τὴν δʼ ἀσφαλῆ καὶ σχολαίαν εἵλοντο πολλοὶ τῶν ἐνδόξων, Ἀριστείδης, Φωκίων, Παμμένης ὁ Θηβαῖος, Λεύκολλος ἐν Ῥώμῃ, Κάτων, Ἀγησίλαος ὁ Λακεδαιμόνιος· τούτων γὰρ ἕκαστος, ὥσπερ οἱ κιττοὶ τοῖς ἰσχύουσι τῶν δένδρων περιπλεκόμενοι συνεξανίστανται, προσδραμὼν ἀνδρὶ πρεσβυτέρῳ νέος ἔτι νέος ἔτι Benselerus: ἔτι νέος καὶ ἄδοξος ἐνδόξῳ, κατὰ μικρὸν αἰρόμενος ὑπὸ τῆς περὶ ἐκεῖνον δυνάμεως καὶ συναυξανόμενος ἤρεισε καὶ κατερρίζωσεν ἑαυτὸν εἰς τὴν πολιτείαν. Ἀριστείδην μὲν γὰρ ηὔξησε Κλεισθένης καὶ Φωκίωνα Χαβρίας, Λεύκολλον Λεύκολλον ] Πομπήιον Kaltwasserus δὲ Σύλλας Κάτωνα δὲ Μάξιμος, Ἐπαμεινώνδας δὲ Παμμένη idem: ἐπαμεινώνδαν δὲ παμμένης καὶ Λύσανδρος Ἀγησίλαον ἀλλʼ οὗτος μὲν ὑπὸ ὑπὸ M φιλοτιμίας ἀκαίρου καὶ ζηλοτυπίας διὰ δόξαν διὰ δόξαν ] scripsi cum Schaefero: δόξαν ὑβρίσας ἀπέρριψε ταχὺ τὸν καθηγεμόνα τῶν πρακτέων τῶν πράξεων Emperius · οἱ δʼ ἄλλοι καλῶς καὶ πολιτικῶς καὶ ἄχρι τέλους ἑθεράπευσαν καὶ συνεπεκόσμησαν ὥσπερ τὰ πρὸς ἣλιον ὑφιστάμενα σώματα τὸ λαμπρῦνον αὑτοὺς πάλιν ἀφʼ ἑαυτῶν αὔξοντις καὶ συνεκφωτίζοντες. οἱ γοῦν Σκιπίωνι βασκαίνοντες ὑποκριτὴν αὐτὸν ἀπεφαίνοντο τῶν πράξεων ποιητὴν δὲ Λαίλιον τὸν ἑταῖρον, ὁ δὲ Λαίλιος ὑπʼ οὐδενὸς ἐπήρθη τούτων ἀλλʼ ἀεὶ διετέλεσε τῇ Σκιπίωνος ἀρετῇ καὶ δόξῃ συμφιλοτιμούμενος. Ἀφράνιος δὲ Πομπηίου φίλος, εἰ καὶ πάνυ ταπεινὸς ἦν, ὅμως ἐπίδοξος ὢν ὕπατος αἱρεθήσεσθαι, Πομπηίου σπουδάζοντος ἑτέροις, ἀπέστη τῆς φιλοτιμίας εἰπὼν οὐκ ἂν οὕτω λαμπρὸν αὐτῷ γενέσθαι τὸ τυχεῖν ὑπατείας, ὡς ἀνιαρὸν ἅμα καὶ δυσχερές, εἰ Πομπηίου μὴ θέλοντος μηδὲ συμπράττοντος· ἐνιαυτὸν οὖν ἀνασχόμενος μόνον οὔτε τῆς ἀρχῆς ἀπέτυχε καὶ τὴν φιλίαν διετήρησε. τοῖς δʼ οὕτω χειραγωγουμένοις ὑφʼ ἑτέρων ἐπὶ δόξαν ἅμα συμβαίνει χαρίζεσθαί τε πολλοῖς, κἄν τι συμβαίνῃ δύσκολον, ἧττον ἀπεχθάνεσθαι διὸ καὶ Φίλιππος Ἀλεξάνδρῳ παρῄνει κτᾶσθαι φίλους, ἕως ἔξεστι, βασιλεύοντος ἑτέρου πρὸς χάριν ὁμιλοῦντα καὶ φιλοφρονούμενον. αἱρεῖσθαι δὲ δεῖ τὸν ἀρχόμενον πολιτείας ἡγεμόνα μὴ ἁπλῶς τὸν ἔνδοξον καὶ δυνατόν, ἀλλὰ καὶ τὸν διʼ ἀρετὴν τοιοῦτον. ὡς γὰρ οὐ πᾶν δένδρον ἐθέλει προσίεσθαι καὶ φέρειν περιπλεκομένην τὴν ἄμπελον ἀλλʼ ἔνια καταπνίγει καὶ διαφθείρει τὴν αὔξησιν αὐτῆς, οὕτως ἐν ταῖς πόλεσιν οἱ μὴ φιλόκαλοι, φιλότιμοι δὲ καὶ φίλαρχοι μόνον, οὐ προΐενται τοῖς νέοις πράξεων ἀφορμάς, ἀλλʼ ὥσπερ τροφὴν ἑαυτῶν τὴν δόξαν ἀφαιρουμένους πιέζουσιν ὑπὸ φθόνου καὶ καταμαραίνουσιν ὡς Μάριος ἐν Λιβύῃ καὶ πάλιν ἐν Γαλατίᾳ πολλὰ διὰ Σύλλα κατορθώσας ἐπαύσατο χρώμενος, ἀχθεσθεὶς καὶ ἀχθεσθεὶς an ἀχθεσθεὶς μὲν γὰρ ? μὲν αὐτοῦ τῇ αὐξήσει, πρόφασιν δὲ τὴν σφραγῖδα ποιησάμενος ἀπέρριψεν ἀπέρριψεν ] del. Herwerdenus ὁ γὰρ Σύλλας, ὅτε τῷ Μαρίῳ στρατηγοῦντι συνῆν ταμιεύων ἐν Λιβύῃ, πεμφθεὶς ὑπʼ αὐτοῦ πρὸς Βῶκχον ἤγαγεν Ἰογόρθαν αἰχμάλωτον οἷα δὲ νέος φιλότιμος, ἄρτι δόξης γεγευμένος, οὐκ ἤνεγκε μετρίως τὸ εὐτύχημα, γλυψάμενος δʼ εἰκόνα τῆς πράξεως ἐν σφραγῖδι τὸν Ἰογόρθαν αὐτῷ παραδιδόμενον ἐφόρει καὶ τοῦτʼ ἐγκαλῶν ὁ Μάριος ἀπέρριψεν αὐτόν· ὁ δὲ πρὸς Κάτουλον ita Basileensis: κάτουλλον καὶ Μέτελλον ἄνδρας ἀγαθοὺς καὶ Μαρίῳ διαφόρους μεταστὰς ταχὺ τὸν Μάριον ἐξήλασε καὶ κατέλυσε τῷ ἐμφυλίῳ πολέμῳ μικροῦ δεήσαντα τὴν Ῥώμην ἀνατρέψαι. Σύλλας μέντοι καὶ Πομπήιον ἐκ νέου μὲν ἦρεν ὑπεξανιστάμενος αὐτῷ καὶ τὴν κεφαλὴν ἀποκαλυπτόμενος ἐπιόντι, καὶ τοῖς ἄλλοις νέοις πράξεων ἡγεμονικῶν μεταδιδοὺς ἀφορμάς, ἐνίους δὲ καὶ παροξύνων ἄκοντας, ἐνέπλησε φιλοτιμίας καὶ ζήλου τὰ στρατεύματα· καὶ πάντων ἐκράτησε βουλόμενος εἶναι μὴ μόνος ἀλλὰ πρῶτος καὶ μέγιστος ἐν πολλοῖς καὶ μεγάλοις. τούτων οὖν ἔχεσθαι δεῖ τῶν ἀνδρῶν καὶ τούτοις ἐμφύεσθαι, μή, καθάπερ ὁ Αἰσώπου βασιλίσκος ἐπὶ τῶν· ὤμων τοῦ ἀετοῦ κομισθεὶς αἰφνίδιον ἐξέπτη παρεξέπτη ? duo optimi codices exhibent γὰρ ἐξέπτη καὶ προέφθασεν, οὕτω τὴν ἐκείνων δόξαν ὑφαρπάζοντας αὐτοὺς ἀλλὰ παρʼ ἐκείνων ἅμα μετʼ εὐνοίας καὶ φιλίας λαμβάνοντας, ὡς οὐδʼ ἄρξαι καλῶς τοὺς μὴ πρότερον ὀρθῶς δουλεύσαντας, ᾗ φησιν ὁ Πλάτων Πλάτων ] de Legg. p. 762e , δυναμένους.