<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="19" subtype="section" type="textpart"><p rend="indent">ποιοῦντα μέντοι καὶ παρέχοντα τοῖς κρατοῦσιν <milestone n="5" unit="tlnum"/> εὐπειθῆ τὴν πατρίδα δεῖ μὴ προσεκταπεινοῦν, <milestone n="814f" unit="stephpage" xml:id="stephpage-814f"/> μηδὲ τοῦ σκέλους δεδεμένου προσυποβάλλειν καὶ τὸν τράχηλον, ὥσπερ ἔνιοι, καὶ μικρὰ καὶ μείζω φέροντες ἐπὶ τοὺς ἡγεμόνας ἐξονειδίζουσι τὴν δουλείαν, μᾶλλον δʼ ὅλως τὴν πολιτείαν ἀναιροῦσι, 
<milestone n="10" unit="tlnum"/> καταπλῆγα καὶ περιδεᾶ καὶ πάντων ἄκυρον ποιοῦντες. ὥσπερ γὰρ οἱ χωρὶς ἰατροῦ μήτε δειπνεῖν μήτε λούεσθαι συνεθισθέντες οὐδʼ ὅσον ἡ φύσις δίδωσι χρῶνται τῷ ὑγιαίνειν, οὕτως οἱ παντὶ δόγματι καὶ συνεδρίῳ καὶ χάριτι καὶ διοικήσει προσάγοντες <milestone n="15" unit="tlnum"/> ἡγεμονικὴν κρίσιν ἀναγκάζουσιν ἑαυτῶν <milestone n="815a" unit="stephpage" xml:id="stephpage-815a"/> μᾶλλον ἢ βούλονται δεσπότας εἶναι τοὺς ἡγουμένους. αἰτία δὲ τούτου μάλιστα πλεονεξία<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">φιλονικία</foreign> </note> καὶ φιλονεικία τῶν πρώτων· ἢ γὰρ ἐν οἷς βλάπτουσι τοὺς ἐλάττονας ἐκβιάζονται φεύγειν τὴν πόλιν ἢ περὶ ὧν 
<milestone n="20" unit="tlnum"/> διαφέρονται πρὸς ἀλλήλους οὐκ ἀξιοῦντες ἐν τοῖς πολίταις ἔχειν ἔλαττον ἐπάγονται τοὺς κρείττονας· ἐκ τούτου δὲ καὶ βουλὴ καὶ δῆμος καὶ δικαστήρια καὶ ἀρχὴ πᾶσα τὴν ἐξουσίαν ἀπόλλυσι. δεῖ δὲ τοὺς μὲν ἰδιώτας ἰσότητι, τοὺς δὲ δυνατοὺς ἀνθυπείξει <milestone n="25" unit="tlnum"/> πραΰνοντα κατέχειν ἐν τῇ πολιτείᾳ καὶ διαλύειν τὰ πράγματα, πολιτικήν τινα ποιούμενον αὐτῶν ὥσπερ <milestone n="815b" unit="stephpage" xml:id="stephpage-815b"/> νοσημάτων ἀπόρρητον ἰατρείαν, αὐτόν τε μᾶλλον ἡττᾶσθαι βουλόμενον ἐν τοῖς πολίταις ἢ νικᾶν ὕβρει, <pb xml:id="v.5.p.103"/> καὶ καταλύσει τῶν οἴκοι δικαίων, τῶν τʼ ἄλλων ἑκάστου δεόμενον καὶ διδάσκοντα τὴν φιλονεικίαν ὅσον ἐστὶ κακόν· νῦν δʼ ὅπως μὴ πολίταις καὶ φυλέταις οἴκοι καὶ γείτοσι καὶ συνάρχουσιν ἀνθυπείξωσι <milestone n="5" unit="tlnum"/> μετὰ τιμῆς καὶ χάριτος, ἐπὶ ῥητόρων θύρας καὶ πραγματικῶν χεῖρας ἐκφέρουσι σὺν πολλῇ βλάβῃ καὶ αἰσχύνῃ τὰς διαφοράς. οἱ μὲν γὰρ ἰατροὶ τῶν νοσημάτων ὅσα μὴ δύνανται παντάπασιν ἀνελεῖν ἔξω, τρέπουσιν· εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος· ὁ 
<milestone n="10" unit="tlnum"/> <milestone n="815c" unit="stephpage" xml:id="stephpage-815c"/> δὲ πολιτικός, ἂν μὴ δύνηται τὴν πόλιν ἀπράγμονα παντελῶς διαφυλάττειν; ἐν αὐτῇ γε πειράσεται τὸ ταρασσόμενον αὐτῆς καὶ στασιάζον ἀποκρύπτων ἰᾶσθαι καὶ διοικεῖν, ὡς ἂν ἥκιστα τῶν ἐκτὸς ἰατρῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰατρῶν</foreign>] <foreign xml:lang="grc">ἰατρειῶν</foreign> Schaeferus</note> καὶ φαρμάκων δέοιτο. ἡ μὲν γὰρ προαίρεσις ἔστω <milestone n="15" unit="tlnum"/> τοῦ πολιτικοῦ τῆς ἀσφαλείας ἐχομένη καὶ φεύγουσα τὸ ταρακτικὸν τῆς κενῆς δόξης καὶ μανικόν, ὡς εἴρηται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. P 157</note>· τῇ μέντοι διαθέσει φρόνημα καὶ μένος πολυθαρσὲς ἐνέστω <quote rend="blockquote"><l>ἄτρομον, οἷὸν τʼ ἄνδρας ἐσέρχεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐσέρχεται</foreign> idem: <foreign xml:lang="grc">ἐπέρχεται</foreign> </note>, οἳ περὶ πάτρης 
<milestone n="20" unit="tlnum"/> </l><l> ἀνδράσι δυσμενέεσσι </l></quote> καὶ πράγμασι δυσκόλοις καὶ καιροῖς ἀντερείδουσι καὶ διαμάχονται. δεῖ γὰρ οὐ ποιεῖν χειμῶνας αὐτὸν ἀλλὰ μὴ προλείπειν ἐπιπεσόντων, οὐδὲ κινεῖν τὴν <milestone n="815d" unit="stephpage" xml:id="stephpage-815d"/> πόλιν ἐπισφαλῶς, σφαλλομένῃ δὲ καὶ κινδυνευούσῃ <milestone n="25" unit="tlnum"/> βοηθεῖν, ὥσπερ ἄγκυραν ἱερὰν ἀράμενον ἐξ αὐτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign>?</note> τὴν παρρησίαν ἐπὶ τοῖς μεγίστοις· οἷα Περγαμηνοὺς ἐπὶ Νέρωνος κατέλαβε πράγματα, καὶ <pb xml:id="v.5.p.104"/> Ῥοδίους ἔναγχος ἐπὶ Δομετιανοῦ, καὶ Θεσσαλοὺς πρότερον ἐπὶ τοῦ Σεβαστοῦ Πετραῖον ζῶντα κατακαύσαντας. <quote rend="blockquote"><l> ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Δ</foreign> 223</note></quote> <milestone n="5" unit="tlnum"/> οὐδὲ καταπτώσσοντα τὸν ἀληθῶς πολιτικὸν οὐδʼ αἰτιώμενον ἑτέρους αὑτὸν δὲ τῶν δεινῶν ἔξω τιθέμενον, ἀλλὰ καὶ πρεσβεύοντα καὶ πλέοντα καὶ λέγοντα πρῶτον οὐ μόνον ἥκομεν οἱ κτείναντες, ἀπότρεπε λοιγόν, Ἄπολλον·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Callimach. p. 787 ed. Schneid.</note> 
<milestone n="10" unit="tlnum"/> ἀλλά, κἂν τῆς ἁμαρτίας μὴ μετάσχῃ τοῖς πολλοῖς, <milestone n="815e" unit="stephpage" xml:id="stephpage-815e"/> τοὺς κινδύνους ὑπὲρ αὐτῶν ἀναδεχόμενον. καὶ γὰρ καλὸν τοῦτο καὶ πρὸς τῷ καλῷ πολλάκις ἑνὸς ἀνδρὸς ἀρετὴ καὶ φρόνημα θαυμασθὲν ἠμαύρωσε τὴν πρὸς πάντας ὀργὴν καὶ διεσκέδασε τὸ φοβερὸν καὶ <milestone n="15" unit="tlnum"/> πικρὸν τῆς ἀπειλῆς οἷα καὶ πρὸς Βοῦλιν ἔοικε καὶ Σπέρχιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σπέρχιν</foreign>] cf. p. 235 f.</note> τοὺς Σπαρτιάτας παθεῖν ὁ Πέρσης, καὶ πρὸς Σθέννωνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σθέννωνα</foreign>] cf. p. 203d. Vit. Pomp. c. 10</note> Πομπήιος ἔπαθεν, ὅτε, Μαμερτίνους μέλλοντος αὐτοῦ κολάζειν διὰ τὴν ἀπόστασιν, <milestone n="815f" unit="stephpage" xml:id="stephpage-815f"/> οὐκ ἔφη δίκαια πράξειν αὐτὸν ὁ Σθέννων, εἰ πολλοὺς 
<milestone n="20" unit="tlnum"/> ἀναιτίους ἀπολεῖ. διʼ ἕνα τὸν αἴτιον· ὁ γὰρ ἀποστήσας τὴν πόλιν αὐτὸς εἶναι τοὺς μὲν φίλους πείσας τοὺς δʼ ἐχθροὺς βιασάμενος. οὕτω ταῦτα διέθηκε τὸν Πομπήιον, ὥστε καὶ τὴν πόλιν ἀφεῖναι καὶ τῷ Σθέννωνι χρήσασθαι φιλανθρώπως. ὁ δὲ <milestone n="25" unit="tlnum"/>Σύλλα ξένος ὁμοίᾳ μὲν ἀρετῇ πρὸς οὐχ ὁμοίαν δὲ <milestone n="816a" unit="stephpage" xml:id="stephpage-816a"/> χρησάμενος εὐγενῶς ἐτελεύτησεν ἐπεὶ γὰρ ἑλὼν <pb xml:id="v.5.p.105"/> Πραινεστὸν ὁ Σύλλας ἔμελλε τοὺς ἄλλους ἅπαντας ἀποσφάττειν ἕνα δʼ ἐκεῖνον ἠφίει διὰ τὴν ξενίαν, εἰπὼν ὡς οὐ βούλεται σωτηρίας χάριν εἰδέναι τῷ φονεῖ τῆς πατρίδος, ἀνέμιξεν ἑαυτὸν καὶ συγκατεκόπη <milestone n="5" unit="tlnum"/> τοῖς πολίταις. τοιούτους μὲν οὖν καιροὺς ἀπεύχεσθαι δεῖ καὶ τὰ βελτίονα προσδοκᾶν. </p></div><div n="20" subtype="section" type="textpart"><p rend="indent">ἱερὸν δὲ χρῆμα καὶ μέγα πᾶσαν ἀρχὴν οὖσαν καὶ ἄρχοντα δεῖ μάλιστα τιμᾶν, τιμὴ δʼ ἀρχῆς ὁμοφροσύνη καὶ φιλία ʼπρὸς συνάρχοντας 
<milestone n="10" unit="tlnum"/> πολὺ μᾶλλον ἢ στέφανοι καὶ χλαμὺς περιπόρφυρος. <milestone n="816b" unit="stephpage" xml:id="stephpage-816b"/> οἱ δὲ τὸ συστρατεύσασθαι καὶ συνεφηβεῦσαι φιλίας ἀρχὴν τιθέμενοι, τὸ δὲ συστρατηγεῖν καὶ συνάρχειν ἔχθρας αἰτίαν λαμβάνοντες, ἓν τῶν τριῶν κακῶν οὐ διαπεφεύγασιν· ἢ γὰρ ἴσους ἡγούμενοι τοὺς <milestone n="15" unit="tlnum"/> συνάρχοντας αὐτοὶ στασιάζουσιν ἢ κρείττονας φθονοῦσιν ἢ ταπεινοτέρους καταφρονοῦσι. δεῖ δὲ καὶ θεραπεύειν τὸν κρείττονα καὶ κοσμεῖν τὸν ἥττονα καὶ τιμᾶν τὸν ὅμοιον, ἀσπάζεσθαι δὲ καὶ φιλεῖν ἅπαντας, ὡς οὐ διὰ τραπέζης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ διὰ τραπέχης κἑ</foreign>] cf. Kock. 3 p. 495</note> οὐδὲ κώθωνος οὐδʼ 
<milestone n="20" unit="tlnum"/> ἐφʼ ἑστίας, ἀλλὰ κοινῇ καὶ δημοσίᾳ ψήφῳ φίλους γεγονότας καὶ τρόπον τινὰ πατρῴαν τὴν ἀπὸ τῆς <milestone n="816c" unit="stephpage" xml:id="stephpage-816c"/> πατρίδος εὔνοιαν ἔχοντας. ὁ γοῦν Σκιπίων ἤκουσεν ἐν Ῥώμῃ κακῶς, ὅτι φίλους ἑστιῶν ἐπὶ τῇ καθιερώσει τοῦ Ἡρακλείου τὸν συνάρχοντα Μόμμιον οὐ <milestone n="25" unit="tlnum"/> παρέλαβε· καὶ γάρ, εἰ τἄλλα μὴ φίλους ἐνόμιζον ἑαυτούς, ἐν τοῖς γε τοιούτοις ἠξίουν τιμᾶν καὶ φιλοφρονεῖσθαι διὰ τὴν ἀρχήν. ὅπου τοίνυν ἀνδρὶ <pb xml:id="v.5.p.106"/> τἄλλα θαυμασίῳ τῷ Σκιπίωνι μικρὸν οὕτω φιλανθρώπευμα παραλειφθὲν ὑπεροψίας ἤνεγκε δόξαν, ἦπου κολούων ἄν τις ἀξίωμα συνάρχοντος ἢ πράξεσιν ἐχούσαις φιλοτιμίαν ἐπηρεάζων ἢ πάντα. συλλήβδην <milestone n="5" unit="tlnum"/> ἀνατιθεὶς ἅμα καὶ περιάγων ὑπʼ αὐθαδείας <milestone n="816d" unit="stephpage" xml:id="stephpage-816d"/> εἰς ἑαυτὸν ἐκείνου δʼ ἀφαιρούμενος, ἐπιεικὴς ἂν φανείη καὶ μέτριος; μέμνημαι νέον ἐμαυτὸν ἔτι πρεσβευτὴν μεθʼ ἑτέρου πεμφθέντα πρὸς ἀνθύπατον,ʼ ἀπολειφθέντος δέ πως ἐκείνου, μόνον ἐντυχόντα 
<milestone n="10" unit="tlnum"/> καὶ διαπραξάμενον ὡς οὖν ἔμελλον ἐπανελθὼν ἀποπρεσβεύειν, ἀναστὰς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναστὰς</foreign>] fort. <foreign xml:lang="grc">παραστὰς</foreign></note> ὁ πατὴρ κατʼ ἰδίαν ἐκέλευσε μὴ λέγειν <q>ᾠχόμην</q> ἀλλʼ <q>ᾠχόμεθα,</q> μηδʼ <q>εἶπον</q> ἀλλʼ <q>εἴπομεν,</q> καὶ τἄλλα συνεφαπτόμενον οὕτω καὶ κοινούμενον ἀπαγγέλλειν. οὐ γὰρ μόνον <milestone n="15" unit="tlnum"/> <milestone n="816e" unit="stephpage" xml:id="stephpage-816e"/> ἐπιεικὲς τὸ τοιοῦτον καὶ φιλάνθρωπόν ἐστιν, ἀλλὰ καὶ τὸ λυποῦν τὸν φθόνον ἀφαιρεῖ τῆς δόξης;. ὅθεν οἱ μεγάλοι καὶ δαίμονα καὶ τύχην τοῖς κατορθώμασι συνεπιγράφουσιν, ὡς Τιμολέων ὁ τὰς ἐν Σικελίᾳ καταλύσας τυραννίδας Αὐτοματίας ἱερὸν 
<milestone n="20" unit="tlnum"/> ἱδρύσατο · καὶ Πύθων ἐπὶ τῷ Κότυν ἀποκτεῖναι θαυμαζόμενος καὶ τιμώμενος ὑπὸ τῶν Ἀθηναίων <q>ὁ θεός</q> ἔφη <q>ταῦτʼ ἔπραξε, τὴν χεῖρα παρʼ ἐμοῦ χρησάμενος.</q> Θεόπομπος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων πρὸς τὸν εἰπόντα σῴζεσθαι τὴν Σπάρτην <milestone n="25" unit="tlnum"/> διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας <q>μᾶλλον</q> ἔφη διὰ <q>τοὺς πολλοὺς πειθαρχικοὺς ὄντας <milestone n="816f" unit="stephpage" xml:id="stephpage-816f"/></q>.</p></div></div></body></text></TEI>