<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="23" subtype="section" type="textpart"><p rend="indent">σπουδῇ μέντοι καὶ προνοίᾳ· περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς καὶ τὸ κοινὸν εὐδοκιμεῖν ὠφελοῦντα 25, ἐὰν δʼ ἐνῇ τις ἐκείνοις ὄκνος ἢ μέλλησις ἢ <pb xml:id="v.5.p.109"/> κακοήθεια πρὸς τὴν πρᾶξιν, οὕτω χρὴ παρεῖναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">scr. vid. <foreign xml:lang="grc">παριέναι</foreign> </note> καὶ λέγειν αὐτὸν εἰς τοὺς πολλοὺς καὶ μὴ παραμελεῖν μηδʼ ὑφίεσθαι τῶν κοινῶν, ὡς, οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν. <milestone n="5" unit="tlnum"/> ὁ γὰρ νόμος ἀεὶ τῷ τὰ δίκαια πράσσοντι καὶ γιγνώσκοντι <milestone n="817e" unit="stephpage" xml:id="stephpage-817e"/> τὰ συμφέροντα τὴν πρώτην τάξιν ἐν τῇ πολιτείᾳ δίδωσιν. <q>ἦν δέ τις</q> φησὶν <q>ἐν τῷ στρατεύματι Ξενοφῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] Exped. 3, 1, 4</note>, οὔτε στρατηγὸς οὔτε λοχαγός</q> ἀλλὰ τῷ φρονεῖν τὰ δέοντα καὶ τολμᾶν αὑτὸν εἰς 
<milestone n="10" unit="tlnum"/> τὸ ἄρχειν καταστήσας διέσῳσε τοὺς Ἕλληνας. καὶ τῶν Φιλοποίμενος ἔργων ἐπιφανέστατόν ἐστι τό, τοῦ Νάβιδος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ Νάβιδος</foreign> M: <foreign xml:lang="grc">ἄγιδος τοῦ αὔιδος</foreign> aut <foreign xml:lang="grc">ἀγιδος</foreign> cf. Praefat. p. XL et Vit Philop. c. 12</note> Μεσσήνην καταλαβόντος; οὐκ ἐθέλοντος δὲ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν βοηθεῖν ἀλλʼ ἀποδειλιῶντος, αὐτὸν ὁρμήσαντα μετὰ τῶν προθυμοτάτων <milestone n="15" unit="tlnum"/> ἄνευ · δόγματος ἐξελέσθαι τὴν πόλιν. οὐ μὴν <milestone n="817f" unit="stephpage" xml:id="stephpage-817f"/> διὰ μικρὰ δεῖ καὶ τὰ τυχόντα καινοτομεῖν, ἀλλʼ ἐπὶ τοῖς ἀναγκαίοις ὡς ὁ Φιλοποίμην, ἢ τοῖς καλοῖς ὡς Ἐπαμεινώνδας, ἐπιβαλὼν τέτταρας μῆνας τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον, ἐν οἷς εἰς τὴν Λακωνικὴν 
<milestone n="20" unit="tlnum"/> ἐνέβαλε καὶ τὰ περὶ Μεσσήνην ἔπραξεν· ὅπως, κἂν ἀπαντᾷ τις ἐωξὶ τούτῳ κατηγορία καὶ μέμψις,; ἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν ἢ παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος τῆς πράξεως καὶ τὸ κάλλος. <milestone n="25" unit="tlnum"/> </p></div><div n="24" subtype="section" type="textpart"><p rend="indent">Ἰάσονος τοῦ Θεσσαλῶν μονάρχου γνώμην ἀπομνημονεύουσιν, ἐφʼ οἷς ἐβιάζετο καὶ παρηνώχλει <pb xml:id="v.5.p.110"/> <milestone n="818a" unit="stephpage" xml:id="stephpage-818a"/> τινάς, ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν. τοῦτον μὲν οὖν ἄν τις εὐθὺς καὶ καταμάθοι τὸν λόγον ὡς ἔστι δυναστευτικός· ἐκεῖνο δὲ πολιτικώτερον <milestone n="5" unit="tlnum"/> παράγγελμα, τὸ τὰ μικρὰ τοῖς πολλοῖς προΐεσθαι χαριζόμενον ἐπὶ τῷ τοῖς μείζοσιν ἐνίστασθαι καὶ κωλύειν ἐξαμαρτάνοντας. ὁ γὰρ αὖ περὶ πάντα λίαν ἀκριβὴς καὶ σφοδρός, οὐδὲν ὑποχωρῶν οὐδʼ ὑπείκων ἀλλὰ τραχὺς ἀεὶ καὶ ἀπαραίτητος, ἀντιφιλονεικεῖν 
<milestone n="10" unit="tlnum"/> τὸν δῆμον αὐτῷ καὶ προσδυσκολαίνειν ἐθίζει, <quote rend="blockquote"><l> μικρὸν δέου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">δέον</foreign> *: <foreign xml:lang="grc">δέ</foreign> Nauckius dubitat an sola verba <foreign xml:lang="grc">χαλάσαι - ἀλκῇ</foreign> poetae tribuenda sint</note> ποδὸς </l><l> χαλάσαι μεγάλῃ κύματος ἀλκῇ</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 918</note></quote> <milestone n="818b" unit="stephpage" xml:id="stephpage-818b"/> τὰ μὲν αὐτὸν ἐνδιδόντα καὶ συμπαίζοντα, κεχαρισμένως <milestone n="15" unit="tlnum"/> οἷον ἐν θυσίαις καὶ ἀγῶσι καὶ θεάτροις, τὰ δʼ ὥσπερ ἐν οἰκίᾳ νέων ἁμαρτήματα προσποιούμενον παρορᾶν καὶ παρακούειν, ὅπως ἡ τοῦ νουθετεῖν καὶ παρρησιάζεσθαι δύναμις ὥσπερ φαρμάκου μὴ κατακεχρημένη μηδʼ ἕωλος ἀλλʼ ἀκμὴν ἔχουσα 
<milestone n="20" unit="tlnum"/> καὶ πίστιν ἐν τοῖς μείζοσι μᾶλλον καθάπτηται καὶ δάκνῃ τοὺς πολλούς. Ἀλέξανδρος μὲν γὰρ ἀκούσας τὴν ἀδελφὴν ἐγνωκέναι τινὰ τῶν καλῶν καὶ νέων <milestone n="818c" unit="stephpage" xml:id="stephpage-818c"/> οὐκ ἠγανάκτησεν εἰπών, ὅτι κἀκείνῃ τι δοτέον ἀπολαῦσαι τῆς βασιλείας· οὐκ ὀρθῶς τὰ τοιαῦτα συγχωρῶν <milestone n="25" unit="tlnum"/> οὐδʼ ἀξίως ἑαυτοῦ· δεῖ γὰρ ἀρχῆς τὴν κατάλυσιν καὶ ὕβριν ἀπόλαυσιν μὴ νομίζειν. δήμῳ δʼ ὕβριν μὲν οὐδεμίαν εἰς πολίτας οὐδὲ δήμευσιν <pb xml:id="v.5.p.111"/> ἀλλοτρίων οὐδὲ κοινῶν διανέμησιν ὁ πολιτικὸς ἐφήσει κατὰ δύναμιν, ἀλλὰ πείθων καὶ διδάσκων καὶ δεδιττόμενος διαμαχεῖται ταῖς τοιαύταις ἐπιθυμίαις, οἵας οἱ περὶ Κλέωνα βόσκοντες καὶ αὔξοντες <milestone n="5" unit="tlnum"/> πολύν, ὥς φησιν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 552c. d</note>, κηφῆνα τῇ πόλει κεκεντρωμένον ἐνεποίησαν. ἐὰν δʼ ἑορτὴν πάτριον οἱ πολλοὶ καὶ θεοῦ τιμὴν πρόφασιν λαβόντες ὁρμήσωσι πρός τινα θέαν ἢ νέμησιν ἐλαφρὰν ἢ χάριν τινὰ φιλάνθρωπον ἢ φιλοτιμίαν, ἔστω πρὸς τὰ 
<milestone n="10" unit="tlnum"/> <milestone n="818d" unit="stephpage" xml:id="stephpage-818d"/> τοιαῦτα ἡ τῆς ἐλευθερίας ἅμα καὶ τῆς εὐπορίας ἀπόλαυσις αὐτοῖς. καὶ γὰρ τοῖς· Περικλέους πολιτεύμασι καὶ τοῖς Δημητρίου πολλὰ τοιαῦτʼ ἔνεστι, καὶ Κίμων ἐκόσμησε τὴν ἀγορὰν πλατάνων φυτείαις καὶ περιπάτοις· Κάτων δὲ τὸν δῆμον ὑπὸ Καίσαρος <milestone n="15" unit="tlnum"/> ὁρῶν ἐν τοῖς περὶ Κατιλίναν διαταρασσόμενον καὶ πρὸς μεταβολὴν τῆς πολιτείας ἐπισφαλῶς ἔχοντα συνέπεισε τὴν βουλὴν ψηφίσασθαι νεμήσεις τοῖς πένησι, καὶ τοῦτο δοθὲν ἔστησε τὸν θόρυβον καὶ κατέπαυσε τὴν ἐπανάστασιν. ὡς γὰρ ἰατρός, ἀφελὼν 
<milestone n="20" unit="tlnum"/> πολὺ τοῦ διεφθορότος αἵματος, ὀλίγον ἀβλαβοῦς <milestone n="818e" unit="stephpage" xml:id="stephpage-818e"/> τροφῆς προσήνεγκεν, οὕτως ὁ πολιτικὸς ἀνήρ, μέγα τι τῶν ἀδόξων ἢ βλαβερῶν παρελόμενος, ἐλαφρᾷ πάλιν χάριτι καὶ φιλανθρώπῳ τὸ δυσκολαῖνον καὶ μεμψιμοιροῦν παρηγόρησεν. <milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>