<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="798a" unit="stephpage" xml:id="stephpage-798a"/> εὶ προς ἀλλο τι χρήσασθαι καλῶς ἐστιν ἔχου, ὦ Μενέμαχε, τῷ <quote rend="blockquote"><l> οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. I 55</note> <milestone n="5" unit="tlnum"/> </l><l> οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων·ʼ</l></quote> <milestone n="798b" unit="stephpage" xml:id="stephpage-798b"/> καὶ πρὸς τοὺς προτρεπομένους τῶν φιλοσόφων διδάσκοντας δὲ μηδὲν μηδʼ ὑποτιθεμένους · ὅμοιοι γάρ εἰσι τοῖς τοὺς λύχνους προμύττουσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προμύττουσιν</foreign>] bene se habet</note> ἔλαιον δὲ μὴ ἐγχέουσιν. ὁρῶν οὖν σε παρωρμημένον ἀξίως 
<milestone n="10" unit="tlnum"/> τῆς εὐγενείας ἐν τῇ πατρίδι <quote rend="blockquote"><l> μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων,ʼ </l></quote> ἐπειδὴ χρόνον οὐκ ἔχεις ἀνδρὸς φιλοσόφου βίον ὕπαιθρον ἐν πράξεσι πολιτικαῖς καὶ δημοσίοις ἀγῶσι κατανοῆσαι καὶ γενέσθαι παραδειγμάτων ἔργῳ μὴ <milestone n="15" unit="tlnum"/> <milestone n="798c" unit="stephpage" xml:id="stephpage-798c"/> λόγῳ περαινομένων θεατής, ἀξιοῖς δὲ παραγγέλματα λαβεῖν πολιτικά· τὴν μὲν ἄρνησιν οὐδαμῶς ἐμαυτῷ προσήκουσαν εἶναι νομίζω, τὸ δʼ ἔργον εὔχομαι καὶ τῆς σῆς ἄξιον σπουδῆς καὶ τῆς ἐμῆς προθυμίας γενέσθαι· τοῖς δὲ παραδείγμασι ποικιλωτέροις, ὥσπερ 
<milestone n="20" unit="tlnum"/> ἠξίωσας, ἐχρησάμην. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">πρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ <pb xml:id="v.5.p.61"/> πραεξεπτα Οερενδαε ρειπωιβλιξαε. ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον, ἀλλὰ πτοίαν ὑπὸ δόξης κενῆς ἢ φιλονεικίας τινὸς; ἢ πράξεων ἑτέρων ἀπορίας. ὥσπερ γὰρ οἷς οὐδὲν ἔστιν οἴκοι χρηστόν, <milestone n="5" unit="tlnum"/> ἐν ἀγορᾷ διατρίβουσι, κἂν μὴ δέωνται, τὸν πλεῖστον <milestone n="798d" unit="stephpage" xml:id="stephpage-798d"/> χρόνον· οὕτως ἔνιοι τῷ μηδὲν ἔχειν ἴδιον ἄλλο πράττειν ἄξιον σπουδῆς ἐμβάλλουσιν ἑαυτοὺς εἰς δημόσια πράγματα, τῇ πολιτείᾳ διαγωγῇ χρώμενοι. πολλοὶ δʼ ἀπὸ τύχης ἁψάμενοι τῶν κοινῶν καὶ 
<milestone n="10" unit="tlnum"/> ἀναπλησθέντες οὐκέτι ῥᾳδίως ἀπελθεῖν δύνανται, ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ταὐτὸ</foreign> Coraes</note> τοῖς ἐμβᾶσιν εἰς πλοῖον αἰώρας χάριν εἶτʼ ἀποσπασθεῖσιν εἰς πέλαγος πεπονθότες· ἔξω βλέπουσι ναυτιῶντες καὶ ταραττόμενοι, μένειν δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] abesse malim</note> καὶ χρῆσθαι τοῖς παροῦσιν ἀνάγκην ἔχοντες <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l>λευκᾶς καθύπερθε γαλάνας </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 396</note><l> εὐπρόσωποι σφᾶς παρήισαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρήισαν</foreign>] <foreign xml:lang="grc">παρήιξαν</foreign> M. <foreign xml:lang="grc">παράιξαν</foreign> Bergkius. Malim <foreign xml:lang="grc">παρίεσαν</foreign> cum X</note> ἔρωτες ναΐας </l><l>κλαΐδος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">κλαϊδος</foreign> Hermannus: <foreign xml:lang="grc">κληίδος</foreign> </note> χαραξιπόντου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χαραξιπόντου</foreign> X: <foreign xml:lang="grc">χαράξει πόντου</foreign> </note> δαιμονίαν ἐς ὕβριν.</l></quote> οὗτοι καὶ μάλιστα διαβάλλουσι τὸ πρᾶγμα τῷ μετανοεῖν <milestone n="798e" unit="stephpage" xml:id="stephpage-798e"/> καὶ ἀσχάλλειν, ὅταν ἢ δόξαν ἐλπίσαντες 
<milestone n="20" unit="tlnum"/> ἀδοξίᾳ περιπέσωσιν, ἢ φοβεροὶ προσδοκήσαντες ἑτέροις ἔσεσθαι διὰ δύναμιν εἰς πράγματα κινδύνους ἔχοντα καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> posterius R</note> ταραχὰς; ἄγωνται. ὁ δʼ ὡς μάλιστα προσῆκον ἑαυτῷ καὶ κάλλιστον ἔργον ἀπὸ γνώμης καὶ λογισμῷ τὰ κοινὰ πράσσειν ἀρξάμενος ὑπʼ οὐδενὸς <milestone n="25" unit="tlnum"/> ἐκπλήττεται τούτων οὐδʼ ἀναστρέφεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνατρέπεται</foreign> Iunius</note> τὴν γνώμην. <pb xml:id="v.5.p.62"/> οὔτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε</foreign> Coraes: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> γὰρ ἐπʼ ἐργασίᾳ καὶ χρηματισμῷ προσιτέον τοῖς κοινοῖς, ὡς οἱ περὶ Στρατοκλέα καὶ Δρομοκλείδην ἐπὶ τὸ χρυσοῦν θέρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θέρος</foreign>] <foreign xml:lang="grc">δέρος</foreign> Salmasius</note>, τὸ βῆμα μετὰ παιδιᾶς <milestone n="798f" unit="stephpage" xml:id="stephpage-798f"/> οὕτως ὀνομάζοντες, ἀλλήλους παρεκάλουν οὔθʼ <milestone n="5" unit="tlnum"/> οἷον ἐπιλήπτους ὑπὸ πάθους ἄφνω γενομένους, ὡς Γάιος Γράκχος ἐπὶ θερμοῖς τοῖς περὶ τὸν ἀδελφὸν ἀτυχήμασιν ἀπωτάτω τῶν κοινῶν τὸν βίον θέμενος, εἶθʼ ὕβρει τινῶν καὶ λοιδορίᾳ πρὸς αὐτὸν ἀναφλεχθεὶς ὑπʼ ὀργῆς, ἐνέπεσε τοῖς κοινοῖς· καὶ ταχὺ 
<milestone n="10" unit="tlnum"/> μὲν ἐπλήσθη πραγμάτων καὶ δόξης, ζητῶν δὲ παύσασθαι καὶ δεόμενος μεταβολῆς καὶ ἡσυχίας οὐχ <milestone n="799a" unit="stephpage" xml:id="stephpage-799a"/> εὗρε καταθέσθαι τὴν δύναμιν αὐτοῦ διὰ μέγεθος ἀλλὰ προαπώλετο· τούς τε πρὸς ἅμιλλαν ἢ δόξαν ὥσπερ ὑποκριτὰς εἰς θέατρον ἀναπλάττοντας ἑαυτοὺς <milestone n="15" unit="tlnum"/> ἀνάγκη μετανοεῖν, ἢ δουλεύοντας ὧν ἄρχειν ἀξιοῦσιν ἢ προσκρούοντας οἷς ἀρέσκειν ἐθέλουσιν. ἀλλʼ ὥσπερ εἰς φρέαρ οἶμαι τὴν πολιτείαν τοὺς μὲν ἐμπίπτοντας αὐτομάτως καὶ παραλόγως ταράττεσθαι καὶ μετανοεῖν, τοὺς δὲ καταβαίνοντας ἐκ 
<milestone n="20" unit="tlnum"/> παρασκευῆς καὶ λογισμοῦ καθʼ ἡσυχίαν χρῆσθαί τε τοῖς πράγμασι μετρίως καὶ πρὸς μηδὲν δυσκολαίνειν, ἅτε δὴ τὸ καλὸν αὐτὸ καὶ μηδὲν ἄλλο τῶν πράξεων <milestone n="799b" unit="stephpage" xml:id="stephpage-799b"/> ἔχοντας τέλος· </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">οὕτω δὴ τὴν προαίρεσιν ἀπερείσαντας ἐν ἑαυτοῖς καὶ ποιήσαντας ἄτρεπτον καὶ <milestone n="25" unit="tlnum"/> δυσμετάθετον, τρέπεσθαι χρὴ πρὸς κατανόησιν τοῦ ἤθους τῶν πολιτῶν, ὃ μάλιστα συγκραθὲν ἐκ πάντων ἐπιφαίνεται καὶ ἰσχύει. τὸ μὲν γὰρ εὐθὺς <pb xml:id="v.5.p.63"/> αὐτὸν ἐπιχειρεῖν ἠθοποιεῖν καὶ μεθαρμόττειν τοῦ δήμου τὴν φύσιν οὐ ῥᾴδιον οὐδʼ ἀσφαλές, ἀλλὰ καὶ χρόνου δεόμενον πολλοῦ καὶ μεγάλης δυνάμεως. δεῖ δʼ, ὥσπερ οἶνος ἐν ἀρχῇ μὲν ὑπὸ τῶν ἠθῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπὸ τοῦ ἤθους</foreign> R</note> <milestone n="5" unit="tlnum"/> κρατεῖται τοῦ πίνοντος ἡσυχῆ δὲ διαθάλπων καὶ <milestone n="799c" unit="stephpage" xml:id="stephpage-799c"/> κατακεραννύμενος αὐτὸς ἠθοποιεῖ τὸν πίνοντα καὶ μεθίστησιν, οὕτω τὸν πολιτικόν, ἕως ἂν ἰσχὺν ἀγωγὸν ἐκ δόξης καὶ πίστεως κατασκευάσηται, τοῖς ὑποκειμένοις ἤθεσιν εὐάρμοστον εἶναι καὶ στοχάζεσθαι 
<milestone n="10" unit="tlnum"/> τούτων, ἐπιστάμενον οἷς χαίρειν ὁ δῆμος καὶ ὑφʼ ὧν ἄγεσθαι πέφυκεν· οἷον ὁ Ἀθηναίων εὐκίνητός ἐστι πρὸς ὀργήν, εὐμετάθετος πρὸς ἔλεον, μᾶλλον ὀξέως ὑπονοεῖν ἢ διδάσκεσθαι καθʼ ἡσυχίαν βουλόμενος· ὥσπερ τῶν ἀνδρῶν τοῖς ἀδόξοις <milestone n="15" unit="tlnum"/> καὶ ταπεινοῖς βοηθεῖν προθυμότερος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προθυμότατος</foreign> idem</note>, οὕτω τῶν λόγων τοὺς παιγνιώδεις καὶ γελοίους ἀσπάζεται καὶ προτιμᾷ τοῖς μὲν ἐπαινοῦσιν αὐτὸν μάλιστα χαίρει, τοῖς δὲ σκώπτουσιν ἣκιστα δυσχεραίνει φοβερός <milestone n="799d" unit="stephpage" xml:id="stephpage-799d"/> ἐστιν ἄχρι τῶν ἀρχόντων, εἶτα φιλάνθρωπος ἄχρι 
<milestone n="20" unit="tlnum"/> τῶν πολεμίων. ἕτερον ἦθος τοῦ Καρχηδονίων δήμου, πικρόν, σκυθρωπόν, ὑπήκοον τοῖς ἄρχουσι, βαρὺ τοῖς ὑπηκόοις, ἀγεννέστατον ἐν φόβοις, ἀγριώτατον ἐν ὀργαῖς, ἐπίμονον τοῖς γνωσθεῖσι, πρὸς παιδιὰν καὶ χάριν ἀνήδυντον καὶ σκληρόν· οὐκ ἂν <milestone n="25" unit="tlnum"/> οὗτοι, Κλέωνος; ἀξιοῦντος αὐτούς, ἐπεὶ τέθυκε καὶ ξένους ἑστιᾶν μέλλει, τὴν ἐκκλησίαν ὑπερθέσθαι, γελάσαντες ἂν καὶ κροτήσαντες ἀνέστησαν οῦδ’ <pb xml:id="v.5.p.64"/> Ἀλκιβιάδην ὄρτυγος ἐν τῷ λέγειν διαφυγόντος ἐκ τοῦ ἱματίου, φιλοτίμως συνθηρεύσαντες ἀπέδωκαν <milestone n="799e" unit="stephpage" xml:id="stephpage-799e"/> ἄν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> R, sed malim <foreign xml:lang="grc">ἀλλὰ κἂν</foreign> </note>· ἀλλὰ καὶ ἀπέκτειναν ἄν, ὡς ὑβρίζοντας καὶ τρυφῶντας· ὅπου καὶ Ἄννωνα λέοντι χρώμενον σκευοφόρῳ <milestone n="5" unit="tlnum"/> παρὰ τὰς στρατείας αἰτιασάμενοι τυραννικὰ φρονεῖν ἐξήλασαν., οἶμαι δʼ ἂν ἔγωγε μηδὲ Θηβαίους ἀποσχέσθαι γραμμάτων πολεμίων κυρίους γενομένους, ὡς Ἀθηναῖοι Φιλίππου γραμματοφόρους λαβόντες ἐπιστολὴν ἐπιγεγραμμένην Ὀλυμπιάδι κομίζοντας 
<milestone n="10" unit="tlnum"/> οὐκ ἔλυσαν οὐδʼ ἀπεκάλυψαν ἀπόρρητον ἀνδρὸς ἀποδήμου πρὸς γυναῖκα φιλοφροσύνην οὐδέ γʼ αὖ πάλιν Ἀθηναίους, Ἐπαμεινώνδου πρὸς τὴν κατηγορίαν ἀπολογεῖσθαι μὴ θέλοντος ἀλλʼ ἀναστάντος <milestone n="799f" unit="stephpage" xml:id="stephpage-799f"/> ἐκ τοῦ θεάτρου καὶ διὰ τῆς ἐκκλησίας εἰς <milestone n="15" unit="tlnum"/> τὸ γυμνάσιον ἀπιόντος, εὐκόλως ἐνεγκεῖν τὴν ὑπεροψίαν καὶ τὸ φρόνημα τἀνδρός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">τοῦ ἀνδρός</foreign> </note>· πολλοῦ δʼ ἂν ἔτι καὶ Σπαρτιάτας δεῆσαι τὴν Στρατοκλέους ὕβριν ὑπομεῖναι καὶ βωμολοχίαν, πείσαντος μὲν αὐτοὺς εὐαγγέλια θύειν ὡς νενικηκότας, ἐπεὶ δέ, τῆς ἥττης 
<milestone n="20" unit="tlnum"/> ἀληθῶς ἀπαγγελθείσης, ἠγανάκτουν, ἐρωτῶντος τὸν <milestone n="800a" unit="stephpage" xml:id="stephpage-800a"/> δῆμον τί ἠδίκηται, τρεῖς ἡμέρας διʼ αὐτὸν ἡδέως γεγονώς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Vit. Demetr. c. 11.</note>. οἱ μὲν οὖν αὐλικοὶ κόλακες ὥσπερ ὀρνιθοθῆραι μιμούμενοι τῇ φωνῇ καὶ συνεξομοιοῦντες ἑαυτοὺς ὑποδύονται μάλιστα καὶ προσάγουσι διʼ <milestone n="25" unit="tlnum"/> ἀπάτης τοῖς βασιλεῦσι τῷ δὲ πολιτικῷ μιμεῖσθαι μὲν οὐ προσήκει τοῦ δήμου τὸν τρόπον, ἐπίστασθαι δὲ καὶ χρῆσθαι πρὸς ἕκαστον, οἷς ἁλώσιμός ἐστιν· <pb xml:id="v.5.p.65"/> ἡ γὰρ ἄγνοια τῶν ἠθῶν ἀστοχίας φέρει καὶ διαπτώσεις οὐχ ἥττονας ἐν ταῖς πολιτείαις ἢ ταῖς φιλίαις τῶν βασιλέων. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">τὸ μὲν οὖν τῶν πολιτῶν ἦθος ἰσχύοντα δεῖ <milestone n="5" unit="tlnum"/> καὶ πιστευόμενον ἤδη πειρᾶσθαι ῥυθμίζειν ἀτρέμα <milestone n="800b" unit="stephpage" xml:id="stephpage-800b"/> πρὸς τὸ βέλτιον ὑπάγοντα καὶ πράως μεταχειριζόμενον· ἐργώδης γὰρ ἡ μετάθεσις τῶν πολλῶν. αὐτὸς δʼ ὥσπερ ἐν θεάτρῳ τὸ λοιπὸν ἀναπεπταμένῳ βιωσόμενος, ἐξάσκει καὶ κατακόσμει τὸν τρόπον· εἰ δὲ 
<milestone n="10" unit="tlnum"/> μὴ ῥᾴδιον ἀπαλλάξαι παντάπασι τῆς ψυχῆς τὴν κακίαν, ὅσα γοῦν ἐπανθεῖ μάλιστα καὶ προπίπτει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Coraes: <foreign xml:lang="grc">προσπίπτει</foreign> </note> τῶν ἁμαρτημάτων ἀφαιρῶν καὶ κολούων. ἀκούεις γάρ, ὅτι καὶ Θεμιστοκλῆς ἅπτεσθαι τῆς πολιτείας διανοούμενος ἀπέστησε τῶν πότων καὶ τῶν κώμων <milestone n="15" unit="tlnum"/> ἑαυτόν, ἀγρυπνῶν δὲ καὶ νήφων καὶ πεφροντικὼς ἔλεγε πρὸς τοὺς συνήθεις, ὡς οὐκ ἐᾷ καθεύδειν <milestone n="800c" unit="stephpage" xml:id="stephpage-800c"/> αὐτὸν τὸ Μιλτιάδου τρόπαιον· Περικλῆς δὲ καὶ περὶ τὸ σῶμα καὶ τὴν δίαιταν ἐξήλλαξεν αὑτὸν ἠρέμα βαδίζειν καὶ πράως διαλέγεσθαι καὶ τὸ πρόσωπον 
<milestone n="20" unit="tlnum"/> ἀεὶ συνεστηκὸς ἐπιδείκνυσθαι καὶ τὴν χεῖρα συνέχειν ἐντὸς τῆς περιβολῆς καὶ μίαν ὁδὸν πορεύεσθαι τὴν ἐπὶ τὸ βῆμα καὶ τὸ βουλευτήριον. οὐ γὰρ εὐμεταχείριστον οὐδὲ ῥᾴδιον ἁλῶναι τὴν σωτήριον ἅλωσιν ὑπὸ τοῦ τυχόντος ὄχλος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄχλος</foreign> * (<foreign xml:lang="grc">ὁ ὄχλος</foreign> Cobetus): <foreign xml:lang="grc">ὄχλον</foreign> aut <foreign xml:lang="grc">ὄχλου</foreign> </note>, ἀλλʼ ἀγαπητόν, <milestone n="25" unit="tlnum"/> εἰ μήτʼ ὄψει μήτε φωνῇ πτυρόμενος ὥσπερ θηρίον ὕποπτον καὶ ποικίλον ἐνδέχοιτο τὴν ἐπιστασίαν. ᾧ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾧ</foreign>] <foreign xml:lang="grc">ὅπου</foreign> Coraes</note> τοίνυν οὐδὲ τούτων ἐπιμελητέον ἐστὶ <pb xml:id="v.5.p.66"/> <milestone n="800d" unit="stephpage" xml:id="stephpage-800d"/> παρέργως, ἦπου τῶν περὶ τὸν βίον καὶ τὸ ἦθος ἀμελητέον ὅπως ψόγου καθαρὰ καὶ διαβολῆς ἁπάσης; οὐ γὰρ ὧν λέγουσιν ἐν κοινῷ καὶ πράττουσιν οἱ πολιτευόμενοι μόνον εὐθύνας διδόασιν, <milestone n="5" unit="tlnum"/> ἀλλὰ καὶ δεῖπνον αὐτῶν πολυπραγμονεῖται καὶ κοίτη καὶ γάμος καὶ παιδιὰ καὶ σπουδὴ πᾶσα. τί γὰρ δεῖ λέγειν Ἀλκιβιάδην; ὃν περὶ τὰ κοινὰ πάντων ἐνεργότατον ὄντα καὶ στρατηγὸν ἀήττητον ἀπώλεσεν ἡ περὶ τὴν δίαιταν ἀναγωγία καὶ θρασύτης, καὶ 
<milestone n="10" unit="tlnum"/> τῶν ἄλλων ἀγαθῶν αὐτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> τὴν πόλιν ἀνόνητον ἐποίησε διὰ τὴν πολυτέλειαν καὶ τὴν ἀκολασίαν ὅπου καὶ Κίμωνος οὗτοι τὸν οἶνον, καὶ Ῥωμαῖοι <milestone n="800e" unit="stephpage" xml:id="stephpage-800e"/>Σκιπίωνος οὐδὲν ἄλλο ἔχοντες λέγειν τὸν ὕπνον ᾐτιῶντο· Πομπήιον δὲ Μάγνον ἐλοιδόρουν οἱ ἐχθροί, <milestone n="15" unit="tlnum"/> παραφυλάξαντες ἑνὶ δακτύλῳ τὴν κεφαλὴν κνώμενον. ὡς γὰρ ἐν προσώπῳ φακὸς καὶ ἀκροχορδὼν δυσχεραίνεται μᾶλλον ἢ στίγματα καὶ κολοβότητες καὶ οὐλαὶ τοῦ λοιποῦ σώματος, οὕτω τὰ μικρὰ φαίνεται μεγάλα τῶν ἁμαρτημάτων ἐν ἡγεμονικοῖς 
<milestone n="20" unit="tlnum"/> καὶ πολιτικοῖς ὁρώμενα βίοις διὰ δόξαν, ἣν οἱ πολλοὶ περὶ ἀρχῆς καὶ πολιτείας ἔχουσιν, ὡς πράγματος μεγάλου καὶ καθαρεύειν ἀξίου πάσης <milestone n="800f" unit="stephpage" xml:id="stephpage-800f"/> ἀτοπίας καὶ πλημμελείας. εἰκότως οὖν Λιούιος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λιούιος</foreign> X: <foreign xml:lang="grc">λεούιος</foreign> aut <foreign xml:lang="grc">ἰούλιος</foreign> </note> Δροῦσος ὁ δημαγωγὸς εὐδοκίμησεν ὅτι, τῆς οἰκίας <milestone n="25" unit="tlnum"/> αὐτοῦ πολλὰ μέρη κάτοπτα τοῖς γειτνιῶσιν ἐχούσης καὶ τῶν τεχνιτῶν τινος ὑπισχνουμένου ταῦτʼ ἀποστρέψειν καὶ μεταθήσειν ἀπὸ πέντε μόνων <pb xml:id="v.5.p.67"/> ταλάντων, <q>δέκα</q> ἔφη <q>λαβὼν ὅλην μου ποίησον καταφανῆ τὴν οἰκίαν, ἵνα πάντες ὁρῶσιν οἱ πολῖται πῶς διαιτῶμαι·</q> καὶ γὰρ ἦν ἀνὴρ σώφρων καὶ κόσμιος. ἴσως δὲ ταύτης οὐδὲν ἔδει τῆς καταφανείας <milestone n="5" unit="tlnum"/> αὐτῷ· διορῶσι γὰρ οἱ πολλοὶ καὶ τὰ πάνυ βαθέως περιαμπέχεσθαι δοκοῦντα τῶν πολιτευομένων <milestone n="801a" unit="stephpage" xml:id="stephpage-801a"/> ἢθη καὶ βουλεύματα καὶ πράξεις καὶ βίους, οὐχ ἧττον ἀπὸ τῶν ἰδίων ἢ τῶν δημοσίων ἐπιτηδευμάτων τὸν μὲν φιλοῦντες καὶ θαυμάζοντες τὸν <milestone n="10" unit="tlnum"/> δὲ δυσχεραίνοντες καὶ καταφρονοῦντες. τί οὖν δή; οὐχὶ καὶ τοῖς ἀσελγῶς καὶ τεθρυμμένως ζῶσιν αἱ πόλεις χρῶνται; καὶ γὰρ αἱ κιττῶσαι λίθους καὶ οἱ ναυτιῶντες ἁλμυρίδας καὶ τὰ τοιαῦτα βρώματα διώκουσι πολλάκις, εἶτʼ ὀλίγον ὕστερον ἐξέπτυσαν <milestone n="15" unit="tlnum"/> καὶ ἀπεστράφησαν· οὕτω καὶ οἱ δῆμοι διὰ τρυφὴν καὶ ὕβριν βελτιόνων ἀπορίᾳ δημαγωγῶν χρῶνται <milestone n="801b" unit="stephpage" xml:id="stephpage-801b"/> τοῖς ἐπιτυχοῦσι βδελυττόμενοι καὶ καταφρονοῦντες, εἶτα χαίρουσι τοιούτων εἰς αὐτοὺς λεγομένων, οἷα Πλάτων ὁ κωμικὸς τὸν Δῆμον αὐτὸν 
<milestone n="20" unit="tlnum"/> λέγοντα ποιεῖ <quote rend="blockquote"><l>λαβοῦ, λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Kock. 1 p. 652</note><l> μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀγύρριον</foreign>] cf. Arist. Plut. 176</note> </l></quote> καὶ πάλιν αἰτοῦντα λεκάνην καὶ πτερόν, ὅπως ἐμέσῃ, λέγοντα <milestone n="25" unit="tlnum"/> <quote rend="blockquote"><l>προσίσταταί μου πρὸς τὸ βῆμα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">βῆμα</foreign>] <foreign xml:lang="grc">κλῆμα</foreign> optimi. <foreign xml:lang="grc">βλῆμα</foreign>?</note> Μαντίας</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Kock. 1. 1.</note></quote> <pb xml:id="v.5.p.68"/> καὶ <quote rend="blockquote"><l> βόσκει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">βόσκει</foreign>] <foreign xml:lang="grc">κόσμει</foreign> optimi</note> δυσώδη Κέφαλον, ἐχθίστην νόσον.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 1. 1.</note></quote> ὁ δὲ Ῥωμαίων δῆμος, ὑπισχνουμένου τι Κάρβωνος καὶ προστιθέντος ὅρκον δή τινα καὶ ἀράν, ἀντώμοσεν <milestone n="5" unit="tlnum"/> ὁμοῦ μὴ πιστεύειν. ἐν δὲ Λακεδαίμονι τινὸς <milestone n="801c" unit="stephpage" xml:id="stephpage-801c"/>Δημοσθένους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τιμοσθένους</foreign> Madvigius</note> ἀνδρὸς ἀκολάστου γνώμην εἰπόντος ἁρμόζουσαν, ἀπέρριψεν ὁ δῆμος, οἱ δʼ Ἔφοροι κληρώσαντες ἕνα τῶν γερόντων ἐκέλευσαν εἰπεῖν τὸν αὐτὸν λόγον ἐκεῖνον, ὥσπερ εἰς καθαρὸν ἀγγεῖον 
<milestone n="10" unit="tlnum"/> ἐκ ῥυπαροῦ μετεράσαντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Duebnerus: <foreign xml:lang="grc">μετακεράσαντες</foreign> </note>, ὅπως εὐπρόσδεκτος γένηται τοῖς πολλοῖς. οὕτω μεγάλην ἔχει ῥοπὴν ἐν πολιτείᾳ πίστις ἤθους καὶ τοὐναντίον. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν ἀμελητέον γε διὰ τοῦτο τῆς περὶ τὸν λόγον χάριτος καὶ δυνάμεως ἐν ἀρετῇ θεμένους τὸ <milestone n="15" unit="tlnum"/> σύμπαν, ἀλλὰ τὴν ῥητορικὴν νομίσαντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">M: <foreign xml:lang="grc">νομίσαντες εἶναι</foreign> </note> μὴ δημιουργὸν ἀλλά τοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλά τοι</foreign>] <foreign xml:lang="grc">ἀλλά του</foreign>?</note> συνεργὸν εἶναι πειθοῦς, ἐπανορθωτέον τὸ τοῦ Μενάνδρου <quote rend="blockquote"><l>τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος·</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 135</note></quote> καὶ γὰρ ὁ τρόπος καὶ ὁ λόγος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ τρόπος καὶ ὁ λόγος</foreign>] <foreign xml:lang="grc">οἶος ὁ τρόπος τοιοῦτος καὶ ὁ λόγος</foreign> Wilamowitzius. Satis est <foreign xml:lang="grc">οἶος ὁ τρόπος καὶ ὁ λόγος</foreign> </note> εἰ μὴ νὴ Δία φήσει 
<milestone n="20" unit="tlnum"/> τις, ὡς τὸν κυβερνήτην ἄγειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄγειν κἑ</foreign>] similem syntaxin vid. p. 296f.</note> τὸ πλοῖον οὐ τὸ πηδάλιον, <milestone n="801d" unit="stephpage" xml:id="stephpage-801d"/> καὶ τὸν ἱππέα στρέφειν τὸν ἵππον οὐ τὸν χαλινόν, οὕτω πόλιν πείθειν οὐ λόγῳ, ἀλλὰ τρόπῳ χρωμένην ὥσπερ οἴακι καὶ χαλινῷ τὴν πολιτικὴν <pb xml:id="v.5.p.69"/> ἀρετήν, ὅπερ εὐστροφώτατον ζῷον, ὥς φησι Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Criti. p. 109c</note>, οἷον ἐκ πρύμνης ἁπτομένην καὶ κατευθύνουσαν. ὅπου γὰρ οἱ μεγάλοι βασιλεῖς ἐκεῖνοι καὶ διογενεῖς, ὡς Ὅμηρός φησιν, ἁλουργίσι καὶ σκήπτροις καὶ <milestone n="5" unit="tlnum"/> δορυφόροις καὶ θεῶν χρησμοῖς ἐξογκοῦσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξογκοῦντες</foreign> supra scriptum in V<hi rend="superscript">3</hi> (ut corr. R)</note> ἑαυτούς, καὶ δουλούμενοι τῇ σεμνότητι τοὺς πολλοὺς ὡς κρείττονες, ὅμως ἐβούλοντο <q>μύθων ῥητῆρες</q> εἶναι καὶ οὐκ ἠμέλουν τῆς τοῦ λέγειν χάριτος οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. I 441</note> 
<milestone n="10" unit="tlnum"/> <milestone n="801e" unit="stephpage" xml:id="stephpage-801e"/> οὐδὲ Διὸς Βουλαίου μόνον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μόνον</foreign> Benselerus: <foreign xml:lang="grc">μόνου</foreign> </note> ἔχρῃζον οὐδʼ Ἄρεος Ἐνυαλίου καὶ Στρατίας Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν Καλλιόπην παρεκάλουν <quote rend="blockquote"><l>ἣ δὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign>] <foreign xml:lang="grc">γὰρ καὶ</foreign> Hesiodus</note> βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hes. Theog. 80</note></quote> πραΰνουσα πειθοῖ καὶ κατᾴδουσα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταδοῦσα</foreign> (<foreign xml:lang="grc">καταδέουσα</foreign> W) *: <foreign xml:lang="grc">καταιδοῦσα</foreign> </note> τῶν δήμων τὸ <milestone n="15" unit="tlnum"/> αὔθαδες καὶ βίαιον· ἦ που δυνατὸν ἄνθρωπον ἰδιώτην ἐξ ἱματίου καὶ σχήματος δημοτικοῦ πόλιν ἄγειν βουλόμενον ἐξισχῦσαι καὶ κρατῆσαι τῶν πολλῶν, εἰ μὴ λόγον ἔχοι συμπείθοντα καὶ προσαγόμενον; <milestone n="801f" unit="stephpage" xml:id="stephpage-801f"/> οἱ μὲν οὖν τὰ πλοῖα κυβερνῶντες ἑτέροις χρῶνται 
<milestone n="20" unit="tlnum"/> κελευσταῖς, ὁ δὲ πολιτικὸς ἐν ἑαυτῷ μὲν ὀφείλει τὸν κυβερνῶντα νοῦν ἔχειν ἐν ἑαυτῷ δὲ τὸν ἐγκελευόμενον λόγον, ὅπως μὴ δέηται φωνῆς ἀλλοτρίας μηδʼ ὥσπερ Ἰφικράτης ὑπὸ τῶν περὶ Ἀριστοφῶντα καταρρητορευόμενος λέγῃ <q>βελτίων μὲν ὁ τῶν <pb xml:id="v.5.p.70"/> ἀντιδίκων ὑποκριτὴς δρᾶμα δὲ τοὐμὸν ἄμεινον</q> μηδὲ πολλάκις δέηται τῶν Εὐριπιδείων ἐκείνων <quote rend="blockquote"><l>εἴθʼ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν·</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 678</note></quote> <milestone n="802a" unit="stephpage" xml:id="stephpage-802a"/> καὶ <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l>φεῦ φεῦ, τὸ μὴ τὰ πράγματʼ ἀνθρώποις ἔχειν </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. 494</note><l> φωνήν, ἵνʼ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν. </l></quote> ταῦτα μὲν γὰρ ἴσως Ἀλκαμένει καὶ Νησιώτῃ καὶ Ἰκτίνῳ καὶ πᾶσι τοῖς βαναύσοις καὶ χειρώναξι τὸ δύνασθαι λέγειν ἀπομνυμένοις δοτέον ἀποδιδράσκειν· 
<milestone n="10" unit="tlnum"/> ὥσπερ Ἀθήνησιν ἀρχιτεκτόνων ποτὲ δυεῖν ἐξεταζομένων πρὸς δημόσιον ἔργον ὁ μὲν αἱμύλος καὶ κομψὸς εἰπεῖν λόγον τινὰ διελθὼν περὶ· τῆς κατασκευῆς μεμελετημένον ἐκίνησε τὸν δῆμον, ὁ δὲ <milestone n="802b" unit="stephpage" xml:id="stephpage-802b"/> βελτίων τῇ τέχνῃ λέγειν δʼ ἀδύνατος, παρελθὼν <milestone n="15" unit="tlnum"/> εἰς μέσον εἶπεν <q>ἄνδρες Ἀθηναῖοι, ὡς οὗτος εἴρηκεν, ἐγὼ ποιήσω</q> τὴν γὰρ Ἐργάνην οὗτοι μόνον θεραπεύουσιν, ὥς φησι Σοφοκλῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Nauck. p. 309</note>, οἱ <q>παρʼ ἄκμονι τυπάδι βαρείᾳ</q> καὶ πληγαῖς ὑπακούουσαν ὕλην ἄψυχον δημιουργοῦντες· ὁ δὲ τῆς Πολιάδος Ἀθηνᾶς 
<milestone n="20" unit="tlnum"/> καὶ τῆς Βουλαίας Θέμιδος <quote rend="blockquote"><l>ἣ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">β</foreign> 69</note></quote> προφήτης, ἑνὶ χρώμενος ὀργάνῳ τῷ λόγῳ τὰ μὲν πλάττων καὶ συναρμόττων, τὰ δʼ ἀντιστατοῦντα πρὸς τὸ ἔργον ὥσπερ ὄζους τινὰς ἐν ξύλῳ καὶ διπλόας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Plat. Sophist. p. 267e</note> <milestone n="25" unit="tlnum"/> ἐν σιδήρῳ μαλάσσων καὶ καταλεαίνων, κοσμεῖ <pb xml:id="v.5.p.71"/> <milestone n="802c" unit="stephpage" xml:id="stephpage-802c"/> τὴν πόλιν. διὰ τοῦτʼ ἦν ἡ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦν ἡ</foreign> *: <foreign xml:lang="grc">ἡ</foreign> </note> κατὰ Περικλέα πολιτεία, <q>λόγῳ μέν</q> ὥς φησι Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 2, 65, 8</note> <q>δημοκρατία, ἔργῳ δʼ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχὴ</q> διὰ τὴν τοῦ λόγου δύναμιν. ἐπεὶ καὶ Κίμων ἀγαθὸς ἦν καὶ <milestone n="5" unit="tlnum"/>Ἐφιάλτης καὶ Θουκυδίδης, ἀλλʼ ἐρωτηθεὶς οὗτος ὑπʼ Ἀρχιδάμου τοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign> *</note> βασιλέως τῶν Σπαρτιατῶν πότερον αὐτὸς ἢ Περικλῆς παλαίει βέλτιον <q>οὐκ ἂν εἰδείη τις εἶπεν· ὅταν γὰρ ἐγὼ καταβάλω παλαίων, ἐκεῖνος λέγων μὴ πεπτωκέναι, νικᾷ καὶ πείθει τοὺς θεωμένους. 
<milestone n="10" unit="tlnum"/></q> τοῦτο δʼ οὐκ αὐτῷ μόνον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μόνον</foreign> Benselerus: <foreign xml:lang="grc">μόνῳ</foreign> </note> ἐκείνῳ δόξαν ἀλλὰ καὶ τῇ πόλει σωτηρίαν ἔφερε· πειθομένη γὰρ αὐτῷ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἔσῳζε, τῶν δʼ ἐκτὸς ἀπείχετο. Νικίας δὲ τὴν αὐτὴν προαίρεσιν <milestone n="802d" unit="stephpage" xml:id="stephpage-802d"/> ἔχων, πειθοῦς δὲ τοιαύτης ἐνδεὴς ὢν καὶ καθάπερ <milestone n="15" unit="tlnum"/> ἀμβλεῖ χαλινῷ τῷ λόγῳ πειρώμενος ἀποστρέφειν τὸν δῆμον, οὐ κατέσχεν οὐδʼ ἐκράτησεν, ἀλλʼ ᾤχετο βίᾳ φερόμενος εἰς Σικελίαν καὶ συνεκτραχηλιζόμενος. τὸν μὲν οὖν λύκον οὔ φασι τῶν ὤτων κρατεῖν, δῆμον δὲ καὶ πόλιν ἐκ τῶν ὤτων ἄγειν δεῖ μά 
<milestone n="20" unit="tlnum"/> λιστα, μή, καθάπερ ἔνιοι τῶν ἀγυμνάστων περὶ λόγον λαβὰς ἀμούσους καὶ ἀτέχνους ζητοῦντες ἐν τοῖς πολλοῖς τῆς γαστρὸς ἕλκουσιν εὐωχοῦντες ἢ τοῦ βαλλαντίου διδόντες, ἢ πυρρίχας τινὰς ἢ μονομάχων θεάματα παρασκευάζοντες ἀεὶ δημαγωγοῦσι, <milestone n="25" unit="tlnum"/> <milestone n="802e" unit="stephpage" xml:id="stephpage-802e"/> μᾶλλον δὲ δημοκοποῦσι. δημαγωγία γὰρ ἡ διὰ λόγου πειθομένων ἐστίν, αἱ δὲ τοιαῦται τιθασεύσεις τῶν <pb xml:id="v.5.p.72"/> ὄχλων οὐδὲν ἀλόγων ζῴων ἄγρας καὶ βουκολήσεως διαφέρουσιν. </p></div></div></body></text></TEI>