<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι <milestone unit="tlnum" n="10"/> ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων <milestone unit="stephpage" xml:id="stephpage-786e" n="786e"/> τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος  
<milestone unit="tlnum" n="15"/> τὴν ψυχήν· καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔγραφεν</foreign> mei</note> ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ξενοφῶντα</foreign>] Comm. 2, 1, 31</note>, θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν <milestone unit="tlnum" n="20"/> ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ <milestone unit="stephpage" xml:id="stephpage-786f" n="786f"/> χάρις εὐμενὴς συμμαρτυροῦσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συμμαρτυροῦσα</foreign> *: <foreign xml:lang="grc">ἡ μαρτυροῦσα</foreign> </note> τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡγεμὼν</foreign>] <foreign xml:lang="grc"> γέμων</foreign> Hauptius</note>, οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς <milestone unit="tlnum" n="25"/> προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ <pb xml:id="v.5.p.31"/> ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο <milestone unit="tlnum" n="5"/> φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ξύλων</foreign>] <foreign xml:lang="lat">om. iidem</foreign></note> ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον <milestone unit="stephpage" xml:id="stephpage-787a" n="787a"/> ἐδόκουν διαφυλάττειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">fort. scrib. partim cum aliis ita</foreign>: <foreign xml:lang="grc">ὥσπερ γὰρ οἱ τεχνῖται - - διαφυλάττειν· οὕτως ἔστι καὶ δόξης</foreign> cett. <foreign xml:lang="grc">τεχνῖται - εἶναι</foreign>] om. mei</note>. ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν <milestone unit="tlnum" n="10"/> ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ναύκληρος</foreign> Leonicus: <foreign xml:lang="grc">ναυκληρικὸς</foreign> </note> ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον <q>οὐ χαλεπῶς</q> ἔφη <q>τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως·</q> οὕτω τῆς  
<milestone unit="tlnum" n="15"/> πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">ita W: <foreign xml:lang="grc">ἀπὸ τῶν τυχόντων γενομένην</foreign> </note> ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ <milestone unit="stephpage" xml:id="stephpage-787b" n="787b"/> καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις <milestone unit="tlnum" n="20"/> τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Iannotius: <foreign xml:lang="grc">δεχομένη</foreign> </note> χορηγοῦντος οὐδὲ προδικοῦντος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προδικοῦντος</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">προσδοκῶντος</foreign></note> οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ <pb xml:id="v.5.p.32"/> γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν <milestone unit="tlnum" n="5"/> πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ <milestone unit="stephpage" xml:id="stephpage-787c" n="787c"/> καὶ νεμήσεις καὶ <q>χοροὶ καὶ Μοῖσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μοῖσα</foreign> Boeckhius: <foreign xml:lang="grc">μοῦσα</foreign> </note> καὶ Ἀγλαΐα</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Bergk. 1 p. 448</note> καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ <milestone unit="tlnum" n="10"/> κεχαρισμένον ἀποδίδωσιν;</p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὃ τοίνυν μέγιστον κακὸν ἔχουσιν αἱ πολιτεῖαι, τὸν φθόνον, ἣκιστα διερείδεται πρὸς τὸ γῆρας· <q>κύνες γὰρ καὶ βαΰζουσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ βαΰζουσιν</foreign>] <foreign xml:lang="grc">προσβαΰζουσιν</foreign> Coraes. cf. Bywater. p. 45</note> ὃν ἂν μὴ γινώσκωσι</q> καθʼ Ἡράκλειτον, καὶ πρὸς τὸ ἀρχόμενον ὥσπερ  
<milestone unit="tlnum" n="15"/> ἐν θύραις τοῦ βήματος μάχεται καὶ πάροδον οὐ δίδωσι τὴν δὲ σύντροφον καὶ συνήθη δόξαν οὐκ ἀγρίως οὐδὲ χαλεπῶς ἀλλὰ πράως ἀνέχεται. διὸ τὸν φθόνον ἔνιοι τῷ καπνῷ παρεικάζουσι· πολὺς γὰρ ἐν τοῖς ἀρχομένοις διὰ τὸ φλέγεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διαφλέγεσθαι</foreign> Madvigius</note> προεκπίπτων <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-787d" n="787d"/>, ὅταν ἐκλάμψωσιν, ἀφανίζεται. καὶ ταῖς μὲν ἄλλαις ὑπεροχαῖς προσμάχονται καὶ διαμφισβητοῦσιν ἀρετῆς καὶ γένους καὶ φιλοτιμίας, ὡς ἀφαιροῦντες αὑτῶν ὅσον ἄλλοις ὑφίενται τὸ δʼ ἀπὸ τοῦ χρόνου πρωτεῖον, ὃ καλεῖται κυρίως πρεσβεῖον, <milestone unit="tlnum" n="25"/> ἀζηλοτύπητόν ἐστι; καὶ παραχωρούμενον οὐδεμιᾷ γὰρ οὕτω τιμῇ συμβέβηκε τὸν τιμῶντα μᾶλλον ἢ <pb xml:id="v.5.p.33"/> τὸν τιμώμενον κοσμεῖν, ὡς τῇ τῶν γερόντων. ἔτι τὴν μὲν ἀπὸ τοῦ πλούτου δύναμιν ἢ λόγου δεινότητος ἢ σοφίας οὐ πάντες αὑτοῖς γενήσεσθαι προσδοκῶσιν, ἐφʼ ἣν δὲ προάγει τὸ γῆρας αἰδῶ καὶ <milestone unit="tlnum" n="5"/> δόξαν οὐδεὶς ἀπελπίζει τῶν πολιτευομένων. οὐδὲν οὖν διαφέρει κυβερνήτου πρὸς ἐναντίον κῦμα καὶ <milestone unit="stephpage" xml:id="stephpage-787e" n="787e"/> πνεῦμα πλεύσαντος ἐπισφαλῶς, εὐδίας δὲ καὶ εὐαερίας γενομένης ὁρμίσασθαι ζητοῦντος, ὁ τῷ φθόνῳ διαναυμαχήσας πολὺν χρόνον, εἶτα παυσαμένου καὶ <milestone unit="tlnum" n="10"/> στορεσθέντος, ἀνακρουόμενος ἐκ τῆς πολιτείας καὶ προϊέμενος ἅμα ταῖς πράξεσι τὰς κοινωνίας καὶ τὰς ἑταιρείας. ὅσῳ γὰρ χρόνος γέγονε πλείων, καὶ φίλους πλείονας καὶ συναγωνιστὰς πεποίηκεν, οὓς οὔτε συνεξάγειν ἑαυτῷ πάντας ἐνδέχεται καθάπερ διδασκάλῳ  
<milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-787f" n="787f"/> χορὸν οὔτʼ ἐγκαταλείπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">ἐγκαταλιπεῖν</foreign> </note> δίκαιον· ἀλλʼ ὥσπερ τὰ παλαιὰ δένδρα τὴν μακρὰν πολιτείαν οὐ ῥᾴδιόν ἐστιν ἀνασπάσαι πολύρριζον οὖσαν καὶ πράγμασιν ἐμπεπλεγμένην, ἃ πλείονας παρέχει ταραχὰς καὶ σπαραγμοὺς ἀπερχομένοις ἢ μένουσιν. εἰ δέ τι καὶ <milestone unit="tlnum" n="20"/> περίεστι φθόνου λείψανον ἢ φιλονεικίας πρὸς τοὺς γέροντας ἐκ τῶν πολιτικῶν ἀγώνων, κατασβεστέον τοῦτο τῇ δυνάμει μᾶλλον ἢ δοτέον τὰ νῶτα, γυμνοὺς καὶ ἀόπλους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">ἀνόπλους</foreign> </note> ἀπιόντας· οὐ γὰρ οὕτως ἀγωνιζομένοις φθονοῦντες ὡς ἀπειπαμένοις καταφρονήσαντες <milestone unit="tlnum" n="25"/> ἐπιτίθενται. <milestone unit="stephpage" xml:id="stephpage-788a" n="788a"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">Ἐπαμεινώνδου</foreign></note> τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος; <pb xml:id="v.5.p.34"/> ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ <q>νῦν μέν</q> ἔφη <q>θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας <milestone unit="tlnum" n="5"/> ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">κόπτοντας</foreign> </note>, οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν</q> οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων <milestone unit="stephpage" xml:id="stephpage-788b" n="788b"/> τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ <milestone unit="tlnum" n="10"/> ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ  
<milestone unit="tlnum" n="15"/> γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διὰ φροντίδος</foreign> R</note> μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης· <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 314</note></quote> <milestone unit="stephpage" xml:id="stephpage-788c" n="788c"/> οὐ γὰρ τόσον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ γὰρ τόσον</foreign>] <foreign xml:lang="lat">om. codices. Malim</foreign><foreign xml:lang="grc">οὐ γὰρ τοσοῦτον</foreign></note> σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν <milestone unit="tlnum" n="25"/> τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ <pb xml:id="v.5.p.35"/> φαινόμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ τὸ μὴ φαινόμενον κἑ</foreign>] Fort. <foreign xml:lang="grc">ἅτε μὴ φαινομένων</foreign> (sc. <foreign xml:lang="grc">τῶν παρ’ ἡλικίαν ἐπὶ τὸ βῆμα βαδιζόντων</foreign>) <foreign xml:lang="grc">ἄλλοτε μὲν ἐσφαλμένως ὁτὲ δ’ ὑπὸ δόξης κενῆς</foreign> <foreign xml:lang="lat">cett. Reiskius coniecerat</foreign>: <foreign xml:lang="grc">καὶ τὸ μὴ φαινόμενον</foreign> (sc. <foreign xml:lang="grc">τινα</foreign>) <foreign xml:lang="grc">ἅμα τὰ μὲν ἐσφαλμένον τὰ δ’ ὑπὸ δόξης</foreign> cett.</note> ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τε χρῆσθαι</foreign> G. Papavassiliu: <foreign xml:lang="grc">κεκρῆσθαι</foreign> </note> καὶ μετρίως <milestone unit="tlnum" n="5"/> τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν <milestone unit="stephpage" xml:id="stephpage-788d" n="788d"/> ἀνθρώπων · καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι <milestone unit="tlnum" n="10"/> τὰ πράγματα, παρωσάμεναί τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign>] <foreign xml:lang="grc">γε</foreign>?</note> στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς πολεμίους</foreign> mei</note> διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα  
<milestone unit="tlnum" n="15"/> τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος <milestone unit="stephpage" xml:id="stephpage-788e" n="788e"/> <q>οὐ μὰ τοὺς θεούς</q> εἶπεν <q>ἀλλὰ τοιοῦτον μὲν εἶναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶναι</foreign>] <foreign xml:lang="lat">supplendum vid</foreign>. <foreign xml:lang="grc">εἰκὸς εἶναι</foreign> cf. p. 187c</note> τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν <q>ἅμα πρόσω καὶ ὀπίσω</q> τῶν πραγμάτων <milestone unit="tlnum" n="20"/> ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον.</q> ὁ γὰρ Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] cf. Plat. <title rend="italic">Rep</title>. p. 329 c</note> ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην, <pb xml:id="v.5.p.36"/> ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλοὺς καὶ</foreign> Duebnerus</note> μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-788f" n="788f"/> ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν <milestone unit="tlnum" n="10"/> ταῖς φροντίσιν.</p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">οὐ μὴν ἀλλʼ ἔστω καὶ δοκείτω διατρεπτικὸς εἶναι λόγος πρὸς τὸν ἀρχόμενον ἐν πολιαῖς νεανιεύεσθαι λεγόμενος καὶ καθαπτόμενος ἐκ μακρᾶς οἰκουρίας; ὥσπερ νοσηλείας ἐξανισταμένου καὶ κινουμένου  
<milestone unit="tlnum" n="15"/> γέροντος ἐπὶ στρατηγίαν ἢ πραγματείαν, <quote rend="blockquote"><l>μένʼ ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Eur. <title rend="italic">Or</title>. 258</note></quote> <milestone unit="stephpage" xml:id="stephpage-789a" n="789a"/> ὁ δὲ τὸν ἐμβεβιωκότα πολιτικαῖς πράξεσι καὶ διηγωνισμένον οὐκ ἐῶν ἐπὶ τὴν δᾷδα καὶ τὴν κορωνίδα τοῦ βίου προελθεῖν, ἀλλʼ ἀνακαλούμενος καὶ <milestone unit="tlnum" n="20"/> κελεύων ὥσπερ ἐξ ὁδοῦ μακρᾶς μεταβαλέσθαι, παντάπασιν ἀγνώμων καὶ μηδὲν ἐκείνῳ προσεοικώς ἐστιν. ὥσπερ γὰρ ὁ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign>] <foreign xml:lang="grc">ὁ μὲν</foreign> R</note> γαμεῖν παρασκευαζόμενον γέροντʼ ἐστεφανωμένον καὶ μυριζόμενον ἀποτρέπων καὶ λέγων τὰ πρὸς τὸν Φιλοκτήτην <milestone unit="tlnum" n="25"/> <quote rend="blockquote"><l>τίς δʼ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Kock. 3 p. 609. Nauck. p. 841</note><l>δέξαιτʼ ἄν; εὖ γοῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γοῦν</foreign> Musgravius: <foreign xml:lang="grc">γ’ οὖν</foreign> </note> ὡς γαμεῖν ἔχεις τάλας</l></quote> <pb xml:id="v.5.p.37"/> <milestone unit="stephpage" xml:id="stephpage-789b" n="789b"/> οὐκ ἄτοπός ἐστι καὶ γὰρ αὐτοὶ πολλὰ τοιαῦτα παίζουσιν εἰς ἑαυτούς <quote rend="blockquote"><l>γαμῶ γέρων, εὖ οἶδα, καὶ τοῖς γείτοσιν·</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Kock. 3 p. 451</note></quote> ὁ δὲ τὸν πάλαι συνοικοῦντα καὶ συμβιοῦντα πολὺν <milestone unit="tlnum" n="5"/> χρόνον ἀμέμπτως οἰόμενος δεῖν ἀφεῖναι διὰ τὸ γῆρας τὴν γυναῖκα καὶ ζῆν καθʼ ἑαυτὸν ἢ παλλακίδιον ἀντὶ τῆς γαμετῆς ἐπισπάσασθαι, σκαιότητος ὑπερβολὴν οὐκ ἀπολέλοιπεν οὕτως ἔχει τινὰ λόγον τὸ προσιόντα δήμῳ πρεσβύτην, ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign>] <foreign xml:lang="grc">καὶ</foreign> mei</note> Χλίδωνα τὸν <milestone unit="tlnum" n="10"/> γεωργὸν ἢ Λάμπωνα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Λάμπιν</foreign> W</note> τὸν ναύκληρον ἤ τινα τῶν ἐκ τοῦ κήπου φιλοσόφων, νουθετῆσαι καὶ κατασχεῖν <milestone unit="stephpage" xml:id="stephpage-789c" n="789c"/> ἐπὶ τῆς συνήθους ἀπραγμοσύνης ὁ δὲ Φωκίωνος ἢ Κάτωνος ἢ Περικλέους ἐπιλαβόμενος καὶ λέγων <q>ὦ ξένʼ Ἀθηναῖε ἢ Ῥωμαῖε, ἀζαλέῳ γήρᾳ κατανθιδῶν  
<milestone unit="tlnum" n="15"/> κήδῃʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καταθίζων κάρα, ἤδη</foreign> Madvigius. Fort. <foreign xml:lang="grc">κρᾶτ’ ἀνθίζων ἤδη</foreign> </note></q>, γραψάμενος ἀπόλειψιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Iunius: <foreign xml:lang="grc">ἀπολείψειν</foreign> </note> τῇ πολιτείᾳ καὶ τὰς περὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἀφεὶς διατριβὰς καὶ τὰς φροντίδας εἰς ἀγρὸν ἐπείγου σὺν ἀμφιπόλῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γρηϊ σὺν ἀμφιπόλῳ</foreign> Cobetus ex Hom. <foreign xml:lang="grc">α</foreign> 191</note> τῇ γεωργίᾳ συνεσόμενος ἢ πρὸς οἰκονομίᾳ τινὶ καὶ λογισμοῖς διαθησόμενος τὸν λοιπὸν χρόνον,ἄδικα <milestone unit="tlnum" n="20"/> πείθει καὶ ἀχάριστα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀχάριτα</foreign><foreign xml:lang="lat">cum Vaticano</foreign> (n. 139)?</note> πράττειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib</foreign>. <foreign xml:lang="grc">πράττειν</foreign>] om. cod. E</note> τὸν πολιτικόν.</p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">τί οὖν; φήσαι τις ἄν, οὐκ ἀκούομεν ἐν κωμῳδίᾳ στρατιώτου λέγοντος <quote rend="blockquote"><l>λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ;ʼ</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Kock. 3 p. 451</note></quote> πάνυ μὲν οὖν, ὦ ἑταῖρε· τοὺς γὰρ Ἄρεος <pb xml:id="v.5.p.38"/> θεράποντας ἡβᾶν πρέπει καὶ ἀκμάζειν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. <foreign xml:lang="grc">Θ</foreign> 453</note> οἷα δὴ πόλεμον πολέμοιό τε μέρμερα ἔργα διέποντας, ἐν οἷς τοῦ <milestone unit="stephpage" xml:id="stephpage-789d" n="789d"/> γέροντος κἂν τὸ κράνος ἀποκρύψῃ τὰς πολιάς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">T 165</note>, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται καὶ προαπολείπει τῆς <milestone unit="tlnum" n="5"/> προθυμίας ἡ δύναμις τοὺς δὲ τοῦ Βουλαίου καὶ Ἀγοραίου καὶ Πολιέως Διὸς ὑπηρέτας οὐ ποδῶν ἔργα καὶ χειρῶν ἀπαιτοῦμεν, ἀλλὰ βουλῆς καὶ προνοίας καὶ λόγου, μὴ ῥαχίαν ποιοῦντος ἐν δήμῳ καὶ ψόφον ἀλλὰ νοῦν ἔχοντος καὶ φροντίδα πεπνυμένην <milestone unit="tlnum" n="10"/> καὶ ἀσφάλειαν οἷς ἡ γελωμένη πολιὰ καὶ ῥυτὶς ἐμπειρίας μάρτυς ἐπιφαίνεται, καὶ πειθοῦς συνεργὸν <milestone unit="stephpage" xml:id="stephpage-789e" n="789e"/> αὐτῷ καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="lat">del. M, sed etiam</foreign><foreign xml:lang="grc">αὐτῷ</foreign><foreign xml:lang="lat">non caret suspicione; num</foreign><foreign xml:lang="grc">αὐτοῖς</foreign>?</note> δόξαν ἤθους προστίθησι. πειθαρχικὸν γὰρ ἡ νεότης ἡγεμονικὸν δὲ τὸ γῆρας, καὶ μάλιστα σῷζεται πόλις 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ἔνθα βουλαὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib</foreign>. <foreign xml:lang="grc">βουλαὶ μὲν</foreign> Boeckhius</note> γερόντων, καὶ νέων ἀνδρῶν ἀρικαὶ τὸ στεύοισιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib. e. idem</foreign>: <foreign xml:lang="grc">ἀριστεύουσιν</foreign></note> αἰχμαί</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Bergk. 1 p. 448</note></quote> καὶ τό <quote rend="blockquote"><l>βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. B 53</note><l>Νεστορέῃ παρὰ νηὶ</l></quote> <milestone unit="tlnum" n="20"/> θαυμαστῶς ἐπαινεῖται. διὸ τὴν μὲν ἐν Λακεδαίμονι παραζευχθεῖσαν ἀριστοκρατίαν τοῖς βασιλεῦσιν ὁ Πύθιος <q>πρεσβυγενέας</q> ὁ δὲ Λυκοῦργος ἄντικρυς <q>γέροντας</q> ὠνόμασεν, ἡ δὲ Ῥωμαίων σύγκλητος ἄχρι νῦν <q>γερουσία</q> καλεῖται. καὶ καθάπερ ὁ νόμος τὸ <milestone unit="tlnum" n="25"/> διάδημα καὶ τὸν στέφανον, οὕτω τὴν πολιὰν φύσις ἔντιμον ἡγεμονικοῦ σύμβολον ἀξιώματος ἐπιτίθησι <pb xml:id="v.5.p.39"/> <milestone unit="stephpage" xml:id="stephpage-789f" n="789f"/> καὶ τὸ <q>γέρας</q> οἶμαι καὶ τὸ <q>γεραίρειν</q> ὄνομα σεμνὸν ἀπὸ τῶν γερόντων γενόμενον διαμένει, οὐχ ὅτι θερμολουτοῦσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">θερμολουτοῦσι</foreign>] cf. Kock. 3 p. 410</note> καὶ καθεύδουσι μαλακώτερον, ἀλλʼ ὡς βασιλικὴν ἐχόντων τάξιν ἐν ταῖς πόλεσι κατὰ <milestone unit="tlnum" n="5"/> τὴν φρόνησιν, ἧς καθάπερ ὀψικάρπου φυτοῦ τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλειον ἐν γήρᾳ μόλις ἡ φύσις ἀποδίδωσι. τὸν γοῦν βασιλέα τῶν βασιλέων εὐχόμενον τοῖς θεοῖς <quote rend="blockquote"><l>τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. B 372.</note></quote> <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-790a" n="790a"/> οἷος ἦν ὁ Νέστωρ, οὐδεὶς ἐμέμψατο τῶν <q>ἀρηίων</q> καὶ <q>μένεα πνεόντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πνειόντων</foreign>?</note> Ἀχαιῶν,</q> ἀλλὰ συνεχώρουν ἅπαντες οὐκ ἐν πολιτείᾳ μόνον ἀλλὰ καὶ ἐν πολέμῳ μεγάλην ἔχειν ῥοπὴν τὸ γῆρας· <quote rend="blockquote"><l>σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 419</note> <milestone unit="tlnum" n="15"/> νικᾷ</l></quote> καὶ μία γνώμη λόγον ἔχουσα καὶ πειθὼ τὰ κάλλιστα καὶ μέγιστα διαπράττεται τῶν κοινῶν.</p></div></div></body></text></TEI>