<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι <milestone unit="tlnum" n="10"/> ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων <milestone unit="stephpage" xml:id="stephpage-786e" n="786e"/> τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος  
<milestone unit="tlnum" n="15"/> τὴν ψυχήν· καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔγραφεν</foreign> mei</note> ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ξενοφῶντα</foreign>] Comm. 2, 1, 31</note>, θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν <milestone unit="tlnum" n="20"/> ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ <milestone unit="stephpage" xml:id="stephpage-786f" n="786f"/> χάρις εὐμενὴς συμμαρτυροῦσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συμμαρτυροῦσα</foreign> *: <foreign xml:lang="grc">ἡ μαρτυροῦσα</foreign> </note> τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡγεμὼν</foreign>] <foreign xml:lang="grc"> γέμων</foreign> Hauptius</note>, οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς <milestone unit="tlnum" n="25"/> προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ <pb xml:id="v.5.p.31"/> ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο <milestone unit="tlnum" n="5"/> φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ξύλων</foreign>] <foreign xml:lang="lat">om. iidem</foreign></note> ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον <milestone unit="stephpage" xml:id="stephpage-787a" n="787a"/> ἐδόκουν διαφυλάττειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">fort. scrib. partim cum aliis ita</foreign>: <foreign xml:lang="grc">ὥσπερ γὰρ οἱ τεχνῖται - - διαφυλάττειν· οὕτως ἔστι καὶ δόξης</foreign> cett. <foreign xml:lang="grc">τεχνῖται - εἶναι</foreign>] om. mei</note>. ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν <milestone unit="tlnum" n="10"/> ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ναύκληρος</foreign> Leonicus: <foreign xml:lang="grc">ναυκληρικὸς</foreign> </note> ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον <q>οὐ χαλεπῶς</q> ἔφη <q>τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως·</q> οὕτω τῆς  
<milestone unit="tlnum" n="15"/> πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">ita W: <foreign xml:lang="grc">ἀπὸ τῶν τυχόντων γενομένην</foreign> </note> ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ <milestone unit="stephpage" xml:id="stephpage-787b" n="787b"/> καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις <milestone unit="tlnum" n="20"/> τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Iannotius: <foreign xml:lang="grc">δεχομένη</foreign> </note> χορηγοῦντος οὐδὲ προδικοῦντος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προδικοῦντος</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">προσδοκῶντος</foreign></note> οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ <pb xml:id="v.5.p.32"/> γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν <milestone unit="tlnum" n="5"/> πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ <milestone unit="stephpage" xml:id="stephpage-787c" n="787c"/> καὶ νεμήσεις καὶ <q>χοροὶ καὶ Μοῖσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μοῖσα</foreign> Boeckhius: <foreign xml:lang="grc">μοῦσα</foreign> </note> καὶ Ἀγλαΐα</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Bergk. 1 p. 448</note> καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ <milestone unit="tlnum" n="10"/> κεχαρισμένον ἀποδίδωσιν;</p></div></div></body></text></TEI>