οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα διʼ ἀρετὴν ἐγγιγνόμενος· αἱ δʼ ἀπὸ θεάτρων ἢ νεμήσεων ἢ μονομάχων ψευδώνυμοι τιμαὶ καὶ ψευδομάρτυρες ἑταιρικαῖς ἐοίκασι κολακείαις ὄχλων, ἀεὶ τῷ διδόντι καὶ χαριζομένῳ προσμειδιώντων ἐφήμερὸν τινα καὶ ἀβέβαιον δόξαν. εὖ μὲν οὖν ὁ πρώτως πρώτως Duebnerus: πρῶτος εἰπὼν καταλυθῆναι δῆμον ὑπὸ τοῦ πρώτου δεκάσαντος συνεῖδεν, ὅτι τὴν ἰσχὺν ἀποβάλλουσιν οἱ πολλοὶ τοῦ λαμβάνειν ἣττονες γενόμενοι δεῖ δὲ καὶ τοὺς δεκάζοντας οἴεσθαι καταλύειν ἑαυτούς, ὅταν ἀναλωμάτων μεγάλων ὠνούμενοι τὴν δόξαν ἰσχυροὺς ποιῶσι καὶ θρασεῖς τοὺς πολλούς, ὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας. οὐ μὴν διὰ τοῦτο μικρολογητέον ἐν τοῖς νενομισμένοις φιλοτιμήμασι, τῶν πραγμάτων εὐπορίαν παρεχόντων ὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα τῶν ἰδίων πλούσιον ἢ πένητα τῶν δημοσίων κλέπτοντα διʼ ἔχθους ἔχουσιν, ὑπεροψίαν τοῦτο καὶ περιφρόνησιν αὑτῶν αὑτῶν *: αὐτῶν ἐκεῖνο δʼ ἀνάγκην ἡγούμενοι. γιγνέσθωσαν οὖν αἱ μεταδόσεις πρῶτον μὲν ἀντὶ μηδενός οὕτω γὰρ ἐκπλήττουσι καὶ χειροῦνται μᾶλλον τοὺς λαμβάνοντας· ἔπειτα σὺν καιρῷ πρόφασιν ἀστείαν καὶ καλὴν ἔχοντι, μετὰ τιμῆς θεοῦ πάντας ἀγούσης πρὸς εὐσέβειαν ἐγγίγνεται γὰρ ἅμα 1 τοῖς πολλοῖς ἰσχυρὰ διάθεσις καὶ δόξα τοῦ τὸ δαιμόνιον εἶναι μέγα καὶ σεμνόν, ὅταν, οὓς αὐτοὶ τιμῶσι καὶ μεγάλους νομίζουσιν, οὕτως ἀφειδῶς καὶ προθύμως περὶ τὸ θεῖον ὁρῶσι φιλοτιμουμένους ὥσπερ οὖν ὁ Πλάτων Πλάτων ] Rep. p. 398 e ἀφεῖλε τῶν παιδευομένων νέων τὴν ἁρμονίαν τὴν Λύδιον Λύδιον ] malim μιξολυδιστὶ καὶ τὴν ἰαστί ἰαστὶ ] cf. Plat. 1. 1. , τὴν μὲν τὸ θρηνῶδες καὶ φιλοπενθὲς ἡμῶν ἐγείρουσαν τῆς ψυχῆς, τὴν δὲ τὸ πρὸς ἡδονὰς ὀλισθηρὸν καὶ ἀκόλαστον αὔξουσαν· οὕτω σὺ τῶν φιλοτιμιῶν ὅσαι τὸ φονικὸν καὶ θηριῶδες ἢ τὸ βωμολόχον καὶ ἀκόλαστον ἐρεθίζουσι καὶ τρέφουσι, μάλιστα μὲν ἐξέλαυνε τῆς πόλεως, εἰ δὲ μή, φεῦγε καὶ διαμάχου τοῖς πολλοῖς αἰτουμένοις τὰ τοιαῦτα θεάματα· χρηστὰς δὲ καὶ σώφρονας ἀεὶ ποιοῦ τῶν ἀναλωμάτων ὑποθέσεις, τὸ καλὸν ἢ τὸ ἀναγκαῖον ἐχούσας τέλος ἢ τὸ γοῦν ἡδὺ καὶ κεχαρισμένον ἄνευ βλάβης καὶ ὕβρεως προσούσης.