ἡ δὲ φιλοτιμία, καίπερ οὖσα σοβαρωτέρα τῆς φιλοκερδείας, οὐκ ἐλάττονας ἔχει κῆρας ἐν πολιτείᾳ· καὶ γὰρ τὸ τολμᾶν αὐτῇ πρόσεστι μᾶλλον ἐμφύεται γὰρ οὐκ ἀργαῖς οὐδὲ ταπειναῖς ἀλλʼ ἐρρωμέναις μάλιστα καὶ νεανικαῖς προαιρέσεσι, καὶ τὸ παρὰ τῶν ὄχλων ῥόθιον πολλάκις συνεξαῖρον αὐτὴν καὶ συνεξωθοῦν τοῖς ἐπαίνοις ἀκατάσχετον ποιεῖ καὶ δυσμεταχείριστον. ὥσπερ οὖν ὁ Πλάτων Πλάτων ] Rep. p. 416e ἀκουστέον εἶναι τοῖς νέοις ἔλεγεν ἐκ παίδων εὐθύς, ὡς οὔτε περικεῖσθαι χρυσὸν αὐτοῖς ἔξωθεν οὔτε κεκτῆσθαι θέμις, οἰκεῖον ἐν τῇ ψυχῇ συμμεμιγμένον ἔχοντας, αἰνιττόμενος οἶμαι τὴν ἐκ γένους διατείνουσαν εἰς τὰς φύσεις αὐτῶν ἀρετήν· οὕτω παραμυθώμεθα τὴν φιλοτιμίαν, λέγοντες ἐν ἑαυτοῖς ἔχειν χρυσὸν ἀδιάφθορον καὶ ἀκήρατον καὶ ἄχραντον ὑπὸ φθόνου καὶ μώμου τιμήν τιμὴν ] tollit Madvigius , ἅμα λογισμῷ καὶ παραθεωρήσει ib. ἀναθεωρήσει W τῶν πεπραγμένων ἡμῖν καὶ πεπολιτευμένων αὐξανόμενον αὐξανομένην R διὸ μὴ δεῖσθαι γραφομένων τιμῶν ἢ πλαττομένων ἢ χαλκοτυπουμένων, ἐν αἷς καὶ τὸ εὐδοκιμοῦν ἀλλότριόν ἐστιν· ἐπαινεῖται γὰρ οὐχ ᾧ γέγονεν ἀλλʼ ὑφʼ οὗ γέγονεν ὡς ὁ σαλπικτὴς ib. σαλπικτὴς *: σαλπιγκτὴς καὶ ὁ δορυφόρος ὡς ὁ σαλπικτὴς καὶ ὁ δορυφόρος ] del. Madvigius, male. cf. Lehnardt (De loc. Plutarch. in artem spect. Regimonti 1883) qui p. 23 τὸν δορυφόρον Polycleti opus esse contendit, τὸν σαλπικτὴν autem ad Epigonum pertinere suspicatur . ὁ δὲ Κάτων, ἤδη τότε τῆς Ῥώμης καταπιμπλαμένης ἀνδριάντων, οὐκ ἐῶν αὑτοῦ γενέσθαι μᾶλλον ἔφη βούλομαι πυνθάνεσθαί τινας, διὰ τί μου ἀνδριὰς οὐ κεῖται ἢ διὰ τί κεῖται καὶ γὰρ φθόνον ἔχει τὰ τοιαῦτα καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὴ λαβοῦσιν αὐτοὶ χάριν ὀφείλειν, τοὺς δὲ λαβόντας αὑτοῖς αὐτοῖς Madvigius: αὐτοῖς καὶ ib. καὶ ] καὶ οὐ idem, malim κοὐ βαρεῖς εἶναι, οἷον ἐπὶ μισθῷ τὰς χρείας ἀπαιτοῦντας ib. οἶον ἐπὶ ταῖς χρείαις μισθὸν ἀπαιτοῦντας ? . ὥσπερ οὖν ὁ παραπλεύσας τὴν Σύρτιν εἶτʼ ἀνατραπεὶς περὶ τὸν πορθμὸν οὐδὲν μέγα πεποίηκεν οὐδὲ σεμνόν, οὕτως ὁ τὸ ταμιεῖον φυλαξάμενος καὶ τὸ δημοσιώνιον ἁλοὺς δὲ περὶ τὴν προεδρίαν ἢ τὸ πρυτανεῖον, ὑψηλῷ μὲν μὲν R προσέπταικεν ἀκρωτηρίῳ βαπτίζεται δʼ ὁμοίως. ἄριστος μὲν οὖν ὁ μηδενὸς δεόμενος τῶν τοιούτων ἀλλὰ φεύγων καὶ παραιτούμενος· ἂν δʼ ᾖ μὴ ῥᾴδιον δήμου τινὰ χάριν ἀπώσασθαι καὶ φιλοφροσύνην πρὸς τοῦτο ῥυέντος, ῶσπερ οὐκ ἀργυρίτην οὐδὲ δωρίτην ἀγῶνα πολιτείας ἀγωνιζομένοις ἀλλʼ ἱερὸν ὡς ἀληθῶς καὶ στεφανίτην, ἐπιγραφή τις ἀρκεῖ καὶ πινάκιον καὶ ψήφισμα καὶ θαλλός, ὡς Ἐπιμενίδης ἔλαβεν ἐξ ἀκροπόλεως καθήρας τὴν πόλιν. Ἀναξαγόρας δὲ τὰς διδομένας ἀφεὶς τιμὰς ᾐτήσατο τὴν ἡμέραν ἐκείνην, καθʼ ἣν ἂν τελευτήσῃ, τοὺς παῖδας ἀφιέναι παίζειν καὶ σχολάζειν ἀπὸ τῶν μαθημάτων. τοῖς δὲ τοὺς μάγους ἀνελοῦσιν ἑπτὰ Πέρσαις ἔδωκαν αὐτοῖς καὶ τοῖς ἀπʼ αὐτῶν γενομένοις εἰς τοὔμπροσθεν τὰ σκέλη συνάπτοντας τῇ κεφαλῇ τὴν τιάραν φέρειν· τοῦτο γὰρ ἐποιήσαντο σύμβολον, ὡς ἔοικε, χωροῦντες ἐπὶ τὴν πρᾶξιν. ἔχει δέ τι καὶ ἡ τοῦ Πιττακοῦ τιμὴ πολιτικόν· ἧς γὰρ ἐκτήσατο χώρας τοῖς πολίταις γῆν ὅσην ἐθέλοι λαβεῖν κελευσθεὶς ἔλαβε τοσαύτην, ὅσην ἐπῆλθε τὸ ἀκόντιον αὐτοῦ βαλόντος· ὁ δὲ Ῥωμαῖος Κόκλης Κόκλης Basileensis: πόπλιος , ὅσην ib. ὅσην W: ἣν ἡμέρᾳ μιᾷ χωλὸς ὢν περιήροσεν. οὐ γὰρ μισθὸν εἶναι δεῖ τῆς πράξεως ἀλλὰ σύμβολον τὴν τιμήν, ἵνα καὶ διαμένῃ πολὺν χρόνον, ὥσπερ ἐκεῖναι διέμειναν. τῶν δὲ Δημητρίου τοῦ Φαληρέως τριακοσίων ἀνδριάντων οὐδεὶς ἔσχεν ἰὸν οὐδὲ πίνον, ἀλλὰ πάντες ἔτι ζῶντος προανῃρὲθησαν· τοὺς δὲ Δημάδου κατεχώνευσαν εἰς ἀμίδας· καὶ πολλαὶ τοιαῦτα τιμαὶ πεπόνθασιν οὐ μοχθηρίᾳ τοῦ λαβόντος μόνον ἀλλὰ καὶ μεγέθει τοῦ δοθέντος δυσχερανθεῖσαι. διὸ κάλλιστον καὶ βεβαιότατον εὐτέλεια τιμῆς φυλακτήριον, αἱ δὲ μεγάλαι καὶ ὑπέρογκοι καὶ βάρος ἔχουσαι παραπλησίως τοῖς ἀσυμμέτροις ἀνδριᾶσι ταχὺ περιτρέπονται. ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατʼ Ἐμπεδοκλέα Εμπεδοκλέα ] Mullach. 1 p. 3 vs. 112. ᾗ θέμις οὐ ᾗ θέμις οὐ M: ᾗ θέμις libri. εἶναι p. 1113 b. ubi εἰκαίως Duebnerus καλέουσι, νόμῳ δʼ ἐπίφημι καὶ αὐτός ἐπεὶ τὴν γʼ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνειν, ὡς ἠξίου Δημόκριτος Δημόκριτος ] Mullach. 1 p. 355 . οὐδὲ γὰρ κυνῶν ἀσπασμὸς οὐδʼ ἵππων εὔνοια θηραταῖς καὶ ἱπποτρόφοις ἀπόβλητον, ἀλλὰ καὶ χρήσιμον καὶ ἡδὺ συντρόφοις καὶ συνήθεσι ζῴοις τοιαύτην ἐνεργάσασθαι διάθεσιν πρὸς αὑτόν, οἵαν ὁ Λυσιμάχου κύων ἐπεδείκνυτο καὶ τῶν Ἀχιλλέως ἵππων ὁ ποιητὴς ὁ ποιητὴς ] Hom. T 404 διηγεῖται περὶ τὸν Πάτροκλον οἶμαι δʼ ἂν καὶ τὰς μελίττας ἀπαλλάττειν βέλτιον, εἰ τοὺς τρέφοντας καὶ θεραπεύοντας ἀσπάζεσθαι καὶ προσίεσθαι μᾶλλον ἢ κεντεῖν καὶ χαλεπαίνειν ἐβούλοντο νυνὶ δὲ ταύτας μὲν καπνῷ κολάζουσιν, ἵππους δʼ ὑβριστὰς καὶ κύνας ἀποστάτας κλοιοῖς καὶ χαλινοῖς ἄγουσιν ἠναγκασμένους· ἄνθρωπον δʼ ἀνθρώπῳ χειροήθη καὶ πρᾶον ἑκουσίως οὐδὲν ἀλλʼ ἢ πίστις εὐνοίας καὶ καλοκαγαθίας δόξα καὶ δικαιοσύνης παρίστησιν. καὶ Δημοσθένης Δημοσθένης ] 6, 24 ὀρθῶς μέγιστον ἀποφαίνεται πρὸς τοὺς τυράννους φυλακτήριον ἀπιστίαν ταῖς πόλεσι· τοῦτο γὰρ μάλιστα τῆς ψυχῆς τὸ μέρος, ᾧ πιστεύομεν, ἁλώσιμόν ἐστιν. ὥσπερ οὖν τῆς Κασάνδρας ἀδοξούσης ἀνόνητος ἦν ἡ μαντικὴ τοῖς πολίταις ἄκραντα γάρ με φησίν ἔθηκε θεσπίζειν θεός Nauck. p. 919 , καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι μαίνομαι ] recte se habet i.e. λέγουσί με μαίνεσθαι · οὕτως ἡ πρὸς Ἀρχύταν πίστις καὶ πρὸς Βάττον εὔνοια τῶν πολιτῶν μεγάλα τοὺς χρωμένους αὐτοῖς διὰ τὴν δόξαν ὠφέλησε. καὶ τοῦτο μὲν πρῶτον καὶ μέγιστον ἔνεστι τῇ δόξῃ τῇ τῶν πολιτικῶν ἀγαθόν, ἡ πάροδον ἐπὶ τὰς πράξεις διδοῦσα πίστις· δεύτερον δʼ ὅτι πρὸς τοὺς βασκάνους καὶ πονηροὺς ὅπλον ἡ παρὰ τῶν πολλῶν εὔνοια τοῖς ἀγαθοῖς ἐστιν ὡς ὅτε μήτηρ Hom. Δ 130 παιδὸς ἐέργει μυῖαν, ὅθʼ ἡδέι λέξεται ὕπνῳ,ʼ ἀπερύκουσα τὸν φθόνον καὶ πρὸς τὰς δυνάμεις ἐπανισοῦσα τὸν ἀγεννῆ τοῖς εὐπατρίδαις καὶ τὸν · πένητα τοῖς πλουσίοις καὶ τὸν ἰδιώτην τοῖς ἄρχουσι καὶ ὅλως, ὅταν ἀλήθεια καὶ ἀρετὴ προσγένηται, φορόν ἐστι πνεῦμα καὶ βέβαιον ἐπὶ τὴν πολιτείαν. σκόπει δὲ τὴν ἐναντίαν καταμανθάνων διάθεσιν ἐν τοῖς παραδείγμασι. τοὺς τοὺς ] τὰς Coraes μὲν γὰρ Διονυσίου παῖδας καὶ τὴν γυναῖκα καταπορνεύσαντες οἱ περὶ τὴν Ἰταλίαν ἀνεῖλον, εἶτα καύσαντες τὰ σώματα τὴν τέφραν κατέσπειραν ἐκ πλοίου κατὰ τῆς θαλάττης. Μενάνδρου δέ τινος ἐν Βάκτροις ἐπιεικῶς βασιλεύσαντος εἶτʼ ἀποθανόντος ἐπὶ στρατοπέδου, τὴν μὲν ἄλλην ἐποιήσαντο κηδείαν κατὰ τὸ κοινὸν αἱ πόλεις, περὶ δὲ τῶν λειψάνων αὐτοῦ καταστάντες εἰς ἀγῶνα μόλις συνέβησαν, ὥστε νειμάμενοι μέρος ἴσον τῆς τέφρας ἀπελθεῖν, καὶ γενέσθαι μνημεῖα παρὰ πᾶσι τάνδρός *: τοῦ ἀνδρός . αὖθις Ἀκραγαντῖνοι μὲν ἀπαλλαγέντες Φαλάριδος ἐψηφίσαντο μηδένα φορεῖν ἱμάτιον γλαύκινον· οἱ γὰρ ὑπηρέται τοῦ τυράννου γλαύκινον ἐχρῶντο περιζώμασι. Πέρσαι δʼ, ὅτι γρυπὸς ἦν ὁ Κῦρος, ἔτι καὶ νῦν ἐρῶσι τῶν γρυπῶν καὶ καλλίστους ὑπολαμβάνουσιν.