<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="17" subtype="section" type="textpart"><p rend="indent">φύσει μὲν οὖν ἄρχων ἀεὶ πόλεως ὁ πολιτικὸς ὥσπερ ἡγεμὼν ἐν μελίτταις, καὶ τοῦτο χρὴ διανοούμενον ἔχειν τὰ δημόσια διὰ χειρός· ἃς δʼ 
<milestone n="20" unit="tlnum"/> ὀνομάζουσιν ἐξουσίας καὶ χειροτονοῦσιν ἀρχὰς μήτʼ ἄγαν διώκειν καὶ πολλάκις, οὐ γὰρ σεμνὸν οὐδὲ δημοτικὸν ἡ φιλαρχία· μήτʼ ἀπωθεῖσθαι, τοῦ δήμου κατὰ νόμον διδόντος καὶ καλοῦντος ἀλλὰ κἂν ταπεινότεραι τῆς δόξης ὦσι, δέχεσθαι καὶ συμφιλοτιμεῖσθαι <milestone n="25" unit="tlnum"/> <milestone n="813d" unit="stephpage" xml:id="stephpage-813d"/> δίκαιον γὰρ ὑπὸ τῶν μειζόνων κοσμουμένους ἀρχῶν ἀντικοσμεῖν τὰς,·ʼ ἐλάττονας, καὶ τῶν μὲν βαρυτέρων οἷον στρατηγίας Ἀθήνησι καὶ πρυτανείας ἐν Ῥόδῳ καὶ βοιωταρχίας παρʼ ἡμῖν, ὑφίεσθαὶ τι καὶ παρενδιδόναι μετριάζοντα ταῖς δὲ <pb xml:id="v.5.p.99"/> μικροτέραις ἀξίωμα προστιθέναι καὶ ὄγκον, ὅπως μήτε περὶ ταύτας εὐκαταφρόνητοι μήτε ἐπίφθονοι περὶ ἐκείνας ὦμεν. εἰσιόντα δʼ εἰς ἅπασαν ἀρχὴν οὐ μόνον ἐκείνους δεῖ προχειρίζεσθαι τοὺς <milestone n="5" unit="tlnum"/> λογισμούς, οὓς ὁ Περικλῆς αὑτὸν ὑπεμίμνησκεν <milestone n="813e" unit="stephpage" xml:id="stephpage-813e"/> ἀναλαμβάνων τὴν χλαμύδα <q>πρόσεχε, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, πολιτῶν Ἀθηναίων·</q> ἀλλὰ κἀκεῖνο λέγειν πρὸς ἑαυτὸν <q>ἀρχόμενος ἄρχεις, ὑποτεταγμένης πόλεως ἀνθυπάτοις, <milestone n="10" unit="tlnum"/> ἐπιτρόποις Καίσαρος· οὐ <q>ταῦτα λόγχη πεδιάς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λόγχη πεδιὰς</foreign> Duebnerus (ex Soph. Trach. 1058): <foreign xml:lang="grc">λόγχης πεδία</foreign> </note>,</q> οὐδʼ αἱ παλαιαὶ Σάρδεις οὐδʼ ἡ Λυδῶν ἐκείνη δύναμις</q> εὐσταλεστέραν δεῖ τὴν χλαμύδα ποιεῖν, καὶ βλέπειν ἀπὸ τοῦ στρατηγίου πρὸς τὸ βῆμα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ βλέπειν ἀπὸ τοῦ βήματος πρὸς τὸ στρατήγιον</foreign> Kaltwasserus</note>, καὶ τῷ στεφάνῳ μὴ πολὺ φρονεῖν μηδὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φρονεῖν μηδὲ</foreign> Coraes: <foreign xml:lang="grc">φρόνημα</foreign> </note> πιστεύειν, ὁρῶντα <milestone n="15" unit="tlnum"/> τοὺς καλτίους ἐπάνω τῆς κεφαλῆς· ἀλλὰ μιμεῖσθαι <milestone n="813f" unit="stephpage" xml:id="stephpage-813f"/> τοὺς ὑποκριτάς, πάθος; μὲν ἴδιον καὶ ἦθος καὶ ἀξίωμα τῷ ἀγῶνι προστιθέντας, τοῦ δʼ ὑποβολέως ἀκούοντας καὶ μὴ παρεκβαίνοντας τοὺς ῥυθμοὺς 
<milestone n="20" unit="tlnum"/> καὶ τὰ μέτρα τῆς διδομένης ἐξουσίας ὑπὸ τῶν κρατούντων. ἡ γὰρ ἔκπτωσις οὐ φέρει συριγμὸν οὐδὲ χλευασμὸν οὐδὲ κλωγμόν, ἀλλὰ πολλοῖς μὲν ἐπέβη <quote rend="blockquote"><l> δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς,</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 918</note></quote> ὡς τοῖς περὶ Παρδάλαν· τὸν ὑμέτερον ἐκλαθομένοις τῶν ὅρων ὁ δέ τις ἐκριφεὶς εἰς νῆσον γέγονε κατὰ <milestone n="25" unit="tlnum"/> τὸν Σόλωνα <pb xml:id="v.5.p.100"/> <quote rend="blockquote"><l>Φολεγάνδριος ἢ Σικινήτης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σικινήτης</foreign> idem ex cod. Monacensi: <foreign xml:lang="grc">σικινίτης</foreign> </note>,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 2 p. 34</note> <milestone n="814a" unit="stephpage" xml:id="stephpage-814a"/> </l><l> ἀντί.,γʼ Ἀθηναίου πατρίδʼ ἀμειψάμενος.</l></quote> τὰ μὲν γὰρ μικρὰ παιδία τῶν πατέρων ὁρῶντες ἐπιχειροῦντα τὰς κρηπῖδας ὑποδεῖσθαι καὶ τοὺς στεφάνους <milestone n="5" unit="tlnum"/> περιτίθεσθαι μετὰ παιδιᾶς γελῶμεν, οἱ δʼ ἄρχοντες ἐν ταῖς πόλεσιν ἀνοήτως τὰ τῶν προγόνων ἔργα καὶ φρονήματα καὶ πράξεις ἀσυμμέτρους τοῖς παροῦσι καιροῖς καὶ πράγμασιν οὔσας μιμεῖσθαι κελεύοντες ἐξαίρουσι τὰ πλήθη, γέλωτά τε ποιοῦντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γέλωτά τε ποιοῦντες</foreign> *: <foreign xml:lang="grc">γελωτοποιοῦντες</foreign> aut <foreign xml:lang="grc">γελοῖά τε ποιοῦντες</foreign> </note> <milestone n="10" unit="tlnum"/> οὐκέτι γέλωτος ἄξια πάσχουσιν, ἂν μὴ πάνυ καταφρονηθῶσι. πολλὰ γὰρ ἔστιν ἄλλα τῶν πρότερον <milestone n="814b" unit="stephpage" xml:id="stephpage-814b"/>Ἑλλήνων διεξιόντα τοῖς νῦν ἠθοποιεῖν καὶ σωφρονίζειν, ὡς Ἀθήνησιν ὑπομιμνήσκοντα μὴ τῶν πολεμικῶν, ἀλλʼ οἷόν ἐστι τὸ ψήφισμα τὸ τῆς ἀμνηστίας <milestone n="15" unit="tlnum"/> ἐπὶ τοῖς τριάκοντα· καὶ τὸ ζημιῶσαι Φρύνιχον τραγῳδίᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τραγώδίαν</foreign> an <foreign xml:lang="grc">ἐν τραγῳδίᾳ</foreign>?</note> διδάξαντα τὴν Μιλήτου ἅλωσιν· καὶ ὅτι, Θήβας Κασάνδρου κτίζοντος, ἐστεφανηφόρησαν τὸν δʼ ἐν Ἄργει πυθόμενοι σκυταλισμόν, ἐν ᾧ πεντακοσίους καὶ χιλίους ἀνῃρήκεσαν ἐξ αὑτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> οἱ Ἀργεῖοι, 
<milestone n="20" unit="tlnum"/> περιενεγκεῖν καθάρσιον περὶ τὴν ἐκκλησίαν ἐκέλευσαν ἐν· δὲ τοῖς Ἁρπαλείοις τὰς οἰκίας ἐρευνῶντες μόνην τὴν τοῦ γεγαμηκότος νεωστὶ παρῆλθον. ταῦτα γὰρ καὶ νῦν ἔξεστι ζηλοῦντας ἐξομοιοῦσθαι τοῖς <milestone n="814c" unit="stephpage" xml:id="stephpage-814c"/> προγόνοις· τὸν δὲ Μαραθῶνα καὶ τὸν Εὐρυμέδοντα <milestone n="25" unit="tlnum"/> καὶ τὰς Πλαταιάς, καὶ ὅσα τῶν παραδειγμάτων οἰδεῖν ποιεῖ καὶ φρυάττεσθαι διακενῆς τοὺς <pb xml:id="v.5.p.101"/> πολλούς, ἀπολιπόντας ἐν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν</foreign>] del. Coraes</note> ταῖς σχολαῖς τῶν σοφιστῶν. </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent">οὐ μόνον δὲ δεῖ παρέχειν αὑτόν τε καὶ τὴν πατρίδα πρὸς τοὺς ἡγεμόνας ἀναίτιον, ἀλλὰ καὶ <milestone n="5" unit="tlnum"/> φίλον ἔχειν ἀεί τινα τῶν ἄνω δυνατωτάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἄνω δυνατωτάτων</foreign>] alterutrum scrib. aut <foreign xml:lang="grc">τῶν ἄνω</foreign> (quod praestat) aut <foreign xml:lang="grc">τῶν δυνατωτάτων.</foreign> In Palatino <foreign xml:lang="grc">ἄνω</foreign> supra est scriptum pr. m. </note>, ὥσπερ ἕρμα τῆς πολιτείας βέβαιον· αὐτοὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὶ</foreign>] <foreign xml:lang="grc">τοιοῦτοι</foreign> correctio est</note> γάρ εἰσι Ῥωμαῖοι πρὸς· τὰς πολιτικὰς σπουδὰς προθυμότατοι τοῖς φίλοις καὶ καρπὸν ἐκ φιλίας ἡγεμονικῆς λαμβάνοντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">X: <foreign xml:lang="grc">λαμβάνοντες</foreign> </note>, οἷον ἔλαβε Πολύβιος καὶ Παναίτιος τῇ <milestone n="10" unit="tlnum"/> <milestone n="814d" unit="stephpage" xml:id="stephpage-814d"/>Σκιπίωνος εὐνοίᾳ πρὸς αὐτοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὶς</foreign> *: <foreign xml:lang="grc">αὐτοὺς</foreign> </note> μεγάλα τὰς πατρίδας ὠφελήσαντες, εἰς εὐδαιμονίαν δημοσίαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐδαιμονίαν δημοσίαν</foreign> scripsi (<foreign xml:lang="grc">δημοσίαν εὐδαιμονίαν</foreign> W): <foreign xml:lang="grc">εὐδαιμονίαν</foreign> </note> ἐξενέγκασθαι καλόν. ἄρειόν τε Καῖσαρ, ὅτε τὴν Ἀλεξάνδρειαν εἷλε, διὰ χειρὸς ἔχων καὶ μόνῳ προσομιλῶν τῶν συνήθων συνεισήλασεν, εἶτα τοῖς Ἀλεξανδρεῦσι τὰ <milestone n="15" unit="tlnum"/> ἔσχατα προσδοκῶσι καὶ δεομένοις ἔφη διαλλάττεσθαι διά τε τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὸν οἰκιστὴν Ἀλέξανδρον, <q>καὶ τρίτον</q> ἔφη <q>τῷ φίλῳ μου τούτῳ χαριζόμενος.</q> ἆρὰ γʼ ἄξιον τῇ χάριτι ταύτῃ παραβαλεῖν τὰς πολυταλάντους ἐπιτροπὰς καὶ
<milestone n="20" unit="tlnum"/> διοικήσεις τῶν ἐπαρχιῶν, ἃς διώκοντες οἱ πολλοὶ γηράσκουσι πρὸς ἀλλοτρίαις θύραις, τὰ οἴκοι προλιπόντες· ἢ τὸν Εὐριπίδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] cf. Phoeniss. 521</note> ἐπανορθωτέον ᾄδοντα <milestone n="814e" unit="stephpage" xml:id="stephpage-814e"/> καὶ λέγοντα, ὡς εἴπερ ἀγρυπνεῖν χρὴ καὶ φοιτᾶν ἐπʼ αὔλειον ἑτέρου καὶ ὑποβάλλειν ἑαυτὸν ἡγεμονικῇ <pb xml:id="v.5.p.102"/> συνηθείᾳ, πατρίδος πέρι κάλλιστον ἐπὶ ταῦτα χωρεῖν, τὰ δʼ ἄλλα τὰς ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις φιλίας ἀσπάζεσθαι καὶ φυλάττειν; </p></div></div></body></text></TEI>