<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="26" subtype="section" type="textpart"><p rend="indent">ὅπου μέντοι μέγα δεῖ τι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τι</foreign> *</note> περανθῆναι καὶ χρήσιμον ἀγῶνος δὲ πολλοῦ καὶ σπουδῆς δεόμενον, ἐνταῦθα πειρῶ τῶν φίλων αἱρεῖσθαι τοὺς κρατίστους <pb xml:id="v.5.p.113"/> ἢ τῶν κρατίστων τοὺς πραοτάτους· ἣκιστα γὰρ ἀντιπράξουσιν οὗτοι καὶ μάλιστα συνεργήσουσι, τὸ φρονεῖν ἄνευ τοῦ φιλονεικεῖν ἔχοντες. οὐ μὴν ἀλλὰ καὶ τῆς ἑαυτοῦ φύσεως ἔμπειρον ὄντα δεῖ πρὸς ὃ <milestone n="5" unit="tlnum"/> χείρων ἑτέρου πέφυκας αἱρεῖσθαι τοὺς μᾶλλον δυναμένους <milestone n="819c" unit="stephpage" xml:id="stephpage-819c"/> ἀντὶ τῶν ὁμοίων, ὡς ὁ Διομήδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διομήδης</foreign>] cf. Hom. K 243</note> ἐπὶ τὴν κατασκοπὴν μεθʼ ἑαυτοῦ τὸν φρόνιμον εἵλετο, τοὺς ἀνδρείους παρελθών. καὶ γὰρ αἱ πράξεις μᾶλλον ἰσορροποῦσι καὶ τὸ φιλόνεικον οὐκ ἐγγίγνεται πρὸς 
<milestone n="10" unit="tlnum"/> ἀλλήλους τοῖς ἀφʼ ἑτέρων ἀρετῶν καὶ δυνάμεων φιλοτιμουμένοις. λάμβανε δὴ καὶ δίκης συνεργὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνεργὸν</foreign>] <foreign xml:lang="grc">συνήγορον</foreign> W</note> καὶ πρεσβείας κοινωνόν, ἂν λέγειν μὴ δυνατὸς ᾖς, τὸν ῥητορικόν, ὡς Πελοπίδας Ἐπαμεινώνδαν κἂν ᾖς ἀπίθανος πρὸς ὁμιλίαν τῷ πλήθει καὶ ὑψηλός, <milestone n="15" unit="tlnum"/> ὡς Καλλικρατίδας, τὸν εὔχαριν καὶ θεραπευτικὸν κἂν ἀσθενὴς καὶ δύσεργος; τὸ σῶμα, τὸν φιλόπονον καὶ ῥωμαλέον, ὡς Νικίας Λάμαχον. οὕτω γὰρ ἂν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> W</note> <milestone n="819d" unit="stephpage" xml:id="stephpage-819d"/> ἦν ὁ Γηρυόνης ζηλωτὸς ἔχων σκέλη πολλὰ καὶ χεῖρας καὶ ὀφθαλμούς, εἰ πάντα μιᾷ ψυχῇ διῴκει. 
<milestone n="20" unit="tlnum"/> τοῖς δὲ πολιτικοῖς ἔξεστι μὴ σώματα μηδὲ χρήματα μόνον, ἀλλὰ καὶ τύχας καὶ δυνάμεις καὶ ἀρετάς, ἂν ὁμονοῶσιν, εἰς μίαν χρείαν συντιθέντας εὐδοκιμεῖν μᾶλλον ἀπʼ ἄλλου περὶ τὴν αὐτὴν πρᾶξιν οὐχ ὥσπερ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα καταλιπόντες <milestone n="25" unit="tlnum"/> ἠναγκάζοντο διὰ τῆς γυναικωνίτιδος κατᾳδόμενοι καὶ φαρμακευόμενοι σῴζειν ἑαυτοὺς καὶ κλέπτειν τὸ <milestone n="819e" unit="stephpage" xml:id="stephpage-819e"/> νάκος. χρυσὸν μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign>] malim <foreign xml:lang="grc">μὲν γὰρ</foreign></note> εἰς ἔνια τῶν ἱερῶν εἰσιόντες <pb xml:id="v.5.p.114"/> ἔξω καταλείπουσι, σίδηρον δʼ ὡς ἁπλῶς εἰπεῖν εἰς οὐδὲν συνεισφέρουσιν. ἐπεὶ δὲ κοινόν ἐστιν ἱερὸν τὸ βῆμα Βουλαίου τε Διὸς καὶ Πολιέως καὶ Θέμιδος καὶ Δίκης, αὐτόθεν μὲν ἤδη φιλοπλουτίαν καὶ φιλοχρηματίαν, <milestone n="5" unit="tlnum"/> ὥσπερ σίδηρον μεστὸν ἰοῦ καὶ νόσημα τῆς ψυχῆς, ἀποδυσάμενος εἰς ἀγορὰς καπήλων ἢ δανειστῶν ἀπόρριψον, <quote rend="blockquote"><l>αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ε</foreign> 250</note></quote> τὸν ἀπὸ δημοσίων χρηματιζόμενον ἡγούμενος ἀφʼ 
<milestone n="10" unit="tlnum"/> ἱερῶν κλέπτειν, ἀπὸ τάφων, ἀπὸ φίλων, ἐκ προδοσίας, ἀπὸ ψευδομαρτυρίας, σύμβουλον ἄπιστον εἶναι, δικαστὴν ἐπίορκον, ἄρχοντα δωροδόκον, οὐδεμιᾶς ἁπλῶς; καθαρὸν ἀδικίας. ὅθεν οὐ δεῖ πολλὰ περὶ <milestone n="819f" unit="stephpage" xml:id="stephpage-819f"/> τούτων λέγειν. <milestone n="15" unit="tlnum"/> </p></div><div n="27" subtype="section" type="textpart"><p rend="indent">ἡ δὲ φιλοτιμία, καίπερ οὖσα σοβαρωτέρα τῆς φιλοκερδείας, οὐκ ἐλάττονας ἔχει κῆρας ἐν πολιτείᾳ· καὶ γὰρ τὸ τολμᾶν αὐτῇ πρόσεστι μᾶλλον ἐμφύεται γὰρ οὐκ ἀργαῖς οὐδὲ ταπειναῖς ἀλλʼ ἐρρωμέναις μάλιστα καὶ νεανικαῖς προαιρέσεσι, καὶ τὸ 
<milestone n="20" unit="tlnum"/> παρὰ τῶν ὄχλων ῥόθιον πολλάκις συνεξαῖρον αὐτὴν <milestone n="820a" unit="stephpage" xml:id="stephpage-820a"/> καὶ συνεξωθοῦν τοῖς ἐπαίνοις ἀκατάσχετον ποιεῖ καὶ δυσμεταχείριστον. ὥσπερ οὖν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 416e</note> ἀκουστέον εἶναι τοῖς νέοις ἔλεγεν ἐκ παίδων εὐθύς, ὡς οὔτε περικεῖσθαι χρυσὸν αὐτοῖς ἔξωθεν οὔτε κεκτῆσθαι <milestone n="25" unit="tlnum"/> θέμις, οἰκεῖον ἐν τῇ ψυχῇ συμμεμιγμένον ἔχοντας, αἰνιττόμενος οἶμαι τὴν ἐκ γένους διατείνουσαν εἰς τὰς φύσεις αὐτῶν ἀρετήν· οὕτω <pb xml:id="v.5.p.115"/> παραμυθώμεθα τὴν φιλοτιμίαν, λέγοντες ἐν ἑαυτοῖς ἔχειν χρυσὸν ἀδιάφθορον καὶ ἀκήρατον καὶ ἄχραντον ὑπὸ φθόνου καὶ μώμου τιμήν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τιμὴν</foreign>] tollit Madvigius</note>, ἅμα λογισμῷ καὶ παραθεωρήσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ἀναθεωρήσει</foreign> W</note> τῶν πεπραγμένων ἡμῖν καὶ πεπολιτευμένων <milestone n="5" unit="tlnum"/> <milestone n="820b" unit="stephpage" xml:id="stephpage-820b"/> αὐξανόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐξανομένην</foreign> R</note> διὸ μὴ δεῖσθαι γραφομένων τιμῶν ἢ πλαττομένων ἢ χαλκοτυπουμένων, ἐν αἷς καὶ τὸ εὐδοκιμοῦν ἀλλότριόν ἐστιν· ἐπαινεῖται γὰρ οὐχ ᾧ γέγονεν ἀλλʼ ὑφʼ οὗ γέγονεν ὡς ὁ σαλπικτὴς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">σαλπικτὴς</foreign> *: <foreign xml:lang="grc">σαλπιγκτὴς</foreign> </note> καὶ ὁ δορυφόρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς ὁ σαλπικτὴς καὶ ὁ δορυφόρος</foreign>] del. Madvigius, male. cf. Lehnardt (De loc. Plutarch. in artem spect. Regimonti 1883) qui p. 23 <foreign xml:lang="grc">τὸν δορυφόρον</foreign> Polycleti opus esse contendit, <foreign xml:lang="grc">τὸν σαλπικτὴν</foreign> autem ad Epigonum pertinere suspicatur</note>. ὁ δὲ Κάτων, ἤδη τότε τῆς Ῥώμης καταπιμπλαμένης 
<milestone n="10" unit="tlnum"/> ἀνδριάντων, οὐκ ἐῶν αὑτοῦ γενέσθαι <q>μᾶλλον</q> ἔφη <q>βούλομαι πυνθάνεσθαί τινας, διὰ τί μου ἀνδριὰς οὐ κεῖται ἢ διὰ τί κεῖται</q> καὶ γὰρ φθόνον ἔχει τὰ τοιαῦτα καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὴ λαβοῦσιν αὐτοὶ χάριν ὀφείλειν, τοὺς δὲ <milestone n="15" unit="tlnum"/> λαβόντας αὑτοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοῖς</foreign> Madvigius: <foreign xml:lang="grc">αὐτοῖς</foreign> </note> καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">καὶ οὐ</foreign> idem, malim <foreign xml:lang="grc">κοὐ</foreign> </note> βαρεῖς εἶναι, οἷον ἐπὶ μισθῷ <milestone n="820c" unit="stephpage" xml:id="stephpage-820c"/> τὰς χρείας ἀπαιτοῦντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">οἶον ἐπὶ ταῖς χρείαις μισθὸν ἀπαιτοῦντας</foreign>?</note>. ὥσπερ οὖν ὁ παραπλεύσας τὴν Σύρτιν εἶτʼ ἀνατραπεὶς περὶ τὸν πορθμὸν οὐδὲν μέγα πεποίηκεν οὐδὲ σεμνόν, οὕτως ὁ τὸ ταμιεῖον φυλαξάμενος καὶ τὸ δημοσιώνιον ἁλοὺς δὲ περὶ τὴν 
<milestone n="20" unit="tlnum"/> προεδρίαν ἢ τὸ πρυτανεῖον, ὑψηλῷ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> R</note> προσέπταικεν ἀκρωτηρίῳ βαπτίζεται δʼ ὁμοίως. ἄριστος μὲν οὖν ὁ μηδενὸς δεόμενος τῶν τοιούτων ἀλλὰ φεύγων καὶ παραιτούμενος· ἂν δʼ ᾖ μὴ ῥᾴδιον δήμου τινὰ <pb xml:id="v.5.p.116"/> <milestone n="820d" unit="stephpage" xml:id="stephpage-820d"/> χάριν ἀπώσασθαι καὶ φιλοφροσύνην πρὸς τοῦτο ῥυέντος, ῶσπερ οὐκ ἀργυρίτην οὐδὲ δωρίτην ἀγῶνα πολιτείας ἀγωνιζομένοις ἀλλʼ ἱερὸν ὡς ἀληθῶς καὶ στεφανίτην, ἐπιγραφή τις ἀρκεῖ καὶ πινάκιον καὶ <milestone n="5" unit="tlnum"/> ψήφισμα καὶ θαλλός, ὡς Ἐπιμενίδης ἔλαβεν ἐξ ἀκροπόλεως καθήρας τὴν πόλιν. Ἀναξαγόρας δὲ τὰς διδομένας ἀφεὶς τιμὰς ᾐτήσατο τὴν ἡμέραν ἐκείνην, καθʼ ἣν ἂν τελευτήσῃ, τοὺς παῖδας ἀφιέναι παίζειν καὶ σχολάζειν ἀπὸ τῶν μαθημάτων. τοῖς δὲ τοὺς 
<milestone n="10" unit="tlnum"/>μάγους ἀνελοῦσιν ἑπτὰ Πέρσαις ἔδωκαν αὐτοῖς καὶ τοῖς ἀπʼ αὐτῶν γενομένοις εἰς τοὔμπροσθεν τὰ σκέλη συνάπτοντας τῇ κεφαλῇ τὴν τιάραν φέρειν· τοῦτο <milestone n="820e" unit="stephpage" xml:id="stephpage-820e"/> γὰρ ἐποιήσαντο σύμβολον, ὡς ἔοικε, χωροῦντες ἐπὶ τὴν πρᾶξιν. ἔχει δέ τι καὶ ἡ τοῦ Πιττακοῦ τιμὴ <milestone n="15" unit="tlnum"/> πολιτικόν· ἧς γὰρ ἐκτήσατο χώρας τοῖς πολίταις γῆν ὅσην ἐθέλοι λαβεῖν κελευσθεὶς ἔλαβε τοσαύτην, ὅσην ἐπῆλθε τὸ ἀκόντιον αὐτοῦ βαλόντος· ὁ δὲ Ῥωμαῖος Κόκλης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κόκλης</foreign> Basileensis: <foreign xml:lang="grc">πόπλιος</foreign> </note>, ὅσην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ὅσην</foreign> W: <foreign xml:lang="grc">ἣν</foreign> </note> ἡμέρᾳ μιᾷ χωλὸς ὢν περιήροσεν. οὐ γὰρ μισθὸν εἶναι δεῖ τῆς πράξεως 
<milestone n="20" unit="tlnum"/> ἀλλὰ σύμβολον τὴν τιμήν, ἵνα καὶ διαμένῃ πολὺν χρόνον, ὥσπερ ἐκεῖναι διέμειναν. τῶν δὲ Δημητρίου τοῦ Φαληρέως τριακοσίων ἀνδριάντων οὐδεὶς ἔσχεν <milestone n="820f" unit="stephpage" xml:id="stephpage-820f"/> ἰὸν οὐδὲ πίνον, ἀλλὰ πάντες ἔτι ζῶντος προανῃρὲθησαν· τοὺς δὲ Δημάδου κατεχώνευσαν εἰς ἀμίδας· <milestone n="25" unit="tlnum"/> καὶ πολλαὶ τοιαῦτα τιμαὶ πεπόνθασιν οὐ μοχθηρίᾳ τοῦ λαβόντος μόνον ἀλλὰ καὶ μεγέθει τοῦ δοθέντος δυσχερανθεῖσαι. διὸ κάλλιστον καὶ βεβαιότατον <pb xml:id="v.5.p.117"/> εὐτέλεια τιμῆς φυλακτήριον, αἱ δὲ μεγάλαι καὶ ὑπέρογκοι καὶ βάρος ἔχουσαι παραπλησίως τοῖς ἀσυμμέτροις ἀνδριᾶσι ταχὺ περιτρέπονται. </p></div><div n="28" subtype="section" type="textpart"><p rend="indent">ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατʼ <milestone n="5" unit="tlnum"/>Ἐμπεδοκλέα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εμπεδοκλέα</foreign>] Mullach. 1 p. 3 vs. 112.</note> <quote rend="blockquote"><l>ᾗ θέμις οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ θέμις οὐ</foreign> M: <foreign xml:lang="grc">ᾗ θέμις</foreign> libri. <foreign xml:lang="grc">εἶναι</foreign> p. 1113 b. ubi <foreign xml:lang="grc">εἰκαίως</foreign> Duebnerus</note> καλέουσι, νόμῳ δʼ ἐπίφημι καὶ αὐτός</l></quote> ἐπεὶ τὴν γʼ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται <milestone n="821a" unit="stephpage" xml:id="stephpage-821a"/> πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει 
<milestone n="10" unit="tlnum"/> φεύγων τὸ <q>τοῖς πέλας ἁνδάνειν,</q> ὡς ἠξίου Δημόκριτος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημόκριτος</foreign>] Mullach. 1 p. 355</note>. οὐδὲ γὰρ κυνῶν ἀσπασμὸς οὐδʼ ἵππων εὔνοια θηραταῖς καὶ ἱπποτρόφοις ἀπόβλητον, ἀλλὰ καὶ χρήσιμον καὶ ἡδὺ συντρόφοις καὶ συνήθεσι ζῴοις τοιαύτην ἐνεργάσασθαι διάθεσιν πρὸς αὑτόν, οἵαν ὁ <milestone n="15" unit="tlnum"/>Λυσιμάχου κύων ἐπεδείκνυτο καὶ τῶν Ἀχιλλέως ἵππων ὁ ποιητὴς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ ποιητὴς</foreign>] Hom. T 404</note> διηγεῖται περὶ τὸν Πάτροκλον οἶμαι δʼ ἂν καὶ τὰς μελίττας ἀπαλλάττειν βέλτιον, <milestone n="821b" unit="stephpage" xml:id="stephpage-821b"/> εἰ τοὺς τρέφοντας καὶ θεραπεύοντας ἀσπάζεσθαι καὶ προσίεσθαι μᾶλλον ἢ κεντεῖν καὶ χαλεπαίνειν ἐβούλοντο 
<milestone n="20" unit="tlnum"/> νυνὶ δὲ ταύτας μὲν καπνῷ κολάζουσιν, ἵππους δʼ ὑβριστὰς καὶ κύνας ἀποστάτας κλοιοῖς καὶ χαλινοῖς ἄγουσιν ἠναγκασμένους· ἄνθρωπον δʼ ἀνθρώπῳ χειροήθη καὶ πρᾶον ἑκουσίως οὐδὲν ἀλλʼ ἢ πίστις εὐνοίας καὶ καλοκαγαθίας δόξα καὶ δικαιοσύνης <milestone n="25" unit="tlnum"/> παρίστησιν. καὶ Δημοσθένης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημοσθένης</foreign>] 6, 24</note> ὀρθῶς μέγιστον <pb xml:id="v.5.p.118"/> ἀποφαίνεται πρὸς τοὺς τυράννους φυλακτήριον ἀπιστίαν ταῖς πόλεσι· τοῦτο γὰρ μάλιστα τῆς ψυχῆς τὸ μέρος, ᾧ πιστεύομεν, ἁλώσιμόν ἐστιν. ὥσπερ οὖν τῆς Κασάνδρας ἀδοξούσης ἀνόνητος ἦν ἡ μαντικὴ <milestone n="5" unit="tlnum"/> τοῖς πολίταις <quote rend="blockquote"><l> ἄκραντα γάρ με φησίν ἔθηκε θεσπίζειν θεός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 919</note>, <milestone n="821c" unit="stephpage" xml:id="stephpage-821c"/> </l><l> καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων </l><l> σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μαίνομαι</foreign>] recte se habet i.e. <foreign xml:lang="grc">λέγουσί με μαίνεσθαι</foreign></note>·</l></quote> οὕτως ἡ πρὸς Ἀρχύταν πίστις καὶ πρὸς Βάττον 
<milestone n="10" unit="tlnum"/> εὔνοια τῶν πολιτῶν μεγάλα τοὺς χρωμένους αὐτοῖς διὰ τὴν δόξαν ὠφέλησε. καὶ τοῦτο μὲν πρῶτον καὶ μέγιστον ἔνεστι τῇ δόξῃ τῇ τῶν πολιτικῶν ἀγαθόν, ἡ πάροδον ἐπὶ τὰς πράξεις διδοῦσα πίστις· δεύτερον δʼ ὅτι πρὸς τοὺς βασκάνους καὶ πονηροὺς ὅπλον ἡ <milestone n="15" unit="tlnum"/> παρὰ τῶν πολλῶν εὔνοια τοῖς ἀγαθοῖς ἐστιν <quote rend="blockquote"><l> ὡς ὅτε μήτηρ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Δ</foreign> 130</note><l> παιδὸς ἐέργει μυῖαν, ὅθʼ ἡδέι λέξεται ὕπνῳ,ʼ</l></quote> ἀπερύκουσα τὸν φθόνον καὶ πρὸς τὰς δυνάμεις ἐπανισοῦσα τὸν ἀγεννῆ τοῖς εὐπατρίδαις καὶ τὸν · 
<milestone n="20" unit="tlnum"/> πένητα τοῖς πλουσίοις καὶ τὸν ἰδιώτην τοῖς ἄρχουσι <milestone n="821d" unit="stephpage" xml:id="stephpage-821d"/> καὶ ὅλως, ὅταν ἀλήθεια καὶ ἀρετὴ προσγένηται, φορόν ἐστι πνεῦμα καὶ βέβαιον ἐπὶ τὴν πολιτείαν. σκόπει δὲ τὴν ἐναντίαν καταμανθάνων διάθεσιν ἐν τοῖς παραδείγμασι. τοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοὺς</foreign>] <foreign xml:lang="grc">τὰς</foreign> Coraes</note> μὲν γὰρ Διονυσίου παῖδας <milestone n="25" unit="tlnum"/> καὶ τὴν γυναῖκα καταπορνεύσαντες οἱ περὶ τὴν Ἰταλίαν ἀνεῖλον, εἶτα καύσαντες τὰ σώματα τὴν τέφραν <pb xml:id="v.5.p.119"/> κατέσπειραν ἐκ πλοίου κατὰ τῆς θαλάττης. Μενάνδρου δέ τινος ἐν Βάκτροις ἐπιεικῶς βασιλεύσαντος <milestone n="821e" unit="stephpage" xml:id="stephpage-821e"/> εἶτʼ ἀποθανόντος ἐπὶ στρατοπέδου, τὴν μὲν ἄλλην ἐποιήσαντο κηδείαν κατὰ τὸ κοινὸν αἱ πόλεις, περὶ <milestone n="5" unit="tlnum"/> δὲ τῶν λειψάνων αὐτοῦ καταστάντες εἰς ἀγῶνα μόλις συνέβησαν, ὥστε νειμάμενοι μέρος ἴσον τῆς τέφρας ἀπελθεῖν, καὶ γενέσθαι μνημεῖα παρὰ πᾶσι τάνδρός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">τοῦ ἀνδρός</foreign> </note>. αὖθις Ἀκραγαντῖνοι μὲν ἀπαλλαγέντες Φαλάριδος ἐψηφίσαντο μηδένα φορεῖν ἱμάτιον γλαύκινον· 
<milestone n="10" unit="tlnum"/> οἱ γὰρ ὑπηρέται τοῦ τυράννου γλαύκινον ἐχρῶντο περιζώμασι. Πέρσαι δʼ, ὅτι γρυπὸς ἦν ὁ Κῦρος, ἔτι καὶ νῦν ἐρῶσι τῶν γρυπῶν καὶ καλλίστους ὑπολαμβάνουσιν. </p></div><div n="29" subtype="section" type="textpart"><p rend="indent">οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα <milestone n="15" unit="tlnum"/> καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα διʼ ἀρετὴν ἐγγιγνόμενος· αἱ δʼ ἀπὸ θεάτρων ἢ νεμήσεων ἢ μονομάχων ψευδώνυμοι τιμαὶ καὶ ψευδομάρτυρες ἑταιρικαῖς ἐοίκασι κολακείαις ὄχλων, ἀεὶ τῷ διδόντι καὶ χαριζομένῳ προσμειδιώντων ἐφήμερὸν 
<milestone n="20" unit="tlnum"/> τινα καὶ ἀβέβαιον δόξαν. εὖ μὲν οὖν ὁ πρώτως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρώτως</foreign> Duebnerus: <foreign xml:lang="grc">πρῶτος</foreign> </note> εἰπὼν καταλυθῆναι δῆμον ὑπὸ τοῦ πρώτου δεκάσαντος συνεῖδεν, ὅτι τὴν ἰσχὺν ἀποβάλλουσιν <milestone n="822a" unit="stephpage" xml:id="stephpage-822a"/> οἱ πολλοὶ τοῦ λαμβάνειν ἣττονες γενόμενοι δεῖ δὲ καὶ τοὺς δεκάζοντας οἴεσθαι καταλύειν ἑαυτούς, <milestone n="25" unit="tlnum"/> ὅταν ἀναλωμάτων μεγάλων ὠνούμενοι τὴν δόξαν ἰσχυροὺς ποιῶσι καὶ θρασεῖς τοὺς πολλούς, ὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας. <pb xml:id="v.5.p.120"/> </p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν διὰ τοῦτο μικρολογητέον ἐν τοῖς νενομισμένοις φιλοτιμήμασι, τῶν πραγμάτων εὐπορίαν παρεχόντων ὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα τῶν ἰδίων πλούσιον ἢ πένητα τῶν δημοσίων <milestone n="5" unit="tlnum"/> κλέπτοντα διʼ ἔχθους ἔχουσιν, ὑπεροψίαν τοῦτο καὶ περιφρόνησιν αὑτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἐκεῖνο δʼ ἀνάγκην ἡγούμενοι. <milestone n="822b" unit="stephpage" xml:id="stephpage-822b"/> γιγνέσθωσαν οὖν αἱ μεταδόσεις πρῶτον μὲν ἀντὶ μηδενός οὕτω γὰρ ἐκπλήττουσι καὶ χειροῦνται μᾶλλον τοὺς λαμβάνοντας· ἔπειτα σὺν καιρῷ πρόφασιν 
<milestone n="10" unit="tlnum"/> ἀστείαν καὶ καλὴν ἔχοντι, μετὰ τιμῆς θεοῦ πάντας ἀγούσης πρὸς εὐσέβειαν ἐγγίγνεται γὰρ ἅμα 1 τοῖς πολλοῖς ἰσχυρὰ διάθεσις καὶ δόξα τοῦ τὸ δαιμόνιον εἶναι μέγα καὶ σεμνόν, ὅταν, οὓς αὐτοὶ τιμῶσι καὶ μεγάλους νομίζουσιν, οὕτως ἀφειδῶς καὶ <milestone n="15" unit="tlnum"/> προθύμως περὶ τὸ θεῖον ὁρῶσι φιλοτιμουμένους ὥσπερ οὖν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 398 e</note> ἀφεῖλε τῶν παιδευομένων <milestone n="822c" unit="stephpage" xml:id="stephpage-822c"/> νέων τὴν ἁρμονίαν τὴν Λύδιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λύδιον</foreign>] malim <foreign xml:lang="grc">μιξολυδιστὶ</foreign></note> καὶ τὴν ἰαστί<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰαστὶ</foreign>] cf. Plat. 1. 1.</note>, τὴν μὲν τὸ θρηνῶδες καὶ φιλοπενθὲς ἡμῶν ἐγείρουσαν τῆς ψυχῆς, τὴν δὲ τὸ πρὸς ἡδονὰς ὀλισθηρὸν καὶ 
<milestone n="20" unit="tlnum"/> ἀκόλαστον αὔξουσαν· οὕτω σὺ τῶν φιλοτιμιῶν ὅσαι τὸ φονικὸν καὶ θηριῶδες ἢ τὸ βωμολόχον καὶ ἀκόλαστον ἐρεθίζουσι καὶ τρέφουσι, μάλιστα μὲν ἐξέλαυνε τῆς πόλεως, εἰ δὲ μή, φεῦγε καὶ διαμάχου τοῖς πολλοῖς αἰτουμένοις τὰ τοιαῦτα θεάματα· χρηστὰς <milestone n="25" unit="tlnum"/> δὲ καὶ σώφρονας ἀεὶ ποιοῦ τῶν ἀναλωμάτων ὑποθέσεις, τὸ καλὸν ἢ τὸ ἀναγκαῖον ἐχούσας τέλος <pb xml:id="v.5.p.121"/> ἢ τὸ γοῦν ἡδὺ καὶ κεχαρισμένον ἄνευ βλάβης καὶ ὕβρεως προσούσης. <milestone n="822d" unit="stephpage" xml:id="stephpage-822d"/> </p></div></div></body></text></TEI>