<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="13" subtype="section" type="textpart"><p rend="indent">ἕπεται δὲ τούτοις ἡ περὶ φίλων κρίσις, μήτε τὴν Θεμιστοκλέους ἐπαινοῦσα μήτε τὴν Κλέωνος διάνοιαν. ὁ μὲν γὰρ Κλέων, ὅτε πρῶτον ἔγνω τῆς πολιτείας ἅπτεσθαι, τοὺς φίλους συναγαγὼν εἰς ταὐτὸ διελύσατο τὴν φιλίαν πρὸς αὐτούς, ὡς πολλὰ 
<milestone n="20" unit="tlnum"/> τῆς ὀρθῆς καὶ δικαίας προαιρέσεως μαλάσσουσαν ἐν τῇ πολιτείᾳ καὶ παράγουσαν· ἄμεινον δʼ ἂν ἐποίησε <milestone n="807a" unit="stephpage" xml:id="stephpage-807a"/> τὴν φιλοπλουτίαν ἐκβαλὼν τῆς ψυχῆς καὶ τὴν φιλονεικίαν καὶ φθόνου καὶ κακοηθείας καθήρας αὑτόν· οὐ γὰρ ἀφίλων αἱ πόλεις ἀνδρῶν καὶ ἀνεταίρων <milestone n="25" unit="tlnum"/> ἀλλὰ χρηστῶν καὶ σωφρόνων δέονται· νυνὶ δὲ τοὺς μὲν φίλους ἀπήλασεν, <pb xml:id="v.5.p.83"/> <quote rend="blockquote"><l>ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. Coraes: <foreign xml:lang="grc">οἰμωζομένων</foreign> (sed ex Palat. nihil enotatum)</note> </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Arist. Pac. 756</note><l>ἐλιχμῶντο</l></quote> περὶ αὐτόν, ὡς οἱ κωμικοὶ λέγουσι· καὶ τραχὺς ὢν πρὸς τοὺς ἐπιεικεῖς καὶ βαρὺς αὖθις ὑπέβαλλε τοῖς <milestone n="5" unit="tlnum"/> πολλοῖς πρὸς χάριν ἑαυτὸν <quote rend="blockquote"><l>γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">idem: <foreign xml:lang="grc">καὶ ἀναμισθαρνεῖν</foreign> cf. Kock. 3 p. 400</note></quote> καὶ τὸ· φαυλότατον καὶ τὸ νοσοῦν μάλιστα τοῦ δήμου προσεταιριζόμενος ἐπὶ τοὺς ἀρίστους. ὁ δὲ Θεμιστοκλῆς πάλιν πρὸς τὸν ἀποφηνάμενον, ὡς 
<milestone n="10" unit="tlnum"/> <milestone n="807b" unit="stephpage" xml:id="stephpage-807b"/> ἄρξει καλῶς ἅπασι ἅπασι παρέχων ἑαυτόν, <q>μηδέποτʼ</q> εἶπεν <q>εἰς τοιοῦτον ἐγὼ καθίσαιμι θρόνον, ἐν ᾧ πλέον οὐχ ἕξουσιν οἱ φίλοι παρʼἐμοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρ’ ἐμοῦ</foreign> Antonii Melissa: <foreign xml:lang="grc">παρ’ ἐμοὶ</foreign> </note> τῶν μὴ φίλων,</q> οὐδʼ οὗτος ὀρθῶς; τῇ φιλίᾳ κατεπαγγελλόμενος τὴν πολιτείαν καὶ τὰ κοινὰ καὶ δημόσια ταῖς ἰδίαις <milestone n="15" unit="tlnum"/> χάρισι καὶ σπουδαῖς ὑφιέμενος. καίτοι πρός γε Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων <q>οὔτε ποιητής</q> ἔφη <q>σπουδαῖός ἐστιν ᾄδων παρὰ μέλος οὔτʼ ἄρχων ἐπιεικὴς παρὰ τὸν νόμον χαριζόμενος.</q> δεινὸν γὰρ ὡς ἀληθῶς καὶ σχέτλιον, εἰ ναύτας μὲν 
<milestone n="20" unit="tlnum"/> ἐκλέγεται κυβερνήτης καὶ κυβερνήτην ναύκληρος <milestone n="807c" unit="stephpage" xml:id="stephpage-807c"/> <quote rend="blockquote"><l>εὖ μὲν ἐνὶ πρύμνῃ οἰήιον, εὖ δὲ κεραίην </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Callimach. fr. 382 p. 787 ed. Schneideri</note><l>εἰδότας ἐντείνασθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐντύνασθαι</foreign> Schneiderus praeter necessitatem</note> ἐπορνυμένου ἀνέμοιο·</l></quote> καί τις ἀρχιτέκτων ὑπουργοὺς καὶ χειροτέχνας, οἳ μὴ διαφθεροῦσιν αὐτοῦ τοὔργον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">τὸ ἔργον</foreign> </note> ἀλλʼ ἄριστα <pb xml:id="v.5.p.84"/> συνεκπονήσουσιν· ὁ δὲ πολιτικός, ἀριστοτέχνας τις ὢν κατὰ Πίνδαρον καὶ δημιουργὸς εὐνομίας καὶ δίκης, οὐκ εὐθὺς αἱρήσεται φίλους ὁμοιοπαθεῖς καὶ ὑπηρέτας καὶ συνενθουσιῶντας αὐτῷ πρὸς τὸ καλόν, ἀλλʼ <milestone n="5" unit="tlnum"/> ἄλλους πρὸς ἄλλην ἀεὶ χρείαν κάμπτοντας αὐτὸν <milestone n="807d" unit="stephpage" xml:id="stephpage-807d"/> ἀδίκως καὶ βιαίως· οὐδέν τʼ ὀφθήσεται διαφέρων οἰκοδόμου τινὸς ἢ τέκτονος ἀπειρίᾳ καὶ πλημμελείᾳ γωνίαις χρωμένου καὶ κανόσι καὶ στάθμαις, ὑφʼ ὧν διαστρέφεσθαι τοὔργον ἔμελλεν· ὄργανα γὰρ οἱ 
<milestone n="10" unit="tlnum"/> φίλοι ζῶντα καὶ φρονοῦντα τῶν πολιτικῶν ἀνδρῶν εἰσι, καὶ οὐ δεῖ συνολισθάνειν αὐτοῖς παραβαίνουσιν, ἀλλὰ προσέχειν ὅπως μηδʼ ἀγνοούντων αὐτῶν ἐξαμαρτάνωσι. τοῦτο γὰρ καὶ Σόλωνα κατῄσχυνε καὶ διέβαλε πρὸς τοὺς πολίτας· ἐπεὶ γὰρ ἐν νῷ <milestone n="15" unit="tlnum"/> <milestone n="807e" unit="stephpage" xml:id="stephpage-807e"/> λαβὼν τὰ ὀφλήματα κουφίσαι καὶ τὴν σεισάχθειαν (τοῦτο δʼ ἦν ὑποκόρισμα χρεῶν ἀποκοπῆς) εἰσενεγκεῖν ἐκοινώσατο τοῖς φίλοις· οἱ δ’ ἔργον ἀδικώτατον ἔπραξαν · ἐδανείσαντο γὰρ ὑποφθάσαντες ἀργύριον πολὺ καὶ μετʼ ὀλίγον χρόνον εἰς φῶς τοῦ 
<milestone n="20" unit="tlnum"/> νόμου προαχθέντος οἱ μὲν ἐφάνησαν οἰκίας τε λαμπρὰς καὶ γῆν συνεωνημένοι πολλὴν ἐξ ὧν ἐδανείσαντο χρημάτων, ὁ δὲ Σόλων αἰτίαν ἔσχε συναδικεῖν ἠδικημένος. Ἀγησίλαος δὲ περὶ τὰς τῶν φίλων σπουδὰς αὐτὸς αὑτοῦ γιγνόμενος ἀσθενέστατος καὶ <milestone n="25" unit="tlnum"/> ταπεινότατος ὥσπερ ὁ Εὐριπίδου Πήγασος <quote rend="blockquote"><l>ἔπτηξʼ ὑπείκων μᾶλλον εἰ μᾶλλον θέλοι,ʼ</l></quote> <pb xml:id="v.5.p.85"/> καὶ ταῖς ἀτυχίαις προθυμότερον βοηθῶν τοῦ δέοντος <milestone n="807f" unit="stephpage" xml:id="stephpage-807f"/> ἐδόκει συνεξομοιοῦσθαι ταῖς ἀδικίαις· καὶ γάρ τοι Φοιβίδαν κρινόμενον ἔσωσεν ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν ἄνευ προστάγματος, φήσας τὰ τοιαῦτα <milestone n="5" unit="tlnum"/> δεῖν αὐτοματίζειν καὶ Σφοδρίαν ἐπʼ ἔργῳ παρανόμῳ καὶ δεινῷ φεύγοντα δίκην ʽ ἐνέβαλε γὰρ εἰς τὴν Ἀττικὴν φίλων ὅντων καὶ συμμάχωνʼ ἀφεθῆναι διεπράξατο, δεήσεσιν ἐρωτικαῖς τοῦ παιδὸς μαλαχθείς· καὶ πρός τινα δυνάστην ἐπιστόλιον αὐτοῦ 
<milestone n="10" unit="tlnum"/> <milestone n="808a" unit="stephpage" xml:id="stephpage-808a"/> τοιοῦτον φέρεται <q>Νικίαν, εἰ μὲν οὐκ, ἀδικεῖ, ἄφες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. p. 209 f</note>· εἰ δʼ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δʼ ἄφες.</q> ἀλλὰ Φωκίων οὐδὲ τῷ γαμβρῷ Χαρίκλῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Duebnerus: <foreign xml:lang="grc">χαρίλλῳ</foreign> cf. Vit. Phoc. c. 21</note> δίκην ἔχοντι περὶ τῶν Ἁρπαλείων συνεισῆλθεν, ἀλλʼ <q>ἐγώ σε</q> φήσας <q>ἐπὶ πᾶσι τοῖς δικαίοις ἐποιησάμην κηδεστήν <milestone n="15" unit="tlnum"/></q> ᾤχετʼ ἀπιών. καὶ Τιμολέων ὁ Κορίνθιος τὸν ἀδελφὸν ἐπεὶ διδάσκων καὶ δεόμενος οὐκ ἀπέστησε τῆς τυραννίδος, συνέπραξε τοῖς ἀνελοῦσι.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. p. 531 d</note>, δεῖ γὰρ οὐκ ἄχρι τοῦ βωμοῦ φίλον εἶναι τῷ μὴ συνεπιορκεῖν, <milestone n="808b" unit="stephpage" xml:id="stephpage-808b"/> ὥς ποτε Περικλῆς εἶπεν, ἀλλʼ ἄχρι παντὸς 
<milestone n="20" unit="tlnum"/> νόμου καὶ δικαίου καὶ συμφέροντος, ὃ παροφθὲν εἴς τινα μεγάλην βλάβην ἀναφέρει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνέφερε</foreign> R: <foreign xml:lang="grc">ἀνεφέρετο</foreign> </note> καὶ κοινήν, ὡς ἀνέφερε τὸ μὴ. δοῦναι δίκην Σφοδρίαν μηδὲ Φοιβίδαν· οὗτοι γὰρ οὐχ ἥκιστα τὴν Σπάρτην ἐνέβαλον εἰς τὸν Λευκτρικὸν πόλεμον. ἐπεὶ τοῖς γε μετρίοις <milestone n="25" unit="tlnum"/> ἁμαρτήμασι τῶν φίλων ἐπεμβαίνειν βαρὺν ὁ πολιτικὸς οὐκ ἀναγκάζει λόγος, ἀλλὰ καὶ δίδωσιν εἰς ἀσφαλὲς θεμένους τὰ μέγιστα τῶν κοινῶν ἐκ <pb xml:id="v.5.p.86"/> περιουσίας βοηθεῖν τοῖς φίλοις καὶ παρίστασθαι ʼκαὶ συνεκπονεῖν ὑπὲρ αὐτῶν. εἰσὶ δὲ καὶ χάριτες ἀνεπίφθονοι, συλλαβέσθαι πρὸς ἀρχὴν τῷ φίλῳ μᾶλλον, ἐγχειρίσαι τινὰ διοίκησιν ἔνδοξον ἢ πρεσβείαν <milestone n="5" unit="tlnum"/> <milestone n="808c" unit="stephpage" xml:id="stephpage-808c"/> φιλάνθρωπον, οἷον ἡγεμόνος τιμὰς ἔχουσαν, ἢ πρὸς πόλιν ὑπὲρ φιλίας καὶ ὁμονοίας ἔντευξιν· ἂν δʼ ᾖ τις ἐργώδης ἐπιφανὴς δὲ καὶ μεγάλη πρᾶξις, αὑτὸν ἐπὶ ταύτην τάξαντα πρῶτον εἶτα προσελέσθαι τὸν φίλον, ὡς ὁ Διομήδης 
<milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"><l>εἰ μὲν δὴ ἕταρόν γε κελεύετὲ μʼ αὐτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">idem: <foreign xml:lang="grc">κελεύτ’ ἐμαυτὸν</foreign> </note> ἑλέσθαι, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. K 242</note><l>πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην</l></quote> κἀκεῖνος; αὖ πάλιν ἀνταποδίδωσιν οἰκείως τὸν ἔπαινον <quote rend="blockquote"><l>ἵπποι δʼ οἵδε, γεραιέ, νεήλυδες, οὓς ἐρεείνεις,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. K 558 ib. <foreign xml:lang="grc">δ’ οἵδε</foreign> idem: <foreign xml:lang="grc">δὲ</foreign> </note> <milestone n="15" unit="tlnum"/> </l><l>Θρηίκιοι, τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης </l><l> ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.</l></quote> αὕτη γὰρ ἡ πρὸς τοὺς φίλους ὕφεσις· οὐχ ἧττον <milestone n="808d" unit="stephpage" xml:id="stephpage-808d"/> ἐπικοσμεῖ τῶν ἐπαινουμένων τοὺς ἐπαινοῦντας· ἡ δʼ αὐθάδεια, φησὶν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Epist. IV p. 321 b</note>, ἐρημίᾳ σύνοικος. ἔτι 
<milestone n="20" unit="tlnum"/> τοίνυν ταῖς καλαῖς καὶ φιλανθρώποις χάρισι δεῖ τοὺς φίλους συνεισποιεῖν καὶ κελεύειν τοὺς εὖ παθόντας; ἐκείνους ἐπαινεῖν καὶ ἀγαπᾶν, ὡς αἰτίους ἅμα καὶ συμβούλους γεγενημένους· τὰς δὲ φαύλας καὶ ἀτόπους ἀξιώσεις ἀποτρίβεσθαι μὴ πικρῶς ἀλλὰ <milestone n="25" unit="tlnum"/> πράως, διδάσκοντα καὶ παραμυθούμενον ὡς οὐκ <milestone n="808e" unit="stephpage" xml:id="stephpage-808e"/> ἄξιαι τῆς ἐκείνων ἀρετῆς εἰσι καὶ δόξης. ἄριστα <pb xml:id="v.5.p.87"/> ὁ ἀνθρώπων, ὁ Ἐπαμεινώνδας, ἀρνησάμενος δεηθέντι τῷ Πελοπίδᾳ τὸν κάπηλον ἐκ τῆς εἱρκτῆς ἀφεῖναι καὶ μετʼ ὀλίγον τῆς ἐρωμένης δεηθείσης ἀφείς, <q>τοιαύτας</q> ἔφη <q>χάριτας, ἐκ Πελοπίδα, λαμβάνειν <milestone n="5" unit="tlnum"/> ἑταιριδίοις οὐ στρατηγοῖς πρέπον ἐστίν.</q> ὁ δὲ Κάτων βαρέως καὶ αὐθάδως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">αὐθαδῶς</foreign> </note>, ἐπεὶ Κάτλος ὁ τιμητής, φίλος ὢν ἐν τοῖς μάλιστα καὶ συνήθης, ἐξῃτεῖτό τινα τῶν κρινομένων ὑπʼ αὐτοῦ ταμιεύοντος <q>αἰσχρόν ἐστιν</q> ἔφη <q>σὲ τὸν ὀφείλοντα τοὺς νέους 
<milestone n="10" unit="tlnum"/> ἡμᾶς σωφρονίζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι</q> τῷ γὰρ ἔργῳ τὴν χάριν ἐξῆν ἀπειπάμενον <milestone n="808f" unit="stephpage" xml:id="stephpage-808f"/> ἀφελεῖν τοῦ λόγου τὴν τραχύτητα καὶ πικρίαν, ὡς μηδὲ τῇ πράξει τὸ λυπηρὸν ἑκουσίως ἀλλʼ ἀναγκαίως ἐπιφέροντα διὰ τὸν νόμον καὶ τὸ δίκαιον. <milestone n="15" unit="tlnum"/> εἰσὶ δὲ καὶ πρὸς χρηματισμὸν οὐκ ἀγεννεῖς ἐν πολιτείᾳ τοῖς δεομένοις τῶν φίλων αἱ συλλήψεις οἷον ὁ Θεμιστοκλῆς, μετὰ τὴν μάχην ἰδὼν νεκρὸν στρεπτὰ χρυσᾶ καὶ μανιάκην περικείμενον αὐτὸς μὲν παρῆλθεν, ἐπιστραφεὶς δὲ πρὸς τὸν φίλον <q>ἀνελοῦ ταῦτʼ 
<milestone n="20" unit="tlnum"/></q> <milestone n="809a" unit="stephpage" xml:id="stephpage-809a"/> εἶπεν· <q>οὐ γὰρ καὶ σὺ Θεμιστοκλῆς γέγονας.</q> δίδωσι γὰρ καὶ τοῦτο πολλάκις τῷ πολιτικῷ τὰ πράγματα πρὸς τοὺς φίλους. οὐ γὰρ δὴ Μενέμαχοι πάντες εἰσὶ · τῷ μὲν οὖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign> *</note> ἐγχείρισον συνηγορίαν ἔμμισθον ὑπὲρ τοῦ δικαίου, τῷ δὲ σύστησον πλούσιον ἐπιμελείας <milestone n="25" unit="tlnum"/> καὶ προστασίας δεόμενον· ἄλλῳ δʼ εἰς ἐργολαβίαν τινὰ σύμπραξον ἢ μίσθωσιν ὠφελείας ἔχουσαν. Ἐπαμεινώνδας δὲ καὶ πλουσίῳ τινὶ <pb xml:id="v.5.p.88"/> προσελθόντα φίλον αἰτεῖν ἐκέλευσε τάλαντον, ὡς αὐτοῦ δοῦναι κελεύσαντος· ἐπεὶ δʼ ὁ αἰτηθεὶς ἐλθὼν ἐπυνθάνετο τὴν αἰτίαν, <q>ὅτι χρηστός</q> εἶπεν <q>οὗτος ὢν πένης ἐστί, σὺ δὲ πλουτεῖς πολλὰ τῆς πόλεως νενοσφισμένος. <milestone n="5" unit="tlnum"/></q> <milestone n="809b" unit="stephpage" xml:id="stephpage-809b"/> καὶ τὸν Ἀγησίλαον ὁ Ξενοφῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] Ages. c. 4</note> ἀγάλλεσθαί φησι πλουτίζοντα τοὺς φίλους, αὐτὸν ὄντα κρείττονα χρημάτων. </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δὲ <q>πάσαις κορυδαλλίσι</q> κατὰ Σιμωνίδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σιμωνίδην</foreign>] Bergk. 3 p. 418</note> <q>χρὴ λόφον ἐγγενέσθαι</q> καὶ πᾶσα πολιτεία φέρει 
<milestone n="10" unit="tlnum"/> τινὰς ἔχθρας καὶ διαφοράς, οὐχ ἥκιστα προσήκει καὶ περὶ τούτων ἐσκέφθαι τὸν πολιτικόν. οἱ μὲν οὖν πολλοὶ τὸν Θεμιστοκλέα καὶ τὸν Ἀριστείδην ἐπαινοῦσιν ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀποτιθεμένους, ὁσάκις ἐπὶ πρεσβείαν ἢ στρατηγίαν ἐξίοιεν, <milestone n="15" unit="tlnum"/> εἶτα πάλιν ἀναλαμβάνοντας. ἐνίοις δὲ καὶ τὸ Κρητίνου, <milestone n="809c" unit="stephpage" xml:id="stephpage-809c"/> τοῦ Μάγνητος ὑπερφυῶς ἀρέσκει Ἑρμείᾳ γὰρ ἀντιπολιτευόμενος ἀνδρὶ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> Benselerus</note> οὐ δυνατῷ φιλοτίμῳ δὲ καὶ λαμπρῷ τὴν ψυχήν, ἐπεὶ κατέσχεν ὁ Μιθριδατικὸς πόλεμος, τὴν πόλιν ὁρῶν κινδυνεύουσαν 
<milestone n="20" unit="tlnum"/> ἐκέλευσε τὸν Ἑρμείαν τὴν ἀρχὴν παραλαβόντα χρῆσθαι τοῖς πράγμασιν, αὐτοῦ μεταστάντος· εἰ δὲ βούλεται στρατηγεῖν ἐκεῖνον, αὐτὸν ἐκποδὼν ἀπελθεῖν, ὡς μὴ φιλοτιμούμενοι πρὸς ἀλλήλους ἀπολέσειαν τὴν πόλιν. ἤρεσεν ἡ πρόκλησις τῷ Ἑρμείᾳ, <milestone n="25" unit="tlnum"/> καὶ φήσας ἑαυτοῦ πολεμικώτερον εἶναι τὸν Κρητίναν ὑπεξῆλθε μετὰ παίδων καὶ γυναικός. ὁ δὲ Κρητίνας ἐκεῖνόν τε προύπεμψε, τῶν ἰδίων χρημάτων ἐπιδοὺς <pb xml:id="v.5.p.89"/> <milestone n="809d" unit="stephpage" xml:id="stephpage-809d"/> ὅσα φεύγουσιν ἦν ἢ πολιορκουμένοις χρησιμώτερα, καὶ τὴν πόλιν ἄριστα στρατηγήσας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">στρατηγήσας</foreign>] <foreign xml:lang="grc">τηρήσας</foreign> Palatinus similesque, sed vulgata mea quidem sententia praestat</note> παρʼ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι περιεποίησεν ἀνελπίστως. εἰ γὰρ εὐγενὲς καὶ φρονήματος μεγάλου τὸ ἀναφωνῆσαι <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l> φιλῶ τέκνʼ, ἀλλὰ πατρίδʼ ἐμὴν μᾶλλον φιλῶ,</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 918</note></quote> πῶς οὐκ ἐκείνοις γε προχειρότερον εἰπεῖν ἑκάστῳ <q>μισῶ τὸν δεῖνα καὶ βούλομαι ποιῆσαι κακῶς, ἀλλὰ πατρίδʼ ἐμὴν μᾶλλον φιλῶ;</q> τὸ γὰρ μὴ θέλειν διαλυθῆναι πρὸς ἐχθρόν, ὧν ἕνεκα δεῖ καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> Coraes</note> φίλον προέσθαι, 
<milestone n="10" unit="tlnum"/> δεινῶς ἄγριον καὶ θηριῶδες. οὐ μὴν ἀλλὰ βέλτιον οἱ περὶ Φωκίωνα καὶ Κάτωνα, μηδʼ ὅλως ἔχθραν τινὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τινὶ</foreign> R</note> πρὸς πολιτικὰς· τιθέμενοι διαφοράς, <milestone n="809e" unit="stephpage" xml:id="stephpage-809e"/> ἀλλὰ δεινοὶ καὶ ἀπαραίτητοι μόνον ἐν τοῖς δημοσίοις ἀγῶσιν ὄντες μὴ προέσθαι τὸ συμφέρον, ἐν δὲ τοῖς <milestone n="15" unit="tlnum"/> ἰδίοις ἀμηνίτως καὶ φιλανθρώπως χρώμενοι τοῖς ἐκεῖ διαφερομένοις. δεῖ γὰρ ἐχθρὸν μηδένα πολίτην νομίζειν, ἂν μή τις, οἷος Ἀριστίων ἢ Νάβις ἢ Κατιλίνας νόσημα καὶ ἀπόστημα πόλεως ἐγγένηται τοὺς δʼ ἄλλως ἀπᾴδοντας ὥσπερ ἁρμονικὸν ἐπιτείνοντα 
<milestone n="20" unit="tlnum"/> καὶ χαλῶντα πράως εἰς τὸ ἐμμελὲς ἄγειν, μὴ τοῖς ἁμαρτάνουσι σὺν ὀργῇ καὶ πρὸς ὕβριν ἐπιφυόμενον, ἀλλʼ ὡς Ὅμηρος ἠθικώτερον <milestone n="809f" unit="stephpage" xml:id="stephpage-809f"/> <quote rend="blockquote"><l>ὦ πέπον, ἦ τʼ ἐφάμην σε περὶ φρένας ἔμμεναι </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. P 171</note><l> ʽἄλλων </l></quote> <milestone n="25" unit="tlnum"/> καὶ <quote rend="blockquote"><l> οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. H 358</note></quote> <pb xml:id="v.5.p.90"/> ἂν τέ τι χρηστὸν εἴπωσιν ἢ πράξωσι, μὴ τιμαῖς ἀχθόμενον αὐτῶν μηδὲ λόγων εὐφήμων ἐπὶ καλοῖς ἔργοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καλοῖς ἔργοις</foreign> R: <foreign xml:lang="grc">καλοῖς</foreign> </note> φειδόμενον· οὕτω γὰρ 3 τε ψόγος ὅπου δεῖ πίστιν ἕξει, καὶ πρὸς τὴν κακίαν διαβαλοῦμεν αὐτοὺς <milestone n="5" unit="tlnum"/> αὔξοντες τὴν ἀρετὴν καὶ ταῦτα παραβάλλοντες ἐκείνοις <milestone n="810a" unit="stephpage" xml:id="stephpage-810a"/> ὡς ἄξια καὶ πρέποντα μᾶλλον. ἐγὼ δὲ καὶ μαρτυρεῖν ἀξιῶ τὰ δίκαια καὶ τοῖς διαφόροις τὸν πολιτικὸν ἄνδρα καὶ βοηθεῖν κρινομένοις πρὸς τοὺς συκοφάντας καὶ ταῖς διαβολαῖς ἀπιστεῖν, ἂν ὦσιν 
<milestone n="10" unit="tlnum"/> ἀλλότριαι τῆς προαιρέσεως αὐτῶν· ὥσπερ ὁ Νέρων ἐκεῖνος ὀλίγον ἔμπροσθεν ἢ κτεῖναι τὸν Θρασέαν μάλιστα μισῶν καὶ φοβούμενος, ὅμως ἐγκαλοῦντός τινος ὡς κακῶς κεκριμένου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κεκρικότος</foreign> R, nihil opus</note> καὶ ἀδίκως, <q>ἐβουλόμην ἄν</q> ἔφη <q>Θρασέαν οὕτως ἐμὲ φιλεῖν, ὡς δικαστὴς <milestone n="15" unit="tlnum"/> ἄριστός ἐστιν.</q> Οὐ χεῖρον δὲ καὶ πρὸς ἐπίπληξιν ἑτέρων φύσει πονηρῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πονηρᾷ</foreign> R</note> μᾶλλον ἁμαρτανόντων ἐχθροῦ μνησθέντα κομψοτέρου τὸ ἦθος εἰπεῖν <q>ἀλλʼ ἐκεῖνος <milestone n="810b" unit="stephpage" xml:id="stephpage-810b"/> οὐκ ἂν τοῦτʼ εἶπεν οὐδʼ ἐποίησεν.</q> ὑπομνηστέον δὲ καὶ πατέρων ἀγαθῶν ἐνίους, ὅταν ἐξαμαρτάνωσιν 
<milestone n="20" unit="tlnum"/> οἷον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶον</foreign> *</note> Ὅμηρος <quote rend="blockquote"><l>ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς·</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. E 800</note></quote> καὶ πρὸς Σκιπίωνα τὸν Ἀφρικανὸν Ἄππιος ἐν ἀρχαιρεσίαις διαγωνιζόμενος, <q>ἡλίκον ἄν</q> εἶπεν <q>ὦ Παῦλε, στενάξειας ὑπὸ γῆς, αἰσθόμενος ὅτι σου τὸν υἱὸν <milestone n="25" unit="tlnum"/> ἐπὶ τιμητικὴν ἀρχὴν καταβαίνοντα Φιλόνικος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">R: <foreign xml:lang="grc">φιλόνεικος</foreign> </note> ὁ τελώνης δορυφορεῖ</q> τὰ γὰρ τοιαῦτα νουθετεῖ τοὺς <pb xml:id="v.5.p.91"/> ἁμαρτάνοντας ἅμα καὶ κοσμεῖ τοὺς νουθετοῦντας. πολιτικῶς δὲ καὶ ὁ Νέστωρ ὁ τοῦ Σοφοκλέους ἀποκρίνεται λοιδορούμενος ὑπὸ τοῦ Αἴαντος <milestone n="810c" unit="stephpage" xml:id="stephpage-810c"/> <quote rend="blockquote"><l>οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 312</note></quote> <milestone n="5" unit="tlnum"/> καὶ Κάτων διενεχθεὶς πρὸς τὸν Πομπήιον ἐν οἷς ἐβιάζετο τὴν πόλιν μετὰ Καίσαρος, ἐπεὶ κατέστησαν εἰς πόλεμον, ἐκέλευσε Πομπηίῳ παραδοῦναι τὴν ἡγεμονίαν, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν. ὁ γὰρ μεμιγμένος 
<milestone n="10" unit="tlnum"/> ἐπαίνῳ ψόγος οὐκ ἔχων ὕβριν ἀλλὰ παρρησίαν, οὐδὲ θυμὸν ἀλλὰ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν, εὐμενὴς φαίνεται καὶ θεραπευτικός· αἱ δὲ λοιδορίαι τοῖς πολιτικοῖς ἣκιστα πρέπουσιν. ὅρα δὲ τὰ πρὸς Αἰσχίνην ὑπὸ Δημοσθένους εἰρημένα καὶ τὰ πρὸς <milestone n="15" unit="tlnum"/> τοῦτον ὑπʼ Αἰσχίνου, καὶ πάλιν ἃ πρὸς Δημάδην γέγραφεν Ὑπερείδης, εἰ Σόλων ἂν εἶπεν ἢ Περικλῆς <milestone n="810d" unit="stephpage" xml:id="stephpage-810d"/> ἢ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἢ Πιττακὸς ὁ Λέσβιος. καίτοι γε καὶ Δημοσθένης ἐν τῷ δικανικῷ τὸ λοίδορον ἔχει μόνον, οἱ δὲ Φιλιππικοὶ καθαρεύουσι 
<milestone n="20" unit="tlnum"/> καὶ σκώμματος καὶ βωμολοχίας ἁπάσης· τὰ γὰρ τοιαῦτα τῶν ἀκουόντων μᾶλλον αἰσχύνει τοὺς λέγοντας, ἔτι δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔτι δὲ</foreign> W: <foreign xml:lang="grc">ἔτι</foreign> (<foreign xml:lang="grc">ὅτι</foreign> Coraes)</note> καὶ σύγχυσιν ἀπεργάζεται τῶν πραγμάτων καὶ διαταράττει τὰ βουλευτήρια καὶ τὰς ἐκκλησίας. ὅθεν ἄρισθʼ ὁ Φωκίων ὑπεκστὰς τῷ <milestone n="25" unit="tlnum"/> λοιδοροῦντι καὶ παυσάμενος τοῦ λέγειν, ἐπεὶ μόλις ἐσιώπησεν ὁ ἄνθρωπος, αὖθις παρελθὼν <q>οὐκοῦν</q> ἔφη <q>περὶ μὲν τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν <pb xml:id="v.5.p.92"/> ἀκηκόατε, λείπεται δέ μοι περὶ τῶν ψιλῶν καὶ πελταστῶν <milestone n="810e" unit="stephpage" xml:id="stephpage-810e"/> διελθεῖν</q> ἀλλʼ ἐπεὶ πολλοῖς γε δυσκάθεκτὸν ἐστι τὸ πρᾶγμα καὶ πολλάκις οὐκ ἀχρήστως οἱ λοιδοροῦντες ἐπιστομίζονται ταῖς ἀπαντήσεσιν, ἔστω <milestone n="5" unit="tlnum"/> βραχεῖα τῇ λέξει καὶ μὴ θυμὸν ἐμφαίνουσα μηδʼ ἀκραχολίαν, ἀλλὰ πραότητα μετὰ παιδιᾶς καὶ χάριτος ἁμωσγέπως δάκνουσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δάκνουσα</foreign> mei</note>· αἱ δʼ ἀντεπιστρέφουσαι μάλιστα τοιαῦται. καθάπερ γὰρ τῶν βελῶν ὅσα πρὸς τὸν βαλόντα φέρεται πάλιν ῥώμῃ τινὶ δοκεῖ 
<milestone n="10" unit="tlnum"/> <milestone n="810f" unit="stephpage" xml:id="stephpage-810f"/> καὶ στερεότητι τοῦ πληγέντος ἀνακρουόμενα τοῦτο πάσχειν· οὕτω τὸ λεχθὲν ὑπὸ ῥώμης καὶ συνέσεως τοῦ λοιδορηθέντος ἐπὶ τοὺς λοιδορήσαντας ἀναστρέφειν ἔοικεν· ὡς τὸ Ἐπαμεινώνδου πρὸς Καλλίστρατον, ὀνειδίζοντα Θηβαίοις καὶ Ἀργείοις τὴν Οἰδίποδος <milestone n="15" unit="tlnum"/> πατροκτονίαν καὶ τὴν Ὀρέστου μητροκτονίαν, ὅτι <q>τοὺς ταῦτα ποιήσαντας ἡμῶν ἐκβαλόντων ὑμεῖς ἐδέξασθε</q> καὶ τὸ Ἀνταλκίδου τοῦ Σπαρτιάτου πρὸς τὸν Ἀθηναῖον τὸν φήσαντα <q>πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν </q> <q>ἀλλʼ ἡμεῖς γʼ ὑμᾶς ἀπὸ τοῦ 
<milestone n="20" unit="tlnum"/> <milestone n="811a" unit="stephpage" xml:id="stephpage-811a"/>Εὐρώτα οὐδέποτε.</q> χαριέντως δὲ καὶ ὁ Φωκίων, τοῦ Δημάδου κεκραγότος <q>Ἀθηναῖοί σε ἀποκτενοῦσιν·</q> <q>ἄν γε μανῶσιν</q> ἔφη <q>σὲ δέ, ἂν σωφρονῶσι</q> καὶ Κράσσος ὁ ῥήτωρ, Δομιτίου πρὸς αὐτὸν εἰπόντος <q>οὐ σὺ μυραίνης ἐν κολυμβήθρᾳ σοι τρεφομένης <milestone n="25" unit="tlnum"/> εἶτʼ ἀποθανούσης ἔκλαυσας;</q> ἀντηρώτησεν <q>οὐ σὺ τρεῖς γυναῖκας ἔθαψας καὶ οὐκ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κοὐκ</foreign>?</note> ἐδάκρυσας;</q> ταῦτα μὲν οὖν ἔχει τινὰ χρείαν καὶ πρὸς τὸν ἄλλον βίον. <pb xml:id="v.5.p.93"/> </p></div></div></body></text></TEI>