γίγνεται μὲν οὖν διʼ ἀλλήλων ἀμφότερα ταῦτα. λέγουσι δ’ οἱ πλεῖστοι καὶ νομίζουσι πολιτικῆς παιδείας ἔργον· εἶναι τὸ καλῶς ἀρχομένους παρασχεῖν καὶ γὰρ πλέον ἐστὶ τοῦ ἄρχοντος ἐν ἑκάστῃ πόλει τὸ ἀρχόμενον· καὶ χρόνον ἕκαστος ἄρχει βραχύν, ἄρχεται δὲ τὸν ἅπαντα χρόνον ἐν δημοκρατίᾳ πολιτευόμενος· ὥστε κάλλιστον εἶναι μάθημα καὶ χρησιμώτατον τὸ πειθαρχεῖν τοῖς ἡγουμένοις, κἂν ὑποδεέστεροι δυνάμει καὶ δόξῃ τυγχάνωσιν ὄντες. ἄτοπον γάρ ἐστι τὸν μὲν ἐν τραγῳδίᾳ γῳδίᾳ πρωταγωνιστήν, Θεόδωρον ἢ Πῶλον ὄντα μισθωτὸν τῷ μισθωτὸν τῷ Madvigius: μισθωτῷ τὰ τρίτα λέγοντι πολλάκις ἕπεσθαι καὶ προσδιαλέγεσθαι ταπεινῶς, ἂν ἐκεῖνος; ἔχῃ τὸ διάδημα καὶ τὸ σκῆπτρον· ἐν δὲ πράξεσιν ἀληθιναῖς καὶ πολιτείᾳ τὸν πλούσιον καὶ ἔνδοξον ὀλιγωρεῖν καὶ καταφρονεῖν ἄρχοντος; ἰδιώτου καὶ πένητος, ἐνυβρίζοντα καὶ καθαιροῦντα συγκαθαιροῦντα R τῷ περὶ αὑτὸν ib. αὐτὸν ? ἀξιώματι τὸ τῆς πόλεως, ἀλλὰ μὴ μᾶλλον αὔξοντα καὶ προστιθέντα τὴν ἀπʼ αὑτοῦ ἀφ’ αὐτοῦ ? δόξαν καὶ δύναμιν τῇ ἀρχῇ. καθάπερ ἐν Σπάρτῃ τοῖς ἐφόροις οἵ τε βασιλεῖς ὑπεξανίσταντο, καὶ τῶν ἄλλων ὁ κληθεὶς οὐ βάδην ὑπήκουεν ἀλλὰ δρόμῳ καὶ σπουδῇ διʼ ἀγορᾶς θέοντες ἐπεδείκνυντο τὴν εὐπείθειαν τοῖς πολίταις, ἀγαλλόμενοι τῷ τιμᾶν τοὺς ἄρχοντας· οὐχ ὥσπερ ἔνιοι τῶν ἀπειροκάλων καὶ σολοίκων, οἷον ἰσχύος ἑαυτῶν καλλωπιζόμενοι περιουσίᾳ, βραβευτὰς ἐν ἀγῶσι προπηλακίζουσι καὶ χορηγοὺς ἐν Διονυσίοις λοιδοροῦσι καὶ στρατηγῶν καὶ γυμνασιάρχων *: γυμνασιαρχῶν καταγελῶσιν, οὐκ εἰδότες οὐδὲ μανθάνοντες ὅτι τοῦ τιμᾶσθαι τὸ τιμᾶν πολλάκις ἐστὶν ἐνδοξότερον. ἀνδρὶ γὰρ ἐν πόλει δυναμένῳ μέγα μείζονα φέρει κόσμον ἄρχων δορυφορούμενος ὑπʼ αὐτοῦ καὶ προπεμπόμενος ἢ δορυφορῶν καὶ προπέμπων μᾶλλον δὲ τοῦτο μὲν ἀηδίαν καὶ φθόνον, ἐκεῖνο δὲ τὴν ἀληθινὴν φέρει, τὴν ἀπʼ εὐνοίας, δόξαν· ὀφθεὶς δʼ ἐπὶ θύραις ποτὲ καὶ πρότερος ἀσπασάμενος καὶ λαβὼν ἐν περιπάτῳ μέσον, οὐδὲν ἀφαιρούμενος ἑαυτοῦ, τῇ πόλει κόσμον περιτίθησι. δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ. Διομήδους ὑπειπόντα, τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται Hom. Δ 418 ἢ τὸ τοῦ Δημοσθένους Δημοσθένους ] 21, 524 , ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος;. ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον εἰς τὸν οἰκεῖον χρόνον R ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς ὀργῆς.