<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="798a" unit="stephpage" xml:id="stephpage-798a"/> εὶ προς ἀλλο τι χρήσασθαι καλῶς ἐστιν ἔχου, ὦ Μενέμαχε, τῷ <quote rend="blockquote"><l> οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. I 55</note> <milestone n="5" unit="tlnum"/> </l><l> οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων·ʼ</l></quote> <milestone n="798b" unit="stephpage" xml:id="stephpage-798b"/> καὶ πρὸς τοὺς προτρεπομένους τῶν φιλοσόφων διδάσκοντας δὲ μηδὲν μηδʼ ὑποτιθεμένους · ὅμοιοι γάρ εἰσι τοῖς τοὺς λύχνους προμύττουσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προμύττουσιν</foreign>] bene se habet</note> ἔλαιον δὲ μὴ ἐγχέουσιν. ὁρῶν οὖν σε παρωρμημένον ἀξίως 
<milestone n="10" unit="tlnum"/> τῆς εὐγενείας ἐν τῇ πατρίδι <quote rend="blockquote"><l> μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων,ʼ </l></quote> ἐπειδὴ χρόνον οὐκ ἔχεις ἀνδρὸς φιλοσόφου βίον ὕπαιθρον ἐν πράξεσι πολιτικαῖς καὶ δημοσίοις ἀγῶσι κατανοῆσαι καὶ γενέσθαι παραδειγμάτων ἔργῳ μὴ <milestone n="15" unit="tlnum"/> <milestone n="798c" unit="stephpage" xml:id="stephpage-798c"/> λόγῳ περαινομένων θεατής, ἀξιοῖς δὲ παραγγέλματα λαβεῖν πολιτικά· τὴν μὲν ἄρνησιν οὐδαμῶς ἐμαυτῷ προσήκουσαν εἶναι νομίζω, τὸ δʼ ἔργον εὔχομαι καὶ τῆς σῆς ἄξιον σπουδῆς καὶ τῆς ἐμῆς προθυμίας γενέσθαι· τοῖς δὲ παραδείγμασι ποικιλωτέροις, ὥσπερ 
<milestone n="20" unit="tlnum"/> ἠξίωσας, ἐχρησάμην. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">πρῶτον μὲν οὖν ὑποκείσθω πολιτείᾳ καθάπερ <pb xml:id="v.5.p.61"/> πραεξεπτα Οερενδαε ρειπωιβλιξαε. ἔδαφος βέβαιον καὶ ἰσχυρὸν ἡ προαίρεσις ἀρχὴν ἔχουσα κρίσιν καὶ λόγον, ἀλλὰ πτοίαν ὑπὸ δόξης κενῆς ἢ φιλονεικίας τινὸς; ἢ πράξεων ἑτέρων ἀπορίας. ὥσπερ γὰρ οἷς οὐδὲν ἔστιν οἴκοι χρηστόν, <milestone n="5" unit="tlnum"/> ἐν ἀγορᾷ διατρίβουσι, κἂν μὴ δέωνται, τὸν πλεῖστον <milestone n="798d" unit="stephpage" xml:id="stephpage-798d"/> χρόνον· οὕτως ἔνιοι τῷ μηδὲν ἔχειν ἴδιον ἄλλο πράττειν ἄξιον σπουδῆς ἐμβάλλουσιν ἑαυτοὺς εἰς δημόσια πράγματα, τῇ πολιτείᾳ διαγωγῇ χρώμενοι. πολλοὶ δʼ ἀπὸ τύχης ἁψάμενοι τῶν κοινῶν καὶ 
<milestone n="10" unit="tlnum"/> ἀναπλησθέντες οὐκέτι ῥᾳδίως ἀπελθεῖν δύνανται, ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ταὐτὸ</foreign> Coraes</note> τοῖς ἐμβᾶσιν εἰς πλοῖον αἰώρας χάριν εἶτʼ ἀποσπασθεῖσιν εἰς πέλαγος πεπονθότες· ἔξω βλέπουσι ναυτιῶντες καὶ ταραττόμενοι, μένειν δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] abesse malim</note> καὶ χρῆσθαι τοῖς παροῦσιν ἀνάγκην ἔχοντες <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l>λευκᾶς καθύπερθε γαλάνας </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 396</note><l> εὐπρόσωποι σφᾶς παρήισαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρήισαν</foreign>] <foreign xml:lang="grc">παρήιξαν</foreign> M. <foreign xml:lang="grc">παράιξαν</foreign> Bergkius. Malim <foreign xml:lang="grc">παρίεσαν</foreign> cum X</note> ἔρωτες ναΐας </l><l>κλαΐδος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">κλαϊδος</foreign> Hermannus: <foreign xml:lang="grc">κληίδος</foreign> </note> χαραξιπόντου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χαραξιπόντου</foreign> X: <foreign xml:lang="grc">χαράξει πόντου</foreign> </note> δαιμονίαν ἐς ὕβριν.</l></quote> οὗτοι καὶ μάλιστα διαβάλλουσι τὸ πρᾶγμα τῷ μετανοεῖν <milestone n="798e" unit="stephpage" xml:id="stephpage-798e"/> καὶ ἀσχάλλειν, ὅταν ἢ δόξαν ἐλπίσαντες 
<milestone n="20" unit="tlnum"/> ἀδοξίᾳ περιπέσωσιν, ἢ φοβεροὶ προσδοκήσαντες ἑτέροις ἔσεσθαι διὰ δύναμιν εἰς πράγματα κινδύνους ἔχοντα καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> posterius R</note> ταραχὰς; ἄγωνται. ὁ δʼ ὡς μάλιστα προσῆκον ἑαυτῷ καὶ κάλλιστον ἔργον ἀπὸ γνώμης καὶ λογισμῷ τὰ κοινὰ πράσσειν ἀρξάμενος ὑπʼ οὐδενὸς <milestone n="25" unit="tlnum"/> ἐκπλήττεται τούτων οὐδʼ ἀναστρέφεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνατρέπεται</foreign> Iunius</note> τὴν γνώμην. <pb xml:id="v.5.p.62"/> οὔτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε</foreign> Coraes: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> γὰρ ἐπʼ ἐργασίᾳ καὶ χρηματισμῷ προσιτέον τοῖς κοινοῖς, ὡς οἱ περὶ Στρατοκλέα καὶ Δρομοκλείδην ἐπὶ τὸ χρυσοῦν θέρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θέρος</foreign>] <foreign xml:lang="grc">δέρος</foreign> Salmasius</note>, τὸ βῆμα μετὰ παιδιᾶς <milestone n="798f" unit="stephpage" xml:id="stephpage-798f"/> οὕτως ὀνομάζοντες, ἀλλήλους παρεκάλουν οὔθʼ <milestone n="5" unit="tlnum"/> οἷον ἐπιλήπτους ὑπὸ πάθους ἄφνω γενομένους, ὡς Γάιος Γράκχος ἐπὶ θερμοῖς τοῖς περὶ τὸν ἀδελφὸν ἀτυχήμασιν ἀπωτάτω τῶν κοινῶν τὸν βίον θέμενος, εἶθʼ ὕβρει τινῶν καὶ λοιδορίᾳ πρὸς αὐτὸν ἀναφλεχθεὶς ὑπʼ ὀργῆς, ἐνέπεσε τοῖς κοινοῖς· καὶ ταχὺ 
<milestone n="10" unit="tlnum"/> μὲν ἐπλήσθη πραγμάτων καὶ δόξης, ζητῶν δὲ παύσασθαι καὶ δεόμενος μεταβολῆς καὶ ἡσυχίας οὐχ <milestone n="799a" unit="stephpage" xml:id="stephpage-799a"/> εὗρε καταθέσθαι τὴν δύναμιν αὐτοῦ διὰ μέγεθος ἀλλὰ προαπώλετο· τούς τε πρὸς ἅμιλλαν ἢ δόξαν ὥσπερ ὑποκριτὰς εἰς θέατρον ἀναπλάττοντας ἑαυτοὺς <milestone n="15" unit="tlnum"/> ἀνάγκη μετανοεῖν, ἢ δουλεύοντας ὧν ἄρχειν ἀξιοῦσιν ἢ προσκρούοντας οἷς ἀρέσκειν ἐθέλουσιν. ἀλλʼ ὥσπερ εἰς φρέαρ οἶμαι τὴν πολιτείαν τοὺς μὲν ἐμπίπτοντας αὐτομάτως καὶ παραλόγως ταράττεσθαι καὶ μετανοεῖν, τοὺς δὲ καταβαίνοντας ἐκ 
<milestone n="20" unit="tlnum"/> παρασκευῆς καὶ λογισμοῦ καθʼ ἡσυχίαν χρῆσθαί τε τοῖς πράγμασι μετρίως καὶ πρὸς μηδὲν δυσκολαίνειν, ἅτε δὴ τὸ καλὸν αὐτὸ καὶ μηδὲν ἄλλο τῶν πράξεων <milestone n="799b" unit="stephpage" xml:id="stephpage-799b"/> ἔχοντας τέλος· </p></div></div></body></text></TEI>