<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="31" subtype="section" type="textpart"><p rend="indent">ἂν δʼ τὰ τῆς οὐσίας μέτρια καὶ κέντρῳ καὶ διαστήματι περιγραφόμενα πρὸς τὴν χρείαν, <milestone n="5" unit="tlnum"/> οὔτʼ ἀγεννὲς οὔτε ταπεινὸν οὐδέν ἐστι πενίαν ὁμολογοῦντα ταῖς τῶν ἐχόντων ἐξίστασθαι φιλοτιμίαις, καὶ μὴ δανειζόμενον οἰκτρὸν ἅμα καὶ καταγέλαστον εἶναι περὶ τὰς λειτουργίας· οὐ γὰρ λανθάνουσιν ἐξασθενοῦντες ἢ φίλοις ἐνοχλοῦντες ἢ θωπεύοντες 
<milestone n="10" unit="tlnum"/> δανειστάς, ὥστε μὴ δόξαν αὐτοῖς μηδʼ ἰσχὺν ἀλλὰ μᾶλλον αἰσχύνην καὶ καταφρόνησιν ἀπὸ τῶν τοιούτων <milestone n="822e" unit="stephpage" xml:id="stephpage-822e"/> ἀναλωμάτων ὑπάρχειν. διὸ χρήσιμον ἀεὶ πρὸς τὰ, τοιαῦτα μεμνῆσθαι τοῦ Λαμάχου καὶ τοῦ Φωκίωνος· οὗτος μὲν γάρ, ἀξιούντων αὐτὸν ἐν θυσίᾳ <milestone n="15" unit="tlnum"/> τῶν Ἀθηναίων ἐπιδοῦναι καὶ κροτούντων πολλάκις <q>αἰσχυνοίμην ἄν</q> εἶπεν <q>ὑμῖν μὲν ἐπιδιδοὺς Καλλικλεῖ δὲ τούτῳ μὴ ἀποδιδούς,</q> δείξας τὸν δανειστήν. Λάμαχος δʼ ἐν τοῖς τῆς στρατηγίας ἀεὶ προσέγραφεν ἀπολογισμοῖς ἀργύριον εἰς κρηπῖδας αὑτῷ 
<milestone n="20" unit="tlnum"/> καὶ ἱμάτιον· Ἕρμωνι δὲ Θεσσαλοὶ φεύγοντι τὴν ἀρχὴν ὑπὸ πενίας ἐψηφίσαντο λάγυνον οἴνου κατὰ μῆνα διδόναι καὶ μέδιμνον ἀλφίτων ἀφʼ ἑκάστης τετράδος. οὕτως οὔτʼ ἀγεννές ἐστι πενίαν ὁμολογεῖν, <milestone n="822f" unit="stephpage" xml:id="stephpage-822f"/> οὔτε λείπονται πρὸς δύναμιν ἐν πόλεσι τῶν ἑστιώντων <milestone n="25" unit="tlnum"/> καὶ χορηγούντων οἱ πένητες, ἂν παρρησίαν ἀπʼ ἀρετῆς καὶ πίστιν ἔχωσι. δεῖ δὴ μάλιστα κρατεῖν ἑαυτῶν ἐν τοῖς τοιούτοις καὶ μήτʼ εἰς πεδία καταβαίνειν πεζὸν ἱππεῦσι μαχούμενον μήτʼ ἐπὶ στάδια <pb xml:id="v.5.p.122"/> δόξης καὶ δυναστείας διαγωνιζόμενον ἀλλʼ ἀπʼ ἀρετῆς καὶ φρονήματος ἀεὶ μετὰ λόγου πειρωμένοις ἄγειν τὴν πόλιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλ’ ἀπ’ ἀρετῆς καὶ φρονήματος ἀμεταβόλου πειθοῦς ἡνίοις</foreign> (vel <foreign xml:lang="grc">ἡνίαις</foreign>) <foreign xml:lang="grc">ἄγειν τὴν πόλιν</foreign> Madvigius. Sed <foreign xml:lang="grc">πειρωμένοις</foreign> iung. cum <foreign xml:lang="grc">διαγωνιζόμενον</foreign> ac nihil nisi corrig. <foreign xml:lang="grc">ἀλλ</foreign>[<foreign xml:lang="grc">Ὰ τοῖς</foreign>] <foreign xml:lang="grc">Ἀπ’ ἀρετῆς καὶ φρον. ἀεὶ μετὰ λόγου</foreign> (aut <foreign xml:lang="grc">ἀμεταβόλου</foreign>) <foreign xml:lang="grc">πειρωμένοις</foreign> cett.</note>, οἷς οὐ μόνον τὸ καλὸν καὶ τὸ <milestone n="823a" unit="stephpage" xml:id="stephpage-823a"/> σεμνὸν ἀλλὰ καὶ τὸ κεχαρισμένον καὶ ἀγωγὸν <milestone n="5" unit="tlnum"/> ἔνεστι <q>Κροισείων αἱρετώτερον στατήρων,</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Polluc. 3, 87. 9, 84 et Pape lexicon in. v. <foreign xml:lang="grc">Κροῖσος</foreign>. Sed fort. <foreign xml:lang="grc">ἐρατώτερον</foreign> aut <foreign xml:lang="grc">αἱρετώτερον</foreign> Plutarchi verbum est</note> οὐ γὰρ αὐθάδης οὐδʼ ἐπαχθὴς ὁ χρηστὸς οὐδʼ αὐθέκαστός ἐστιν ὁ σώφρων ἀνὴρ καὶ <quote rend="blockquote"><l> στείχει πολίταις ὄμμʼ ἔχων ἰδεῖν πικρόν</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 919</note></quote> ἀλλὰ πρῶτον μὲν εὐπροσήγορος καὶ κοινὸς ὢν πελάσαι 
<milestone n="10" unit="tlnum"/> καὶ προσελθεῖν ἅπασιν, οἰκίαν τε παρέχων ἄκλειστον ὡς λιμένα φύξιμον ἀεὶ τοῖς χρῄζουσι, καὶ τὸ κηδεμονικὸν καὶ φιλάνθρωπον οὐ χρείαις οὐδὲ πράξεσι μόνον ἀλλὰ καὶ τῷ συναλγεῖν πταίουσι <milestone n="823b" unit="stephpage" xml:id="stephpage-823b"/> καὶ κατορθοῦσι συγχαίρειν ἐπιδεικνύμενος οὐδαμῆ <milestone n="15" unit="tlnum"/> δὲ λυπηρὸς οὐδʼ ἐνοχλῶν οἰκετῶν πλήθει περὶ λουτρὸν ἢ καταλήψεσι τόπων ἐν θεάτροις οὐδὲ τοῖς εἰς τρυφὴν καὶ πολυτέλειαν ἐπιφθόνοις παράσημος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιφθόνοις παρασήμοις</foreign> R. Malim <foreign xml:lang="grc">ἐπιφθόνοις παρασήμων</foreign>, nam optimi exhibent <foreign xml:lang="grc">παράσιμον</foreign> vel <foreign xml:lang="grc">παράσημον</foreign> </note>· ἀλλʼ ἴσος καὶ ὁμαλὸς ἐσθῆτι καὶ διαίτῃ καὶ τροφαῖς παίδων καὶ θεραπείᾳ γυναικός, οἷον ὁμοδημεῖν καὶ 
<milestone n="20" unit="tlnum"/> συνανθρωπεῖν τοῖς πολλοῖς βουλόμενος. ἔπειτα σύμβουλον εὔνουν καὶ συνήγορον ἄμισθον καὶ <pb xml:id="v.5.p.123"/> διαλλακτὴν εὐμενῆ πρὸς γυναῖκας ἀνδρῶν καὶ φίλων πρὸς ἀλλήλους παρέχων ἑαυτὸν οὐ μικρὸν ἡμέρας μέρος ἐπὶ τοῦ βήματος ἢ τοῦ λογείου πολιτευόμενος, εἶτʼ ἤδη πάντα τὸν ἄλλον βίον <milestone n="5" unit="tlnum"/> <milestone n="823c" unit="stephpage" xml:id="stephpage-823c"/> <quote rend="blockquote"><l>ἕλκων ἐφʼ αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτὸν</foreign> M: <foreign xml:lang="grc">ἑαυτὸν</foreign> </note> ὥστε καικίας νέφη</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 853. Kock. 3 p. 612</note></quote> τὰς χρείας καὶ τὰς οἰκονομίας πανταχόθεν ἀλλὰ δημοσιεύων ἀεὶ ταῖς φροντίσι, καὶ τὴν πολιτείαν βίον καὶ πρᾶξιν οὐκ ἀσχολίαν ὥσπερ οἱ πολλοὶ καὶ λειτουργίαν ἡγούμενος, πᾶσι τούτοις καὶ τοῖς τοιούτοις 
<milestone n="10" unit="tlnum"/> ἐπιστρέφει καὶ προσάγεται τοὺς πολλούς, νόθα καὶ κίβδηλα τὰ τῶν ἄλλων θωπεύματα καὶ δελεάσματα πρὸς τὴν τούτου κηδεμονίαν καὶ φρόνησιν ὁρῶντας. οἱ μὲν γὰρ Δημητρίου κόλακες οὐκ ἠξίουν βασιλεῖς τοὺς ἄλλους προσαγορεύειν, ἀλλὰ τὸν μὲν <milestone n="15" unit="tlnum"/>Σέλευκον ἐλεφαντάρχην τὸν δὲ Λυσίμαχον γαζοφύλακα <milestone n="823d" unit="stephpage" xml:id="stephpage-823d"/> τὸν δὲ Πτολεμαῖον ναύαρχον ἐκάλουν, τὸν δʼ Ἀγαθοκλέα νησιάρχην· οἱ δὲ πολλοί, κἂν ἐν ἀρχῇ τὸν ἀγαθὸν καὶ φρόνιμον ἀπορρίψωσιν, ὕστερον καταμανθάνοντες τὴν ἀλήθειαν αὐτοῦ καὶ τὸ ἦθος 
<milestone n="20" unit="tlnum"/> τοῦτον ἡγοῦνται μόνον πολιτικὸν καὶ δημοτικὸν καὶ ἄρχοντα, τῶν δʼ ἄλλων τὸν μὲν χορηγὸν τὸν δʼ ἑστιάτορα τὸν δὲ γυμνασίαρχον καὶ νομίζουσι καὶ καλοῦσιν. εἶθʼ ὥσπερ ἐν τοῖς συμποσίοις; Καλλίου δαπανῶντος ἢ Ἀλκιβιάδου, Σωκράτης ἀκούεται καὶ <milestone n="25" unit="tlnum"/> πρὸς Σωκράτην πάντες ἀποβλέπουσιν, οὕτως ἐν ταῖς <milestone n="823e" unit="stephpage" xml:id="stephpage-823e"/> ὑγιαινούσαις πόλεσιν Ἰσμηνίας μὲν ἐπιδίδωσι καὶ δειπνίζει Λίχας καὶ χορηγεῖ Νικήρατος, <pb xml:id="v.5.p.124"/> Ἐπαμεινώνδας δὲ καὶ Ἀριστείδης καὶ Λύσανδρος καὶ ἄρχουσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἄρχουσι</foreign>] <foreign xml:lang="grc">ἄρχουσι</foreign> R. Fort. excidit aliquid</note> καὶ πολιτεύονται καὶ στρατηγοῦσι. πρὸς ἃ χρὴ βλέποντα μὴ ταπεινοῦσθαι μηδʼ ἐκπεπλῆχθαι τὴν ἐκ θεάτρων καὶ ὀπτανείων καὶ πολυανδρίων προσισταμένην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσγενομένην τοῖς ὀχλαγωγοῖς</foreign> W. Praestat vulgata</note> <milestone n="5" unit="tlnum"/> τοῖς ὄχλοις δόξαν, ὡς ὀλίγον χρόνον ἐπιζῶσαν καὶ τοῖς μονομάχοις καὶ ταῖς σκηναῖς ὁμοῦ συνδιαλυομένην, ἔντιμον δὲ μηδὲν μηδὲ σεμνὸν ἔχουσαν. <milestone n="823f" unit="stephpage" xml:id="stephpage-823f"/> </p></div><div n="32" subtype="section" type="textpart"><p rend="indent">οἱ μὲν οὖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign>] om. mei</note> ἔμπειροι θεραπείας καὶ τροφῆς 
<milestone n="10" unit="tlnum"/> μελιττῶν τὸν μάλιστα βομβοῦντα τῶν σίμβλων καὶ θορύβου μεστὸν τοῦτον εὐθηνεῖν καὶ ὑγιαίνειν νομίζουσιν ᾧ δὲ τοῦ λογικοῦ καὶ πολιτικοῦ σμήνους ἐπιμέλειαν ἔχειν ὁ θεὸς ἔδωκεν, ἡσυχίᾳ μάλιστα καὶ πραότητι δήμου τεκμαιρόμενος εὐδαιμονίαν τὰ <milestone n="15" unit="tlnum"/> μὲν ἄλλα τοῦ Σόλωνος ἀποδέξεται καὶ· μιμήσεται κατὰ δύναμιν, ἀπορήσει δὲ καὶ θαυμάσει τί παθὼν ἐκεῖνος ὁ ἀνὴρ ἔγραψεν ἄτιμον εἶναι τὸν ἐν στάσει <milestone n="824a" unit="stephpage" xml:id="stephpage-824a"/> πόλεως μηδετέροις προσθέμενον. οὔτε γὰρ σώματι νοσοῦντι γίγνεται μεταβολῆς ἀρχὴ πρὸς τὸ ὑγιαίνειν 
<milestone n="20" unit="tlnum"/> ἀπὸ τῶν συννοσούντων μερῶν, ἀλλʼ ὅταν ἡ παρὰ τοῖς ἐρρωμένοις ἰσχύσασα κρᾶσις ἐκστήσῃ τὸ παρὰ φύσιν· ἔν τε δήμῳ στασιάσαντι μὴ δεινὴν μηδʼ ὀλέθριον στάσιν ἀλλὰ παυσομένην ποτὲ δεῖ τὸ ἀπαθὲς καὶ τὸ ὑγιαῖνον ἐγκεκρᾶσθαι πολὺ καὶ <milestone n="25" unit="tlnum"/> παραμένειν καὶ συνοικεῖν· ἐπιρρεῖ γὰρ τούτῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τούτῳ</foreign>] <foreign xml:lang="grc">οὕτω</foreign> M</note> τὸ οἰκεῖον ἐκ τῶν σωφρονούντων καὶ δίεισι διὰ τοῦ <pb xml:id="v.5.p.125"/> νενοσηκότος αἱ δὲ διʼ ὅλων ἀναταραχθεῖσαι πόλεις κομιδῇ διεφθάρησαν, ἂν μή τινος ἀνάγκης ἔξωθεν <milestone n="824b" unit="stephpage" xml:id="stephpage-824b"/> τυχοῦσαι καὶ κολάσεως ὑπὸ κακῶν βίᾳ σωφρονήσωσιν. οὐ μὴν ἀναίσθητον οὐδʼ ἀνάλγητον ἐν στάσει <milestone n="5" unit="tlnum"/> καθῆσθαι προσήκει τὴν περὶ αὑτὸν ἀταραξίαν ὑμνοῦντα καὶ τὸν ἀπράγμονα καὶ μακάριον βίον, ἐν ἑτέροις ἐπιτερπόμενον ἀγνωμονοῦσιν ἀλλʼ ἐνταῦθα δεῖ μάλιστα τὸν Θηραμένους κόθορνον ὑποδούμενον ἀμφοτέροις ὁμιλεῖν καὶ μηδετέροις προστίθεσθαι 
<milestone n="10" unit="tlnum"/> δόξεις γὰρ οὐχὶ τῷ μὴ συναδικεῖν ἀλλότριος ἀλλὰ τῷ βοηθεῖν κοινὸς εἶναι πάντων καὶ τὸ μὴ συνατυχεῖν οὐχ ἕξει φθόνον, ἂν πᾶσι φαίνῃ συναλγῶν ὁμοίως. κράτιστον δὲ προνοεῖν, <milestone n="824c" unit="stephpage" xml:id="stephpage-824c"/> ὅπως μηδέποτε στασιάζωσι, καὶ τοῦτο τῆς πολιτικῆς <milestone n="15" unit="tlnum"/> ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥσπερ</foreign>] add. <foreign xml:lang="grc">πέρας</foreign> Madvigius; nihil opus</note> τέχνης μέγιστον ἡγεῖσθαι καὶ κάλλιστον. ὅρα γάρ, ὅτι τῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι τῶν</foreign>] <foreign xml:lang="grc">ὄντων</foreign> R. Malim <foreign xml:lang="grc">ὅτι τῶν μεγίστων ἀγαθῶν ὄντων</foreign> </note> μεγίστων ἀγαθῶν ταῖς πόλεσιν, εἰρήνης ἐλευθερίας εὐετηρίας εὐανδρίας ὁμονοίας, πρὸς μὲν εἰρήνην οὐδὲν οἱ δῆμοι τῶν πολιτικῶν ἔν γε τῷ παρόντι χρόνῳ δέονται πέφευγε γὰρ ἐξ ἡμῶν 
<milestone n="20" unit="tlnum"/> καὶ ἠφάνισται πᾶς μὲν Ἕλλην πᾶς δὲ βάρβαρος πόλεμος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πᾶς μὲν Ἑλλην πᾶς δὲ βάρβαρος πόλεμος</foreign>] cf. Thuc. 2, 36: <foreign xml:lang="grc">βάρβαρον ἢ Ἑλληνα πόλεμον ἐπιόντα</foreign>, sed Thucyd. interpretes locum Plutarcheum neglexerunt</note>· ἐλευθερίας δʼ ὅσον οἱ κρατοῦντες νέμουσι τοῖς δήμοις μέτεστι καὶ τὸ πλέον ἴσως οὐκ ἄμεινον· εὐφορίαν δὲ γῆς ἄφθονον εὐμενῆ τε κρᾶσιν ὡρῶν καὶ τίκτειν γυναῖκας <q>ἐοικότα τέκνα γονεῦσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hes. OD 233</note> <pb xml:id="v.5.p.126"/></q> <milestone n="824d" unit="stephpage" xml:id="stephpage-824d"/> καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> add. R</note> σωτηρίαν τοῖς γεννωμένοις εὐχόμενος ὅ γε σώφρων αἰτήσεται παρὰ θεῶν τοῖς ἑαυτοῦ πολίταις. λείπεται δὴ τῷ πολιτικῷ μόνον ἐκ τῶν ὑποκειμένων ἔργων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔργον</foreign> Coraes</note>, ὃ μηδενὸς ἔλαττόν ἐστι τῶν ἀγαθῶν, <milestone n="5" unit="tlnum"/> ὁμόνοιαν ἐμποιεῖν καὶ φιλίαν ἀεὶ τοῖς συνοικοῦσιν, ἔριδας δὲ καὶ διχοφροσύνας καὶ δυσμένειαν ἐξαιρεῖν ἅπασαν, ὥσπερ ἐν φίλων διαφοραῖς, τὸ μᾶλλον οἰόμενον ἀδικεῖσθαι μέρος ἐξομιλοῦντα πρότερον καὶ συναδικεῖσθαι δοκοῦντα καὶ συναγανακτεῖν, εἶθʼ 
<milestone n="10" unit="tlnum"/> οὕτως ἐπιχειροῦντα πραΰνειν καὶ διδάσκειν ὅτι τῶν βιάζεσθαι καὶ νικᾶν ἐριζόντων · οἱ παρέντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρέντες</foreign> X: <foreign xml:lang="grc">παρόντες</foreign>. Sed malim <foreign xml:lang="grc">παριέντες</foreign> </note> οὐκ <milestone n="824e" unit="stephpage" xml:id="stephpage-824e"/> ἐπιεικείᾳ καὶ ἤθει μόνον ἀλλὰ καὶ φρονήματι καὶ μεγέθει ψυχῆς διαφέρουσι, καὶ μικρὸν ὑφιέμενοι νικῶσιν ἐν τοῖς καλλίστοις καὶ μεγίστοις· ἔπειτα <milestone n="15" unit="tlnum"/> καὶ καθʼ ἕνα καὶ κοινῇ διδάσκοντα καὶ φράζοντα τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἀσθένειαν, ἧς ἓν ἀπολαῦσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἓν ἀπολαῦσαι</foreign> Madvigius: <foreign xml:lang="grc">ἐναπολαῦσαι</foreign> </note> ἄμεινόν ἐστι τοῖς εὖ φρονοῦσι, μεθʼ ἡσυχίας καὶ ὁμονοίας καταβιῶναι, μηδὲν ἐν μέσῳ τῆς τύχης ἆθλον ὑπολελοιπυίας. τίς γὰρ ἡγεμονία, 
<milestone n="20" unit="tlnum"/> τίς δόξα τοῖς περιγενομένοις; ποία δύναμις, ἣν μικρὸν ἀνθυπάτου διάταγμα κατέλυσεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ κατέλυσεν</foreign> W</note> ἢ μετέστησεν <milestone n="824f" unit="stephpage" xml:id="stephpage-824f"/> εἰς ἄλλον, οὐδὲν οὐδʼ ἂν παραμένῃ σπουδῆς ἄξιον ἔχουσαν; ἐπεὶ δέ, ὥσπερ ἐμπρησμὸς οὐ πολλάκις ἐκ τόπων ἱερῶν ἄρχεται καὶ δημοσίων, ἀλλὰ <milestone n="25" unit="tlnum"/> λύχνος τις ἐν οἰκίᾳ παραμεληθεὶς ἢ συρφετὸς διακαεὶς ἀνῆκε φλόγα πολλὴν καὶ δημοσίαν φθορὰν <pb xml:id="v.5.p.127"/> ἀπεργασαμένην, οὕτως οὐκ ἀεὶ στάσιν πόλεως αἱ <milestone n="825a" unit="stephpage" xml:id="stephpage-825a"/> περὶ τὰ κοινὰ φιλονεικίαι διακάουσιν, ἀλλὰ πολλάκις ἐκ πραγμάτων καὶ προσκρουμάτων ἰδίων εἰς δημόσιον αἱ διαφοραὶ προελθοῦσαι συνετάραξαν <milestone n="5" unit="tlnum"/> ἅπασαν τὴν πόλιν· οὐδενὸς ἧττον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ab <foreign xml:lang="grc">οὐδενὸς ἧττον</foreign> incipit apodosis</note> τῷ πολιτικῷ προσήκει ταῦτʼ ἰᾶσθαι καὶ προκαταλαμβάνειν, ὅπως τὰ μὲν οὐδʼ ὅλως ἔσται τὰ δὲ παύσεται ταχέως, τὰ δʼ οὐ λήψεται μέγεθος οὐδʼ ἅψεται τῶν δημοσίων, ἀλλʼ ἐν αὐτοῖς μενεῖ τοῖς διαφερομένοις, αὐτόν τε προσέχοντα 
<milestone n="10" unit="tlnum"/> καὶ φράζοντα τοῖς ἄλλοις, ὡς ἴδια κοινῶν καὶ μικρὰ μεγάλων αἴτια καθίσταται παροφθέντα καὶ μὴ τυχόντα θεραπείας ἐν ἀρχῇ μηδὲ παρηγορίας· <milestone n="825b" unit="stephpage" xml:id="stephpage-825b"/>οἷον ἐν Δελφοῖς ὁ μέγιστος λέγεται γενέσθαι νεωτερισμὸς ὑπὸ Κράτητος, οὗ μέλλων θυγατέρα <milestone n="15" unit="tlnum"/> γαμεῖν Ὀρσίλαος ὁ Φάλιδος, εἶτα, τοῦ κρατῆρος αὐτομάτως ἐπὶ ταῖς σπονδαῖς μέσου ῥαγέντος, οἰωνισάμενος καὶ καταλιπὼν τὴν νύμφην ἀπῆλθε μετὰ τοῦ πατρός· ὁ δὲ Κράτης ὀλίγον ὕστερον θύουσιν αὐτοῖς ὑποβαλὼν χρυσίον τι τῶν ἱερῶν κατεκρήμνισε 
<milestone n="20" unit="tlnum"/> τὸν Ὀρσίλαον καὶ τὸν ἀδελφὸν ἀκρίτους, καὶ πάλιν τῶν φίλων τινὰς καὶ οἰκείων ἱκετεύοντας ἐν τῷ ἱερῷ τῆς Προναίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kaltwasserus: <foreign xml:lang="grc">προνοίας</foreign> </note> ἀνεῖλε· πολλῶν δὲ τοιούτων γενομένων, ἀποκτείναντες οἱ Δελφοὶ τὸν Κράτητα <milestone n="825c" unit="stephpage" xml:id="stephpage-825c"/> καὶ τοὺς συστασιάσαντας ἐκ τῶν χρημάτων ἐναγικῶν <milestone n="25" unit="tlnum"/> προσαγορευθέντων τοὺς κάτω ναοὺς ἀνῳκοδόμησαν. ἐν δὲ Συρακούσαις δυεῖν νεανίσκων συνήθων ὁ μὲν τὸν ἐρώμενον τοῦ ἑτέρου λαβὼν φυλάσσειν <pb xml:id="v.5.p.128"/> διέφθειρεν ἀποδημοῦντος, ὁ δʼ ἐκείνῳ πάλιν ὥσπερ ἀνταποδιδοὺς ὕβριν ἐμοίχευσε τὴν γυναῖκα τῶν δὲ πρεσβυτέρων τις εἰς βουλὴν παρελθὼν ἐκέλευσεν ἀμφοτέρους ἐλαύνειν, πρὶν ἀπολαῦσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Coraes: <foreign xml:lang="grc">ἀπολέσαι</foreign> </note> καὶ ἀναπλησθῆναι <milestone n="5" unit="tlnum"/> τὴν πόλιν ἀπʼ αὐτῶν τῆς ἔχθρας· οὐ μὴν ἔπεισεν, ἀλλʼ ἐκ τούτου στασιάσαντες ἐπὶ συμφοραῖς <milestone n="825d" unit="stephpage" xml:id="stephpage-825d"/> μεγάλαις τὴν ἀρίστην πολιτείαν ἀνέτρεψαν. ἔχεις δὲ δήπου καὶ αὐτὸς οἰκεῖα παραδείγματα, τὴν Παρδάλα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">παρδάλαου</foreign> </note> πρὸς Τυρρηνὸν ἔχθραν, ὡς ὀλίγον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Benseler.: <foreign xml:lang="grc">ὀλίγου</foreign> </note> ἐδέησεν 
<milestone n="10" unit="tlnum"/> ἀνελεῖν τὰς Σάρδεις, ἐξ αἰτιῶν μικρῶν καὶ ἰδίων εἰς ἀπόστασιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">στάσιν</foreign> R</note> καὶ πόλεμον ἐμβαλοῦσα. διὸ χρὴ μὴ καταφρονεῖν τὸν πολιτικὸν ὥσπερ ἐν σώματι προσκρουμάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">προσκρουσμάτων</foreign> </note> διαδρομὰς ὀξείας ἐχόντων, ἀλλʼ ἐπιλαμβάνεσθαι καὶ πιέζειν καὶ βοηθεῖν· προσοχῇ γάρ, <milestone n="15" unit="tlnum"/> ὥς φησιν ὁ Κάτων, καὶ τὸ μέγα γίγνεται μικρὸν καὶ τὸ μικρὸν εἰς τὸ μηδὲν ἄγεται. μηχανὴ δʼ ἐπὶ ταῦτα πειθοῦς οὐκ ἔστι μείζων ἢ τὸ παρέχειν ἑαυτὸν <milestone n="825e" unit="stephpage" xml:id="stephpage-825e"/> ἐν ταῖς ἰδίαις διαφοραῖς ἥμερον διαλλακτήν, ἀμήνιτον, ἐπὶ τῶν πρώτων αἰτιῶν μένοντα καὶ· μηδενὶ 
<milestone n="20" unit="tlnum"/> προστιθέντα φιλονεικίαν μηδʼ ὀργὴν μηδʼ ἄλλο πάθος ἐμποιοῦν τραχύτητα καὶ πικρίαν τοῖς ἀναγκαίοις ἀμφισβητήμασι. τῶν μὲν ἐν ταῖς παλαίστραις διαμαχθμένων ἑπισφαίροις περιδέουσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπισφαίροις περιδέουσι</foreign>] cf. Plat. de Legg. p. 830 b</note> τὰς χεῖρας, ὅπως εἰς ἀνήκεστον ἡ ἅμιλλα μηδὲν ἐκπίπτῃ, μαλακὴν <milestone n="25" unit="tlnum"/> ἔχουσα τὴν πληγὴν καὶ ἄλυπον ἐν δὲ ταῖς κρίσεσι καὶ ταῖς δίκαις πρὸς τοὺς πολίτας ἄμεινὸν <pb xml:id="v.5.p.129"/> ἐστι καθαραῖς καὶ ψιλαῖς ταῖς αἰτίαις χρώμενον ἀγωνίζεσθαι, καὶ μὴ καθάπερ βέλη τὰ πράγματα <milestone n="825f" unit="stephpage" xml:id="stephpage-825f"/> χαράσσοντα καὶ φαρμάσσοντα ταῖς βλασφημίαις καὶ ταῖς κακοηθείαις καὶ ταῖς ἀπειλαῖς ἀνήκεστα καὶ <milestone n="5" unit="tlnum"/> μεγάλα καὶ δημόσια ποιεῖν. ὁ γὰρ οὕτω προσφερόμενος τοῖς καθʼ αὑτὸν ὑπηκόους ἕξει καὶ τοὺς ἄλλους· αἱ δὲ περὶ τὰ δημόσια φιλοτιμίαι, τῶν ἰδίων ὑφαιρουμένων ἀπεχθειῶν, εὐτελεῖς γίγνονται καὶ δυσχερὲς οὐδὲν οὐδʼ ἀνήκεστον ἐπιφέρουσιν.</p></div></div></body></text></TEI>