<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent">πολιτείας δʼ οἱ μὲν εἰς ἅπαν ἐνδύονται μέρος, ὥσπερ ὁ Κάτων, οὐδεμιᾶς ἀξιοῦντες εἰς δύναμιν <milestone n="811b" unit="stephpage" xml:id="stephpage-811b"/> ἀπολείπεσθαι φροντίδος οὐδʼ ἐπιμελείας τὸν ἀγαθὸν πολίτην· καὶ τὸν Ἐπαμεινώνδαν ἐπαινοῦσιν, <milestone n="5" unit="tlnum"/> ὅτι φθόνῳ καὶ πρὸς ὕβριν ἀποδειχθεὶς τελέαρχος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τέλμαρχος</foreign> et <foreign xml:lang="grc">τελμαρχίαν</foreign> Winckelmannus</note> ὑπὸ τῶν Θηβαίων οὐκ ἠμέλησεν, ἀλλʼ εἰπὼν ὡς οὐ μόνον ἀρχὴ ἄνδρα δείκνυσιν ἀλλὰ καὶ ἀρχὴν ἀνήρ, εἰς μέγα καὶ σεμνὸν ἀξίωμα προήγαγε τὴν τελεαρχίαν, οὐδὲν οὖσαν πρότερον ἀλλʼ περὶ τοὺς στενωποὺς 
   <milestone n="10" unit="tlnum"/> ἐκβολῆς κοπρίων καὶ ῥευμάτων ἀποτροπῆς ἐπιμέλειάν τινα. κἀγὼ δʼ ἀμέλει παρέχω γέλωτα τοῖς παρεπιδημοῦσιν, ὁρώμενος ἐν δημοσίῳ περὶ τὰ τοιαῦτα πολλάκις· ἀλλὰ βοηθεῖ μοι τὸ τοῦ Ἀντισθένους μνημονευόμενον · θαυμάσαντος γάρ τινος, <milestone n="15" unit="tlnum"/> <milestone n="811c" unit="stephpage" xml:id="stephpage-811c"/> εἰ διʼ ἀγορᾶς αὐτὸς φέρει τάριχος, <q>ἐμαυτῷ γʼ</q> εἶπεν ἐγὼ δʼ ἀνάπαλιν πρὸς τοὺς ἐγκαλοῦντας, εἰ κεράμῳ παρέστηκα διαμετρουμένῳ καὶ φυράμασι καὶ λίθοις παρακομιζομένοις, οὐκ ἐμαυτῷ γέ φημι ταῦτʼ οἰκονομεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἰκονομεῖν</foreign> X: <foreign xml:lang="grc">οἰκοδομῶν</foreign> </note> ἀλλὰ τῇ πατρίδι. καὶ γὰρ εἰς ἄλλα πολλὰ 
   <milestone n="20" unit="tlnum"/> μικρὸς ἄν τις εἴη καὶ γλίσχρος αὑτῷ διοικῶν καὶ διʼ αὑτὸν πραγματευόμενος· εἰ δὲ δημοσίᾳ καὶ διὰ τὴν πόλιν, οὐκ ἀγεννής, ἀλλὰ μεῖζον τὸ μέχρι μικρῶν ἐπιμελὲς καὶ πρόθυμον. ἕτεροι δὲ σεμνότερον οἴονται καὶ μεγαλοπρεπέστερον εἶναι τὸ τοῦ Περικλέους· <milestone n="25" unit="tlnum"/> ὧν καὶ Κριτόλαός ἐστιν ὁ Περιπατητικὸς ἀξιῶν, ὥσπερ ἡ Σαλαμινία ναῦς Ἀθήνησι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ναῦς Ἀθήνησι</foreign> del. Abreschius</note> καὶ ἡ <milestone n="811d" unit="stephpage" xml:id="stephpage-811d"/>Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον ἀλλʼ ἐπὶ τὰς ἀναγκαίας <pb xml:id="v.5.p.94"/> καὶ μεγάλας κατεσπῶντο πράξεις, οὕτως ἑαυτῷ πρὸς τὰ κυριώτατα καὶ μέγιστα χρῆσθαι, ὡς ὁ τοῦ κόσμου βασιλεύς, <quote rend="blockquote"><l> τῶν ἄγαν γὰρ ἅπτεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 675</note> <milestone n="5" unit="tlnum"/> </l><l>θεός, τὰ μικρὰ δʼ εἰς τύχην ἀνεὶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφεὶς</foreign> p. 464 a</note> ἐᾷ </l></quote> κατὰ τὸν Εὐριπίδην. οὐδὲ γὰρ τοῦ Θεαγένους τὸ φιλότιμον ἄγαν καὶ φιλόνεικον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">φιλόνεικον</foreign> </note> ἐπαινοῦμεν, ὃς οὐ μόνον τὴν περίοδον νενικηκὼς ἀλλὰ καὶ πολλοὺς ἀγῶνας, οὐ παγκρατίῳ μόνον ἀλλὰ καὶ πυγμῇ καὶ 
   <milestone n="10" unit="tlnum"/> δολίχῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">δολιχῷ</foreign> </note>, τέλος ἡρῷα δειπνῶν ἐπιταφίου τινός, ὥσπερ εἰώθει, προτεθείσης ἅπασι τῆς μερίδος, ἀναπηδήσας <milestone n="811e" unit="stephpage" xml:id="stephpage-811e"/> διεπαγκρατίασεν, ὡς οὐδένα νικᾶν δέον αὐτοῦ παρόντος· ὅθεν ἤθροισε χιλίους καὶ διακοσίους στεφάνους, ὧν συρφετὸν ἄν τις ἡγήσαιτο τοὺς πλείστους. <milestone n="15" unit="tlnum"/> οὐδὲν οὖν τούτου διαφέρουσιν οἱ πρὸς πᾶσαν ἀποδυόμενοι πολιτικὴν πρᾶξιν, ἀλλὰ μεμπτούς τε ταχὺ ποιοῦσιν ἑαυτοὺς τοῖς πολλοῖς, ἐπαχθεῖς τε γίγνονται καὶ κατορθοῦντες ἐπίφθονοι, κἂν σφαλῶσιν, ἐπίχαρτοι, καὶ τὸ θαυμαζόμενον αὐτῶν ἐν ἀρχῇ τῆς 
<milestone n="20" unit="tlnum"/> ἐπιμελείας εἰς χλευασμὸν ὑπονοστεῖ καὶ γέλωτα. τοιοῦτον τὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> Duebnerus</note> <milestone n="811f" unit="stephpage" xml:id="stephpage-811f"/> <quote rend="blockquote"><l>Μητίοχος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">Μήτιχος</foreign> hic et infra Elmsley</note> μὲν γὰρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">γὰρ</foreign> Porson</note> στρατηγεῖ, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Kock. 3 p. 629</note><l>Μητίοχος δὲ τὰς ὁδούς, </l><l>Μητίοχος δʼ ἄρτους ἐπωπᾷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπωπᾷ</foreign> Dindorfius: <foreign xml:lang="grc">ἐπώπτα</foreign> (Palat.) aut <foreign xml:lang="grc">ἐποπτᾶ</foreign> </note>, Μητίοχος δὲ τἄλφιτα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">τὰ ἄλφιτα</foreign> mei</note>, </l><l>Μητίοχος δὲ πάντʼ ἀκεῖται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πάντ’ ἀκεῖται</foreign> *: <foreign xml:lang="grc">πάντα κεῖται</foreign> In eandem coniecturam etiam Abreschius incidit</note>, Μητίοχος δʼ οἰμώξεται.</l></quote> <pb xml:id="v.5.p.95"/> τῶν Περικλέους οὗτος εἷς ἦν ἑταίρων, τῇ διʼ ἐκεῖνον, ὡς ἔοικε, δυνάμει χρώμενος ἐπιφθόνως καὶ κατακόρως. δεῖ δέ, ὥς φασιν, ἐρῶντι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖ δέ, φασίν ὡς ἐρῶντι</foreign> Madvigius</note> τῷ δήμῳ τὸν πολιτικὸν προσφέρεσθαι καὶ μὴ παρόντος ἑαυτοῦ <milestone n="5" unit="tlnum"/> πόθον ἐναπολείπειν · ὃ καὶ Σκιπίων ὁ Ἀφρικανὸς <milestone n="812a" unit="stephpage" xml:id="stephpage-812a"/> ἐποίει πολὺν χρόνον ἐν ἀγρῷ διαιτώμενος, ἅμα καὶ τοῦ φθόνου τὸ βάρος ἀφαιρῶν καὶ διδοὺς ἀναπνοὴν τοῖς πιέζεσθαι δοκοῦσιν ὑπὸ τῆς ἐκείνου δόξης. Τιμησίας δʼ ὁ Κλαζομένιος τὰ μὲν ἄλλα ἦν περὶ 
   <milestone n="10" unit="tlnum"/> τὴν πόλιν ἀνὴρ ἀγαθός, τῷ δὲ πάντα πράσσειν διʼ ἑαυτοῦ φθονούμενος ἠγνόει καὶ μισούμενος, ἕως αὐτῷ συνέβη τι τοιοῦτον · ἔτυχον ἐν ὁδῷ παῖδες ἐκ λάκκου τινὸς ἀστράγαλον ἐκκόπτοντες, ἐκείνου παριόντος· ὧν οἱ μὲν ἔφασκον μένειν, ὁ δὲ πατάξας <milestone n="15" unit="tlnum"/> <q>οὕτως</q> εἶπεν <q>ἐκκόψαιμι Τιμησίου τὸν ἐγκέφαλον, ὡς οὗτος ἐκκέκοπται</q>. τοῦθʼ ὁ Τιμησίας ἀκούσας καὶ συνεὶς τὸν διήκοντα διὰ πάντων αὑτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign> *: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> φθόνον, <milestone n="812b" unit="stephpage" xml:id="stephpage-812b"/> ἀναστρέψας ἔφρασε τὸ πρᾶγμα τῇ γυναικί, καὶ κελεύσας ἕπεσθαι συνεσκευασμένην εὐθὺς ἀπὸ τῶν 
<milestone n="20" unit="tlnum"/> θυρῶν ᾤχετʼ ἀπιὼν ἐκ τῆς πόλεως. ἔοικε δὲ καὶ Θεμιστοκλῆς, τοιούτου τινὸς ἀπαντῶντος αὐτῷ παρὰ τῶν Ἀθηναίων, εἰπεῖν <q>τί, μακάριοι, κοπιᾶτε πολλάκις εὖ πάσχοντες;</q> Τῶν δὲ τοιούτων τὰ μὲν ὀρθῶς τὰ δʼ οὐκ εὖ λέλεκται. τῇ μὲν γὰρ εὐνοίᾳ <milestone n="25" unit="tlnum"/> καὶ κηδεμονίᾳ δεῖ μηδενὸς ἀφεστάναι τῶν κοινῶν, ἀλλὰ πᾶσι προσέχειν καὶ γιγνώσκειν ἕκαστα, μηδʼ <pb xml:id="v.5.p.96"/> ὥσπερ ἐν πλοίῳ σκεῦος ἱερὸν ἀποκεῖσθαι τὰς ἐσχάτας <milestone n="812c" unit="stephpage" xml:id="stephpage-812c"/> περιμένοντα χρείας τῆς πόλεως καὶ τύχας ἀλλʼ ὡς οἱ κυβερνῆται τὰ μὲν ταῖς χερσὶ διʼ αὑτῶν πράττουσι, τὰ δʼ ὀργάνοις ἑτέροις διʼ ἑτέρων ἄπωθεν <milestone n="5" unit="tlnum"/> καθήμενοι περιάγουσι καὶ στρέφουσι, χρῶνται δὲ καὶ ναύταις καὶ πρῳρεῦσι καὶ κελευσταῖς, καὶ τούτων ἐνίους ἀνακαλούμενοι πολλάκις εἰς πρύμναν ἐγχειρίζουσι τὸ πηδάλιον οὕτω τῷ πολιτικῷ προσήκει παραχωρεῖν μὲν ἑτέροις ἄρχειν καὶ προσκαλεῖσθαι 
   <milestone n="10" unit="tlnum"/> πρὸς τὸ βῆμα μετʼ εὐμενείας καὶ φιλανθρωπίας, κινεῖν δὲ μὴ πάντα τὰ τῆς πόλεως τοῖς αὑτοῦ λόγοις καὶ ψηφίσμασιν ἢ πράξεσιν, ἀλλʼ ἔχοντα πιστοὺς καὶ ἀγαθοὺς ἄνδρας ἕκαστον ἑκάστῃ χρείᾳ κατὰ τὸ οἰκεῖον προσαρμόττειν ὡς Περικλῆς <milestone n="15" unit="tlnum"/> <milestone n="812d" unit="stephpage" xml:id="stephpage-812d"/>Μενίππῳ μὲν ἐχρῆτο πρὸς τὰς στρατηγίας, διʼ Ἐφιάλτου δὲ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐταπείνωσε, διὰ δὲ Χαρίνου τὸ κατὰ Μεγαρέων ἐκύρωσε ψήφισμα, Λάμπωνα δὲ Θουρίων οἰκιστὴν ἐξέπεμψεν. οὐ γὰρ μόνον, τῆς δυνάμεως εἰς πολλοὺς διανέμεσθαι 
   <milestone n="20" unit="tlnum"/> δοκούσης, ἧττον ἐνοχλεῖ τῶν φθόνων τὸ μέγεθος, ἀλλὰ καὶ τὰ τῶν χρειῶν ἐπιτελεῖται μᾶλλον. ὡς γὰρ ὁ τῆς χειρὸς εἰς τοὺς δακτύλους μερισμὸς οὐκ ἀσθενῆ πεποίηκεν ἀλλὰ τεχνικὴν καὶ ὀργανικὴν αὐτῆς τὴν χρῆσιν, οὕτως ὁ πραγμάτων ἑτέροις ἐν <milestone n="25" unit="tlnum"/> <milestone n="812e" unit="stephpage" xml:id="stephpage-812e"/> πολιτείᾳ μεταδιδοὺς ἐνεργοτέραν ποιεῖ τῇ κοινωνίᾳ τὴν πρᾶξιν ὁ δʼ ἀπληστίᾳ δόξης ἢ δυνάμεως πᾶσαν αὑτῷ τὴν πόλιν ἀνατιθεὶς καὶ πρὸς ὃ μὴ πέφυκε μηδʼ ἤσκηται προσάγων αὑτόν, ὡς Κλέων πρὸς τὸ στρατηγεῖν Φιλοποίμην δὲ πρὸς τὸ ναυαρχεῖν Ἀννίβας <pb xml:id="v.5.p.97"/> δὲ πρὸς τὸ δημηγορεῖν, οὐκ ἔχει παραίτησιν ἁμαρτάνων ἀλλὰ προσακούει τὸ τοῦ Εὐριπίδου <quote rend="blockquote"><l>τέκτων γὰρ ὢν ἔπρασσες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. idem: <foreign xml:lang="grc">ἔπραττες</foreign> (<foreign xml:lang="grc">ἔπραξεν</foreign> Palat.)</note> οὐ ξυλουργικά</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 678</note></quote> λέγειν ἀπίθανος ὢν ἐπρέσβευες ἢ ῥᾴθυμος ὢν <milestone n="5" unit="tlnum"/> ὠκονόμεις, ψήφων ἄπειρος ἐταμίευες ἢ γέρων καὶ <milestone n="812f" unit="stephpage" xml:id="stephpage-812f"/> ἀσθενὴς ἐστρατήγεις. Περικλῆς δὲ καὶ πρὸς Κίμωνα διενείματο τὴν δύναμιν, αὐτὸς μὲν ἄρχειν ἐν ἄστει, τὸν δὲ πληρώσαντα τὰς ναῦς τοῖς βαρβάροις πολεμεῖν· ἦν γὰρ ὁ μὲν πρὸς πολιτείαν ὁ δὲ 
   <milestone n="10" unit="tlnum"/> πρὸς πόλεμον εὐφυέστερος. ἐπαινοῦσι δὲ καὶ τὸν Ἀναφλύστιον Εὔβουλον, ὅτι πίστιν ἔχων ἐν τοῖς μάλιστα καὶ δύναμιν οὐδὲν τῶν Ἑλληνικῶν ἔπραξεν οὐδʼ ἐπὶ στρατηγίαν ἦλθεν, ἀλλʼ ἐπὶ τὰ χρήματα τάξας; ἑαυτὸν ηὔξησε τὰς κοινὰς προσόδους καὶ μεγάλα <milestone n="15" unit="tlnum"/> τὴν πόλιν ἀπὸ τούτων ὠφέλησεν. Ἰφικράτης δὲ καὶ μελέτας λόγων, ποιούμενος ἐν οἴκῳ πολλῶν <milestone n="813a" unit="stephpage" xml:id="stephpage-813a"/> παρόντων, ἐχλευάζετο καὶ γὰρ εἰ λογεὺς ἀγαθὸς ἀλλὰ μὴ φαῦλος ἦν, ἔδει τὴν, ἐν τοῖς ὅπλοις 
<milestone n="20" unit="tlnum"/> δόξαν ἀγαπῶντα τῆς σχολῆς ἐξίστασθαι τοῖς σοφισταῖς. </p></div><div n="16" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δὲ παντὶ· δήμῳ τὸ κακόηθες καὶ φιλαίτιον ἔνεστι πρὸς τοὺς πολιτευομένους καὶ πολλὰ τῶν χρησίμων, ἂν μὴ στάσιν ἔχῃ μηδʼ ἀντιλογίαν, ὑπονοοῦσι πράττεσθαι συνωμοτικῶς, καὶ τοῦτο διαβάλλει <milestone n="25" unit="tlnum"/> μάλιστα τὰς ἑταιρείας καὶ φιλίας· ἀληθινὴν μὲν ἔχθραν ἢ διαφορὰν οὐδεμίαν ἑαυτοῖς ὑπολειπτέον, ὡς ὁ τῶν Χίων δημαγωγὸς Ὀνομάδημος οὐκ <pb xml:id="v.5.p.98"/> εἴα τῇ στάσει κρατήσας πάντας ἐκβάλλειν τοὺς <milestone n="813b" unit="stephpage" xml:id="stephpage-813b"/> ὑπεναντίους <q>ὅπως</q> <q type="unspecified"/> ἔφη <q>μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν. ἀπαλλαγέντες.</q> τοῦτο μὲν γὰρ εὔηθες· ἀλλʼ, ὅταν <milestone n="5" unit="tlnum"/> ὑπόπτως ἔχωσιν οἱ πολλοὶ πρός τι πρᾶγμα καὶ μέγα καὶ σωτήριον, οὐ δεῖ πάντας ὥσπερ ἀπὸ συντάξεως ἥκοντας τὴν αὐτὴν λέγειν γνώμην, ἀλλὰ καὶ δύο καὶ τρεῖς διαστάντας ἀντιλέγειν ἠρέμα τῶν φίλων, εἶθʼ ὥσπερ ἐξελεγχομένους μετατίθεσθαι <milestone n="10" unit="tlnum"/> συνεφέλκονται γὰρ οὕτω τὸν δῆμον, ὑπὸ τοῦ συμφέροντος ἄγεσθαι δόξαντες ἐν μέντοι τοῖς ἐλάττοσι <milestone n="813c" unit="stephpage" xml:id="stephpage-813c"/> καὶ πρὸς μέγα μηδὲν διήκουσιν οὐ χεῖρόν ἐστι καὶ ἀληθῶς; ἐᾶν διαφέρεσθαι τοὺς φίλους,ἕκαστον ἰδίῳ λογισμῷ χρώμενον, ὅπως περὶ τὰ κυριώτατα καὶ <milestone n="15" unit="tlnum"/> μέγιστα φαίνωνται πρὸς τὸ βέλτιστον οὐκ ἐκ παρασκευῆς ὁμοφρονοῦντες.</p></div></div></body></text></TEI>