καὶ γεγυμνασμένον ὀξεῖς γὰρ οἱ καιροὶ καὶ πολλὰ φέροντες ἐν ταῖς πολιτείαις αἰφνίδια. διὸ καὶ Δημοσθένης ἠλαττοῦτο πολλῶν, ὥς φασι, παρὰ τὸν καιρὸν ἀναδυόμενος καὶ κατοκνῶν· Ἀλκιβιάδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλκιβιάδην</foreign>] cf. Vit. Alcib. c. 10</note> δʼ 
<milestone n="10" unit="tlnum"/> ὁ Θεόφραστος ἱστορεῖ, μὴ μόνον ἃ δεῖ λέγειν ἀλλὰ καὶ ὡς δεῖ βουλευόμενον, πολλάκις ἐν αὐτῷ τῷ λέγειν ζητοῦντα καὶ συντιθέντα τὰς λέξεις ἐνίσχεσθαι καὶ διαπίπτειν. ὁ δʼ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀνιστάμενος καὶ ὑπὸ τῶν καιρῶν ἐκπλήττει <milestone n="15" unit="tlnum"/> μάλιστα καὶ προσάγεται τοὺς πολλοὺς καὶ μετατίθησιν οἷον ὁ Βυζάντιος Λέων ἧκε δή ποτε τοῖς Ἀθηναίοις στασιάζουσι διαλεξόμενος· ὀφθεὶς δὲ μικρὸς <milestone n="804b" unit="stephpage" xml:id="stephpage-804b"/> καὶ γελασθεὶς <q>τί δʼ</q> εἶπεν <q>εἰ τὴν γυναῖκά μου θεάσαισθε μόλις ἐξικνουμένην πρὸς τὸ γόνυ; 
<milestone n="20" unit="tlnum"/></q> πλείων οὖν ἐγένετο γέλως· <q>ἀλλʼ ἡμᾶς</q> ἔφη μικροὺς <q>οὕτως ὄντας, ὅταν διαφερώμεθα πρὸς ἀλλήλους, ἡ Βυζαντίων πόλις οὐ χωρεῖ.</q> Πυθέας δʼ ὁ ῥήτωρ, ὅτε πρὸς τὰς Ἀλεξάνδρου τιμὰς ἀντέλεγεν, εἰπόντος τινὸς <q>οὕτω σὺ νέος ὢν περὶ πραγμάτων τολμᾷς <milestone n="25" unit="tlnum"/> λέγειν τηλικούτων; <q type="unspecified"/> καὶ μὴν Ἀλέξανδρος</q> εἶπεν <q>ἐμοῦ νεώτερός ἐστιν, ὃν ψηφίζεσθε θεὸν εἶναι.</q></p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">δεῖ δὲ καὶ φωνῆς εὐεξίᾳ καὶ πνεύματος ῥώμῃ <pb xml:id="v.5.p.76"/> πρὸς οὐ φαῦλον ἀλλὰ πάμμαχον ἀγῶνα τὸν τῆς <milestone n="804c" unit="stephpage" xml:id="stephpage-804c"/> πολιτείας ἠθληκότα κομίζειν τὸν λόγον, ὡς μὴ πολλάκις ἀπαγορεύοντα καὶ σβεννύμενον ὑπερβάλλῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπερβάλλῃ</foreign> *: <foreign xml:lang="grc">ὑπερβάλλοι</foreign> </note> τις αὐτὸν <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l>ἅρπαξ κεκράκτης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ κράκτης</foreign> mei</note>, κυκλοβόρου φωνὴν ἔχων.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Arist. Equ. 137</note></quote> Κάτων δέ, περὶ ὧν οὐκ ἤλπιζε πείσειν τῷ προκατέχεσθαι χάρισι καὶ σπουδαῖς τὸν δῆμον ἢ τὴν βουλήν, ἔλεγε τὴν ἡμέραν ὅλην ἀναστὰς καὶ τὸν καιρὸν οὕτως ἐξέκρουε. περὶ μὲν οὖν τῆς τοῦ λόγου 
<milestone n="10" unit="tlnum"/> παρασκευῆς καὶ χρείας ἱκανὰ ταῦτα τῷ δυναμένῳ τὸ ἀκόλουθον προσεξευρίσκειν. </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent">εἰσβολαὶ δὲ καὶ ὁδοὶ δύο τῆς πολιτείας εἰσίν, ἡ μὲν ταχεῖα καὶ λαμπρὰ πρὸς δόξαν οὐ <milestone n="804d" unit="stephpage" xml:id="stephpage-804d"/> μὴν ἀκίνδυνος, ἡ δὲ πεζοτέρα καὶ βραδυτέρα τὸ <milestone n="15" unit="tlnum"/> δʼ ἀσφαλὲς ἔχουσα μᾶλλον. οἱ μὲν γὰρ εὐθὺς ὥσπερ ἐζ ἄκρας πελαγίου πράξεως ἐπιφανοῦς καὶ μεγάλης ἐχούσης δὲ τόλμαν ἄραντες ἀφῆκαν ἐπὶ τὴν πολιτείαν, ἡγούμενοι λέγειν ὀρθῶς τὸν Πίνδαρον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρον</foreign>] Olymp. 6, 4. 5</note> ὡς 
<milestone n="20" unit="tlnum"/> <quote rend="blockquote"><l> ἀρχομένου δʼ ἔργου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρχομένους ἔργου</foreign> Coraes</note> πρόσωπον </l><l>χρὴ θέμεν τηλαυγές·</l></quote> καὶ γὰρ δέχονται προθυμότερον οἱ πολλοὶ κόρῳ τινὶ καὶ πλησμονῇ τῶν συνήθων τὸν ἀρχόμενον, ὥσπερ ἀγωνιστὴν θεαταί, καὶ τὸν φθόνον ἐκπλήττουσιν <milestone n="25" unit="tlnum"/> αἱ λαμπρὰν ἔχουσαι καὶ ταχεῖαν αὔξησιν <pb xml:id="v.5.p.77"/> <milestone n="804e" unit="stephpage" xml:id="stephpage-804e"/> ἀρχαὶ καὶ δυνάμεις. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι <milestone n="5" unit="tlnum"/> διὸ πολλοὶ πρὶν ἀνθῆσαι περὶ τὸ βῆμα κατεμαράνθησαν. ὅπου δʼ, ὥσπερ ἐπὶ τοῦ Λάδα λέγουσιν, <quote rend="blockquote"><l>ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασιν,ʼ</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Anthol. 11, 86</note></quote> ἔνθα κἀστεφανοῦτο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κἀστεφανοῦτο</foreign> scripsi cum Corae, nisi quod Coraes cum versu praegresso iungebat: <foreign xml:lang="grc">καὶ στεφανοῦτο</foreign> </note> πρεσβεύων ἢ θριαμβεύων ἢ 
<milestone n="10" unit="tlnum"/> στρατηγῶν ἐπιφανῶς, οὔθʼ οἱ φθονοῦντες; οὔθʼ οἱ καταφρονοῦντες ὁμοίως ἐπὶ τοιούτων ἰσχύουσιν. οὕτω παρῆλθεν εἰς δόξαν Ἄρατος, ἀρχὴν ποιησάμενος <milestone n="804f" unit="stephpage" xml:id="stephpage-804f"/> πολιτείας τὴν Νικοκλέους τοῦ τυράννου κατάλυσιν· οὕτως Ἀλκιβιάδης, τὰ Μαντινικὰ συστήσας <milestone n="15" unit="tlnum"/> ἐπὶ Λακεδαιμονίους. Πομπήιος δὲ καὶ θριαμβεύειν ἠξίου μήπω παριὼν εἰς σύγκλητον οὐκ ἐῶντος δὲ Σύλλα, <q>πλείονες</q> ἔφη <q>τὸν ἥλιον ἀνατέλλοντα προσκυνοῦσιν ἢ δυόμενον·</q> καὶ Σύλλας ὑπεῖξε τοῦτʼ ἀκούσας. καὶ Σκιπίωνα δὲ Κορνήλιον οὐκ ἀφʼ ἧς 
<milestone n="20" unit="tlnum"/> ἔτυχεν ἀρχῆς ὁ Ῥωμαίων δῆμος ἀγορανομίαν μετερχόμενον ἐξαίφνης ὕπατον ἀπέδειξε παρὰ τὸν <milestone n="805a" unit="stephpage" xml:id="stephpage-805a"/> νόμον, ἀλλὰ θαυμάσας αὐτοῦ μειρακίου μὲν ὄντος τὴν ἐν Ἰβηρίᾳ μονομαχίαν καὶ νίκην, μικρὸν δʼ ὕστερον τὰ πρὸς Καρχηδόνι χιλιαρχοῦντος ἔργα, <milestone n="25" unit="tlnum"/> περὶ ὧν καὶ Κάτων ὁ πρεσβύτερος ἀνεφώνησεν <quote rend="blockquote"><l> οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">κ</foreign> 495</note></quote> <pb xml:id="v.5.p.78"/> νῦν οὖν ὅτε τὰ πράγματα τῶν πόλεων οὐκ ἔχει πολέμων ἡγεμονίας οὐδὲ τυραννίδων καταλύσεις οὐδὲ συμμαχικὰς πράξεις, τίνʼ ἄν τις ἀρχὴν ἐπιφανοῦς λάβοι καὶ λαμπρᾶς πολιτείας; αἱ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">aut del. <foreign xml:lang="grc">αἱ</foreign> cum R aut corrig. <foreign xml:lang="grc">καὶ αἱ πρεσβεῖαι</foreign> </note> δίκαι, τε <milestone n="5" unit="tlnum"/> λείπονται αἱ δημόσιαι καὶ πρεσβεῖαι πρὸς αὐτοκράτορα <milestone n="805b" unit="stephpage" xml:id="stephpage-805b"/> ἀνδρὸς διαπύρου καὶ θάρσος ἅμα καὶ νοῦν ἔχοντος δεόμεναι. πολλὰ δʼ ἔστι καὶ τῶν παρειμένων ἐν ταῖς πόλεσι καλῶν ἀναλαμβάνοντα καὶ τῶν ἐξ ἔθους φαύλου παραδυομένων ἐπʼ αἰσχύνῃ 
<milestone n="10" unit="tlnum"/> τινὶ τῆς πόλεως ἢ βλάβῃ μεθιστάντα πρὸς αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸν</foreign>] <foreign xml:lang="grc">αὐτὸν τὸν δῆμον</foreign>?</note> ἐπιστρέφειν. ἤδη δὲ καὶ δίκη μεγάλη καλῶς δικασθεῖσα καὶ πίστις ἐν συνηγορίᾳ πρὸς ἀντίδικον ἰσχυρὸν ὑπὲρ ἀσθενοῦς καὶ παρρησία πρὸς ἡγεμόνα μοχθηρὸν ὑπὲρ τοῦ δικαίου κατέστησεν ἐνίους εἰς <milestone n="15" unit="tlnum"/> ἀρχὴν πολιτείας ἔνδοξον. οὐκ ὀλίγοι δὲ καὶ διʼ ἔχθρας ηὐξήθησαν, ἐπιχειρήσαντες ἀνθρώποις ἐπίφθονον ἔχουσιν ἀξίωμα καὶ φοβερόν· εὐθὺς γὰρ ἡ <milestone n="805c" unit="stephpage" xml:id="stephpage-805c"/> τοῦ καταλυθέντος ἰσχὺς τῷ κρατήσαντι μετὰ βελτίονος 
<milestone n="20" unit="tlnum"/> δόξης ὑπάρχει. τὸ μὲν γὰρ ἀνδρὶ χρηστῷ καὶ διʼ ἀρετὴν πρωτεύοντι προσμάχεσθαι κατὰ φθόνον, ὡς Περικλεῖ Σιμμίας, Ἀλκμέων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλκμέων</foreign> *: <foreign xml:lang="grc">ἀλκμαίων</foreign> </note> δὲ Θεμιστοκλεῖ, Πομπηίῳ δὲ Κλώδιος, Ἐπαμεινώνδᾳ δὲ Μενεκλείδης ὁ ῥήτωρ, οὔτε πρὸς δόξαν καλὸν οὔτʼ ἄλλως συμφέρον· ὅταν γὰρ ἐξαμαρτόντες οἱ πολλοὶ <milestone n="25" unit="tlnum"/> πρὸς ἄνδρα χρηστόν, εἶθʼ ὃ γίγνεται ταχέως ἐπʼ ὀργῇ μετανοήσωσι, πρὸς τοῦτο τὴν ῥᾴστην ἀπολογίαν δικαιοτάτην νομίζουσιν, ἐπιτρῖψαι τὸν ἀναπεί <pb xml:id="v.5.p.79"/> σαντα καὶ καταρξάμενον. τὸ μέντοι φαῦλον ἄνθρωπον, ἀπονοίᾳ δὲ καὶ δεινότητι πεποιημένον ὑφʼ αὑτῷ τὴν πόλιν, οἷος ἦν Κλέων Ἀθήνησι καὶ Κλεοφῶν,, <milestone n="805d" unit="stephpage" xml:id="stephpage-805d"/> ἐπαναστάντα καθελεῖν καὶ ταπεινῶσαι λαμπρὰν <milestone n="5" unit="tlnum"/> ποιεῖται τὴν πάροδον ὥσπερ δράματος τῆς πολιτείας. οὐκ ἀγνοῶ δʼ ὅτι καὶ βουλήν τινες ἐπαχθῆ καὶ ὀλιγαρχικὴν κολούσαντες, ὥσπερ Ἐφιάλτης Ἀθήνησι καὶ Φορμίων παρʼ Ἠλείοις, δύναμιν ἅμα καὶ δόξαν ἔσχον· ἀλλὰ μέγας ἀρχομένῳ πολιτείας οὗτος ὁ κίνδυνός 
<milestone n="10" unit="tlnum"/> ἐστι. διὸ καὶ βελτίονα Σόλων ἔλαβεν ἀρχήν, διεστώσης ἐς τρία μέρη τῆς πόλεως, τὸ τῶν Διακρίων <milestone n="805e" unit="stephpage" xml:id="stephpage-805e"/> λεγομένων καὶ τὸ τῶν Πεδιέων καὶ τὸ τῶν Παραλίων οὐδενὶ γὰρ ἐμμίξας ἑαυτόν, ἀλλὰ κοινὸς ὢν πᾶσι καὶ πάντα λέγων καὶ πράττων πρὸς ὁμόνοιαν <milestone n="15" unit="tlnum"/> ᾑρέθη νομοθέτης ἐπὶ τὰς διαλύσεις καὶ κατέστησεν οὕτω τὴν ἀρχήν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρχὴν</foreign>] <foreign xml:lang="grc">ταραχήν</foreign> Emperius</note>. ἡ μὲν οὖν ἐπιφανεστέρα πάροδος εἰς τὴν πολιτείαν τοσαύτας ἔχει καὶ τοιαύτας ἀρχάς.</p></div></div></body></text></TEI>