<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="8"><p rend="indent">μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">Ἐπαμεινώνδου</foreign></note> τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος; <pb xml:id="v.5.p.34"/> ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ <q>νῦν μέν</q> ἔφη <q>θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας <milestone unit="tlnum" n="5"/> ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">κόπτοντας</foreign> </note>, οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν</q> οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων <milestone unit="stephpage" xml:id="stephpage-788b" n="788b"/> τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ <milestone unit="tlnum" n="10"/> ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ  
<milestone unit="tlnum" n="15"/> γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διὰ φροντίδος</foreign> R</note> μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης· <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 314</note></quote> <milestone unit="stephpage" xml:id="stephpage-788c" n="788c"/> οὐ γὰρ τόσον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ γὰρ τόσον</foreign>] <foreign xml:lang="lat">om. codices. Malim</foreign><foreign xml:lang="grc">οὐ γὰρ τοσοῦτον</foreign></note> σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν <milestone unit="tlnum" n="25"/> τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ <pb xml:id="v.5.p.35"/> φαινόμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ τὸ μὴ φαινόμενον κἑ</foreign>] Fort. <foreign xml:lang="grc">ἅτε μὴ φαινομένων</foreign> (sc. <foreign xml:lang="grc">τῶν παρ’ ἡλικίαν ἐπὶ τὸ βῆμα βαδιζόντων</foreign>) <foreign xml:lang="grc">ἄλλοτε μὲν ἐσφαλμένως ὁτὲ δ’ ὑπὸ δόξης κενῆς</foreign> <foreign xml:lang="lat">cett. Reiskius coniecerat</foreign>: <foreign xml:lang="grc">καὶ τὸ μὴ φαινόμενον</foreign> (sc. <foreign xml:lang="grc">τινα</foreign>) <foreign xml:lang="grc">ἅμα τὰ μὲν ἐσφαλμένον τὰ δ’ ὑπὸ δόξης</foreign> cett.</note> ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τε χρῆσθαι</foreign> G. Papavassiliu: <foreign xml:lang="grc">κεκρῆσθαι</foreign> </note> καὶ μετρίως <milestone unit="tlnum" n="5"/> τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν <milestone unit="stephpage" xml:id="stephpage-788d" n="788d"/> ἀνθρώπων · καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι <milestone unit="tlnum" n="10"/> τὰ πράγματα, παρωσάμεναί τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign>] <foreign xml:lang="grc">γε</foreign>?</note> στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς πολεμίους</foreign> mei</note> διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα  
<milestone unit="tlnum" n="15"/> τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος <milestone unit="stephpage" xml:id="stephpage-788e" n="788e"/> <q>οὐ μὰ τοὺς θεούς</q> εἶπεν <q>ἀλλὰ τοιοῦτον μὲν εἶναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶναι</foreign>] <foreign xml:lang="lat">supplendum vid</foreign>. <foreign xml:lang="grc">εἰκὸς εἶναι</foreign> cf. p. 187c</note> τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν <q>ἅμα πρόσω καὶ ὀπίσω</q> τῶν πραγμάτων <milestone unit="tlnum" n="20"/> ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον.</q> ὁ γὰρ Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] cf. Plat. <title rend="italic">Rep</title>. p. 329 c</note> ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην, <pb xml:id="v.5.p.36"/> ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλοὺς καὶ</foreign> Duebnerus</note> μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-788f" n="788f"/> ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν <milestone unit="tlnum" n="10"/> ταῖς φροντίσιν.</p></div></div></body></text></TEI>