<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="29" subtype="section" type="textpart"><p rend="indent">οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα <milestone n="15" unit="tlnum"/> καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα διʼ ἀρετὴν ἐγγιγνόμενος· αἱ δʼ ἀπὸ θεάτρων ἢ νεμήσεων ἢ μονομάχων ψευδώνυμοι τιμαὶ καὶ ψευδομάρτυρες ἑταιρικαῖς ἐοίκασι κολακείαις ὄχλων, ἀεὶ τῷ διδόντι καὶ χαριζομένῳ προσμειδιώντων ἐφήμερὸν 
<milestone n="20" unit="tlnum"/> τινα καὶ ἀβέβαιον δόξαν. εὖ μὲν οὖν ὁ πρώτως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρώτως</foreign> Duebnerus: <foreign xml:lang="grc">πρῶτος</foreign> </note> εἰπὼν καταλυθῆναι δῆμον ὑπὸ τοῦ πρώτου δεκάσαντος συνεῖδεν, ὅτι τὴν ἰσχὺν ἀποβάλλουσιν <milestone n="822a" unit="stephpage" xml:id="stephpage-822a"/> οἱ πολλοὶ τοῦ λαμβάνειν ἣττονες γενόμενοι δεῖ δὲ καὶ τοὺς δεκάζοντας οἴεσθαι καταλύειν ἑαυτούς, <milestone n="25" unit="tlnum"/> ὅταν ἀναλωμάτων μεγάλων ὠνούμενοι τὴν δόξαν ἰσχυροὺς ποιῶσι καὶ θρασεῖς τοὺς πολλούς, ὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας. <pb xml:id="v.5.p.120"/> </p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν διὰ τοῦτο μικρολογητέον ἐν τοῖς νενομισμένοις φιλοτιμήμασι, τῶν πραγμάτων εὐπορίαν παρεχόντων ὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα τῶν ἰδίων πλούσιον ἢ πένητα τῶν δημοσίων <milestone n="5" unit="tlnum"/> κλέπτοντα διʼ ἔχθους ἔχουσιν, ὑπεροψίαν τοῦτο καὶ περιφρόνησιν αὑτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἐκεῖνο δʼ ἀνάγκην ἡγούμενοι. <milestone n="822b" unit="stephpage" xml:id="stephpage-822b"/> γιγνέσθωσαν οὖν αἱ μεταδόσεις πρῶτον μὲν ἀντὶ μηδενός οὕτω γὰρ ἐκπλήττουσι καὶ χειροῦνται μᾶλλον τοὺς λαμβάνοντας· ἔπειτα σὺν καιρῷ πρόφασιν 
<milestone n="10" unit="tlnum"/> ἀστείαν καὶ καλὴν ἔχοντι, μετὰ τιμῆς θεοῦ πάντας ἀγούσης πρὸς εὐσέβειαν ἐγγίγνεται γὰρ ἅμα 1 τοῖς πολλοῖς ἰσχυρὰ διάθεσις καὶ δόξα τοῦ τὸ δαιμόνιον εἶναι μέγα καὶ σεμνόν, ὅταν, οὓς αὐτοὶ τιμῶσι καὶ μεγάλους νομίζουσιν, οὕτως ἀφειδῶς καὶ <milestone n="15" unit="tlnum"/> προθύμως περὶ τὸ θεῖον ὁρῶσι φιλοτιμουμένους ὥσπερ οὖν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 398 e</note> ἀφεῖλε τῶν παιδευομένων <milestone n="822c" unit="stephpage" xml:id="stephpage-822c"/> νέων τὴν ἁρμονίαν τὴν Λύδιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λύδιον</foreign>] malim <foreign xml:lang="grc">μιξολυδιστὶ</foreign></note> καὶ τὴν ἰαστί<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰαστὶ</foreign>] cf. Plat. 1. 1.</note>, τὴν μὲν τὸ θρηνῶδες καὶ φιλοπενθὲς ἡμῶν ἐγείρουσαν τῆς ψυχῆς, τὴν δὲ τὸ πρὸς ἡδονὰς ὀλισθηρὸν καὶ 
<milestone n="20" unit="tlnum"/> ἀκόλαστον αὔξουσαν· οὕτω σὺ τῶν φιλοτιμιῶν ὅσαι τὸ φονικὸν καὶ θηριῶδες ἢ τὸ βωμολόχον καὶ ἀκόλαστον ἐρεθίζουσι καὶ τρέφουσι, μάλιστα μὲν ἐξέλαυνε τῆς πόλεως, εἰ δὲ μή, φεῦγε καὶ διαμάχου τοῖς πολλοῖς αἰτουμένοις τὰ τοιαῦτα θεάματα· χρηστὰς <milestone n="25" unit="tlnum"/> δὲ καὶ σώφρονας ἀεὶ ποιοῦ τῶν ἀναλωμάτων ὑποθέσεις, τὸ καλὸν ἢ τὸ ἀναγκαῖον ἐχούσας τέλος <pb xml:id="v.5.p.121"/> ἢ τὸ γοῦν ἡδὺ καὶ κεχαρισμένον ἄνευ βλάβης καὶ ὕβρεως προσούσης. <milestone n="822d" unit="stephpage" xml:id="stephpage-822d"/> </p></div></div></body></text></TEI>