οὐ μὴν ἀμελητέον γε διὰ τοῦτο τῆς περὶ τὸν λόγον χάριτος καὶ δυνάμεως ἐν ἀρετῇ θεμένους τὸ σύμπαν, ἀλλὰ τὴν ῥητορικὴν νομίσαντας M: νομίσαντες εἶναι μὴ δημιουργὸν ἀλλά τοι ἀλλά τοι ] ἀλλά του ? συνεργὸν εἶναι πειθοῦς, ἐπανορθωτέον τὸ τοῦ Μενάνδρου τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος· Kock. 3 p. 135 καὶ γὰρ ὁ τρόπος καὶ ὁ λόγος ὁ τρόπος καὶ ὁ λόγος ] οἶος ὁ τρόπος τοιοῦτος καὶ ὁ λόγος Wilamowitzius. Satis est οἶος ὁ τρόπος καὶ ὁ λόγος εἰ μὴ νὴ Δία φήσει τις, ὡς τὸν κυβερνήτην ἄγειν ἄγειν κἑ ] similem syntaxin vid. p. 296f. τὸ πλοῖον οὐ τὸ πηδάλιον, καὶ τὸν ἱππέα στρέφειν τὸν ἵππον οὐ τὸν χαλινόν, οὕτω πόλιν πείθειν οὐ λόγῳ, ἀλλὰ τρόπῳ χρωμένην ὥσπερ οἴακι καὶ χαλινῷ τὴν πολιτικὴν ἀρετήν, ὅπερ εὐστροφώτατον ζῷον, ὥς φησι Πλάτων Πλάτων ] Criti. p. 109c , οἷον ἐκ πρύμνης ἁπτομένην καὶ κατευθύνουσαν. ὅπου γὰρ οἱ μεγάλοι βασιλεῖς ἐκεῖνοι καὶ διογενεῖς, ὡς Ὅμηρός φησιν, ἁλουργίσι καὶ σκήπτροις καὶ δορυφόροις καὶ θεῶν χρησμοῖς ἐξογκοῦσιν ἐξογκοῦντες supra scriptum in V 3 (ut corr. R) ἑαυτούς, καὶ δουλούμενοι τῇ σεμνότητι τοὺς πολλοὺς ὡς κρείττονες, ὅμως ἐβούλοντο μύθων ῥητῆρες εἶναι καὶ οὐκ ἠμέλουν τῆς τοῦ λέγειν χάριτος οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν Hom. I 441 οὐδὲ Διὸς Βουλαίου μόνον μόνον Benselerus: μόνου ἔχρῃζον οὐδʼ Ἄρεος Ἐνυαλίου καὶ Στρατίας Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν Καλλιόπην παρεκάλουν ἣ δὴ δὴ ] γὰρ καὶ Hesiodus βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ Hes. Theog. 80 πραΰνουσα πειθοῖ καὶ κατᾴδουσα καταδοῦσα ( καταδέουσα W) *: καταιδοῦσα τῶν δήμων τὸ αὔθαδες καὶ βίαιον· ἦ που δυνατὸν ἄνθρωπον ἰδιώτην ἐξ ἱματίου καὶ σχήματος δημοτικοῦ πόλιν ἄγειν βουλόμενον ἐξισχῦσαι καὶ κρατῆσαι τῶν πολλῶν, εἰ μὴ λόγον ἔχοι συμπείθοντα καὶ προσαγόμενον; οἱ μὲν οὖν τὰ πλοῖα κυβερνῶντες ἑτέροις χρῶνται κελευσταῖς, ὁ δὲ πολιτικὸς ἐν ἑαυτῷ μὲν ὀφείλει τὸν κυβερνῶντα νοῦν ἔχειν ἐν ἑαυτῷ δὲ τὸν ἐγκελευόμενον λόγον, ὅπως μὴ δέηται φωνῆς ἀλλοτρίας μηδʼ ὥσπερ Ἰφικράτης ὑπὸ τῶν περὶ Ἀριστοφῶντα καταρρητορευόμενος λέγῃ βελτίων μὲν ὁ τῶν ἀντιδίκων ὑποκριτὴς δρᾶμα δὲ τοὐμὸν ἄμεινον μηδὲ πολλάκις δέηται τῶν Εὐριπιδείων ἐκείνων εἴθʼ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν· Nauck. p. 678 καὶ φεῦ φεῦ, τὸ μὴ τὰ πράγματʼ ἀνθρώποις ἔχειν id. 494 φωνήν, ἵνʼ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν. ταῦτα μὲν γὰρ ἴσως Ἀλκαμένει καὶ Νησιώτῃ καὶ Ἰκτίνῳ καὶ πᾶσι τοῖς βαναύσοις καὶ χειρώναξι τὸ δύνασθαι λέγειν ἀπομνυμένοις δοτέον ἀποδιδράσκειν· ὥσπερ Ἀθήνησιν ἀρχιτεκτόνων ποτὲ δυεῖν ἐξεταζομένων πρὸς δημόσιον ἔργον ὁ μὲν αἱμύλος καὶ κομψὸς εἰπεῖν λόγον τινὰ διελθὼν περὶ· τῆς κατασκευῆς μεμελετημένον ἐκίνησε τὸν δῆμον, ὁ δὲ βελτίων τῇ τέχνῃ λέγειν δʼ ἀδύνατος, παρελθὼν εἰς μέσον εἶπεν ἄνδρες Ἀθηναῖοι, ὡς οὗτος εἴρηκεν, ἐγὼ ποιήσω τὴν γὰρ Ἐργάνην οὗτοι μόνον θεραπεύουσιν, ὥς φησι Σοφοκλῆς Σοφοκλῆς ] Nauck. p. 309 , οἱ παρʼ ἄκμονι τυπάδι βαρείᾳ καὶ πληγαῖς ὑπακούουσαν ὕλην ἄψυχον δημιουργοῦντες· ὁ δὲ τῆς Πολιάδος Ἀθηνᾶς καὶ τῆς Βουλαίας Θέμιδος ἣ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει Hom. β 69 προφήτης, ἑνὶ χρώμενος ὀργάνῳ τῷ λόγῳ τὰ μὲν πλάττων καὶ συναρμόττων, τὰ δʼ ἀντιστατοῦντα πρὸς τὸ ἔργον ὥσπερ ὄζους τινὰς ἐν ξύλῳ καὶ διπλόας cf. Plat. Sophist. p. 267e ἐν σιδήρῳ μαλάσσων καὶ καταλεαίνων, κοσμεῖ τὴν πόλιν. διὰ τοῦτʼ ἦν ἡ ἦν ἡ *: ἡ κατὰ Περικλέα πολιτεία, λόγῳ μέν ὥς φησι Θουκυδίδης Θουκυδίδης ] 2, 65, 8 δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχὴ διὰ τὴν τοῦ λόγου δύναμιν. ἐπεὶ καὶ Κίμων ἀγαθὸς ἦν καὶ Ἐφιάλτης καὶ Θουκυδίδης, ἀλλʼ ἐρωτηθεὶς οὗτος ὑπʼ Ἀρχιδάμου τοῦ τοῦ * βασιλέως τῶν Σπαρτιατῶν πότερον αὐτὸς ἢ Περικλῆς παλαίει βέλτιον οὐκ ἂν εἰδείη τις εἶπεν· ὅταν γὰρ ἐγὼ καταβάλω παλαίων, ἐκεῖνος λέγων μὴ πεπτωκέναι, νικᾷ καὶ πείθει τοὺς θεωμένους. τοῦτο δʼ οὐκ αὐτῷ μόνον μόνον Benselerus: μόνῳ ἐκείνῳ δόξαν ἀλλὰ καὶ τῇ πόλει σωτηρίαν ἔφερε· πειθομένη γὰρ αὐτῷ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἔσῳζε, τῶν δʼ ἐκτὸς ἀπείχετο. Νικίας δὲ τὴν αὐτὴν προαίρεσιν ἔχων, πειθοῦς δὲ τοιαύτης ἐνδεὴς ὢν καὶ καθάπερ ἀμβλεῖ χαλινῷ τῷ λόγῳ πειρώμενος ἀποστρέφειν τὸν δῆμον, οὐ κατέσχεν οὐδʼ ἐκράτησεν, ἀλλʼ ᾤχετο βίᾳ φερόμενος εἰς Σικελίαν καὶ συνεκτραχηλιζόμενος. τὸν μὲν οὖν λύκον οὔ φασι τῶν ὤτων κρατεῖν, δῆμον δὲ καὶ πόλιν ἐκ τῶν ὤτων ἄγειν δεῖ μά λιστα, μή, καθάπερ ἔνιοι τῶν ἀγυμνάστων περὶ λόγον λαβὰς ἀμούσους καὶ ἀτέχνους ζητοῦντες ἐν τοῖς πολλοῖς τῆς γαστρὸς ἕλκουσιν εὐωχοῦντες ἢ τοῦ βαλλαντίου διδόντες, ἢ πυρρίχας τινὰς ἢ μονομάχων θεάματα παρασκευάζοντες ἀεὶ δημαγωγοῦσι, μᾶλλον δὲ δημοκοποῦσι. δημαγωγία γὰρ ἡ διὰ λόγου πειθομένων ἐστίν, αἱ δὲ τοιαῦται τιθασεύσεις τῶν ὄχλων οὐδὲν ἀλόγων ζῴων ἄγρας καὶ βουκολήσεως διαφέρουσιν. ὁ μέντοι λόγος ἔστω τοῦ πολιτικοῦ μήτε νεαρὸς καὶ θεατρικός, ὥσπερ πανηγυρίζοντος καὶ στεφανηπλοκοῦντος ἐξ ἁπαλῶν καὶ ἀνθηρῶν ὀνομάτων μήτʼ αὖ πάλιν, ὡς ὁ Πυθέας τὸν Δημοσθένους ἔλεγεν, ἐλλυχνίων ὄζων ὄζων M: ὅζειν καὶ σοφιστικῆς περιεργίας ἐνθυμήμασι πικροῖς πικρὸς R καὶ περιόδοις πρὸς κανόνα καὶ διαβήτην ἀπηκριβωμέναις ἀπηκριβωμένοις cod. Palat. fortasse rectius; an ἀπηκριβωμένος ? · ἀλλʼ ὥσπερ οἱ μουσικοὶ τὴν θίξιν ἀξιοῦσι τῶν χορδῶν ἠθικὴν καταφαίνεσθαι μὴ κρουστικήν, οὕτω τῷ λόγῳ τοῦ πολιτευομένου καὶ συμβουλεύοντος καὶ ἄρχοντος ἐπιφαινέσθω μὴ δεινότης μηδὲ πανουργία, μηδʼ εἰς ἔπαινον αὐτοῦ τιθέσθω τὸ ἑκτικῶς ἢ τεχνικῶς ἢ διαιρετικῶς, ἀλλʼ ἤθους ἀπλάστου καὶ φρονήματος ἀληθινοῦ καὶ παρρησίας πατρικῆς καὶ προνοίας καὶ συνέσεως κηδομένης ὁ λόγος ἔστω μεστός, ἐπὶ τῷ καλῷ τὸ κεχαρισμένον ἔχων καὶ ἀγωγὸν ἔκ τε σεμνῶν ὀνομάτων καὶ νοημάτων ἰδίων ἰδίων ] ἡδέων R καὶ πιθανῶν. δέχεται δʼ ὁ πολιτικὸς λόγος δικανικοῦ τοῦ δικανικοῦ Emperius μᾶλλον καὶ γνωμολογίας καὶ ἱστορίας καὶ μύθους καὶ μεταφοράς, αἷς μάλιστα κινοῦσιν οἱ χρώμενοι μετρίως καὶ κατὰ καιρόν· ὡς ὁ εἰπὼν μὴ ποιήσητε ἑτερόφθαλμον τὴν Ἑλλάδα cf. Aristot. p. 1411, 4 καὶ Δημάδης Δημάδης ] cf. Vit. Phoc. c. 1 τὰ ναυάγια λέγων πολιτεύεσθαι τῆς πόλεως, καὶ Ἀρχίλοχος μηδʼ ὁ Ταντάλου λίθος Bergk. 2 p. 396 τῆσδʼ ὑπὲρ νήσου κρεμάσθω καὶ Περικλῆς τὴν λήμην τοῦ Πειραιῶς ἀφελεῖν cf. Vit. Per. c. 8 κελεύων· καὶ Φωκίων ἐπὶ τῆς Λεωσθένους νίκης cf. Vit. Phoc. c. 23 καλὸν τὸ στάδιον εἶναι, δεδιέναι δὲ τοῦ πολέμου τὸν δόλιχον. καθόλου δʼ ὁ μὲν ὄγκος καὶ τὸ μέγεθος τῷ πολιτικῷ μᾶλλον ἁρμόττει, παράδειγμα δʼ οἵ τε Φιλιππικοὶ καὶ τῶν Θουκυδίδου Θουκυδίδου ] 1, 86. 2, 72, 60 δημηγοριῶν ἡ Σθενελαΐδα τοῦ Ἐφόρου καὶ Ἀρχιδάμου τοῦ βασιλέως ἐν Πλαταιαῖς καὶ Περικλέους ἡ μετὰ τὸν λοιμόν· ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας. Nauck. p. 441 vs. 22